Humanitext Reader

欧里庇得斯 · 希波吕托斯 §541-644

斐德拉的绝望与希波吕托斯对女性的谴责

第 7 段,共 16 段 · 希腊语

内容简介

斐德拉听到希波吕托斯因乳母泄露其爱意而勃然大怒地加以斥责后陷入绝望,并下定决心寻死。希波吕托斯上场,严厉谴责乳母,并发动了一场针对女性存在的著名的厌女长篇演说。

§541πέρθοντα καὶ διὰ πάσας §542ἰόντα συμφορᾶς §543θνατοῖς, ὅταν ἔλθῃ.
(爱神)毁灭并让一切灾祸降临于凡人,当他到来时。
§545τὰν μὲν Οἰχαλίᾳ §546πῶλον ἄζυγα λέκτρων, ἄναν- §547δρον τὸ πρὶν καὶ ἄνυμφον, οἴ- §548κων ζεύξασ’ ἀπ’ Εὐρυτίων §549δρομάδα Ναΐδ’ ὅπως τε Βάκ- §550χαν σὺν αἵματι, σὺν καπνῷ §551φονίοις θ’ ὑμεναίοις §552Ἀλκμήνας τόκῳ Κύπρις ἐξέδωκεν· §553ὦ τλάμων ὑμεναίων.
塞浦路斯将那奥卡利亚的未受婚姻之轭、先前无夫且未嫁的年轻牝马,从欧律托斯的家中强行带走,犹如奔跑的奈亚斯,又如狂乱的巴克科斯信徒,伴着鲜血与浓烟,伴着杀戮的婚礼之歌,交付给阿尔克墨涅的儿子;噢,痛楚的婚礼!
§555ὦ Θήβας ἱερὸν §556τεῖχος, ὦ στόμα Δίρκας, συνεί- §557ποιτ’ ἂν ἁ Κύπρις οἷον ἕρ-
噢,底比斯神圣的城墙,噢,狄耳刻的泉口,你们可以见证塞浦路斯是如何降临的。
§558πει. βροντᾷ γὰρ ἀμφιπύρῳ §559τοκάδα τὰν διγόνοιο Βάκ- §560χου νυμφευσαμένα πότμῳ §561φονίῳ κατηύνασεν.
因为在双重燃烧的雷霆中,她让那诞生了两次的巴克科斯之母,结成杀戮命运的姻缘,并使之永远安息。
§562δεινὰ γὰρ παντᾷ ποτιπνεῖ, μέλισσα δ’ §563οἵα τις πεπόταται.
因为她四处吹拂着可怕的气息,如同一只蜜蜂在飞舞。
§565σιγήσατ’, ὦ γυναῖκες·
【斐德拉】安静,女人们!
ἐξειργάσμεθα.
我们全完了。
§566τί δ’ ἔστι, Φαίδρα, δεινὸν ἐν δόμοισί σοι;
【歌队长】斐德拉,在你的宅邸里发生了什么可怕的事?
§567ἐπίσχετ’, αὐδὴν τῶν ἔσωθεν ἐκμάθω.
【斐德拉】等等,让我听清里面人的声音。
§568σιγῶ·
【歌队长】我安静。
τὸ μέντοι φροίμιον κακὸν τόδε.
然而这前奏确是不祥。
§569ἰώ μοι, αἰαῖ·
【斐德拉】呜呼,哀哉!
§570ὦ δυστάλαινα τῶν ἐμῶν παθημάτων.
噢,我的痛苦是多么悲惨。
§571τίνα θροεῖς αὐδάν;
【歌队】你在发出怎样的声音?
τίνα βοᾷς λόγον;
你在喊叫怎样的言词?
§572ἔνεπε, τίς φοβεῖ σε φήμα, γύναι, §573φρένας ἐπίσσυτος;
告诉我,女人,是什么传言惊吓了你,冲撞了你的心神?
§575ἀπωλόμεσθα.
【斐德拉】我们灭亡了。
ταῖσδ’ ἐπιστᾶσαι πύλαις §576ἀκούσαθ’ οἷος κέλαδος ἐν δόμοις πίτνει.
你们站在这些门旁,听听屋里传来了怎样的喧嚣。
§577σὺ παρὰ κλῇθρα, σοὶ μέλει πομπίμα §578φάτις δωμάτων.
【歌队】你就在门闩旁,倾听宅中传来的声音该由你负责。
§579ἔνεπε δ’ ἔνεπέ μοι, τί ποτ’ ἔβα κακόν;
告诉我,告诉我,究竟发生了什么灾祸?
§581ὁ τῆς φιλίππου παῖς Ἀμαζόνος βοᾷ §582Ἱππόλυτος, αὐδῶν δεινὰ πρόσπολον κακά.
【斐德拉】那热爱骏马的亚马逊女王之子在喊叫,希波吕托斯,正对女仆痛斥着可怕的罪恶。
§585ἀχὰν μὲν κλύω, σαφὲς δ’ οὐκ ἔχω· §586γεγωνεῖ δ’ ὅπᾳ §587διὰ πύλας ἔμολεν ἔμολε σοὶ βοά.
【歌队】我听到了声响,但听不真切;请大声说,那呼喊是如何穿过门户传到你这里的。
§589καὶ μὴν σαφῶς γε τὴν κακῶν προμνήστριαν, §590τὴν δεσπότου προδοῦσαν ἐξαυδᾷ λέχος.
【斐德拉】看啊,他正在痛斥那灾祸的牵线人,那背叛了主人床帏的女人。
§591ὤμοι ἐγὼ κακῶν·
【歌队】哀哉我之不幸!
προδέδοσαι, φίλα.
亲爱的人,你被背叛了。
§592τί σοι μήσομαι;
我能为你出什么主意?
§593τὰ κρυπτὰ γὰρ πέφηνε, διὰ δ’ ὄλλυσαι — §594αἰαῖ, ἒ ἔ.
因为秘密已经暴露,你彻底完了—— 呜呼,哀哉。
§595πρόδοτος ἐκ φίλων.
被朋友所出卖。
§596ἀπώλεσέν μ’ εἰποῦσα συμφορὰς ἐμάς, §597φίλως, καλῶς δ’ οὐ τήνδ’ ἰωμένη νόσον.
【斐德拉】她因说出了我的不幸而毁了我,出于好意,却没能好好治愈我的病。
§598πῶς οὖν;
【歌队】那么现在该怎么办?
τί δράσεις, ὦ παθοῦσ’ ἀμήχανα;
你要怎么做,噢,遭遇了无策之苦的人?
§599οὐκ οἶδα πλὴν ἕν· κατθανεῖν ὅσον τάχος, §600τῶν νῦν παρόντων πημάτων ἄκος μόνον.
【斐德拉】我只知道一件事:尽快死去,这是对目前痛苦的唯一解救。
§601ὦ γαῖα μῆτερ ἡλίου τ’ ἀναπτυχαί, §602οἵων λόγων ἄρρητον εἰσήκουσ’ ὄπα.
【希波吕托斯】噢,大地母亲和太阳的万道光芒,我听到了何等不可言说的污言秽语!
§603σίγησον, ὦ παῖ, πρίν τιν’ αἰσθέσθαι βοῆς.
【乳母】安静,孩子,在别人注意到你的喊声之前。
§604οὐκ ἔστ’ ἀκούσας δείν’ ὅπως σιγήσομαι.
【希波吕托斯】听到如此可怕的事,我怎能保持安静!
§605ναὶ πρός σε τῆς σῆς δεξιᾶς εὐωλένου.
【乳母】求你了,看在你那美丽的手臂的份上。
§606οὐ μὴ προσοίσεις χεῖρα μηδ’ ἅψῃ πέπλων.
【希波吕托斯】不要把手伸过来,也不要碰我的衣服。
§607ὦ πρός σε γονάτων, μηδαμῶς μ’ ἐξεργάσῃ.
【乳母】噢,跪着恳求你,千万不要毁了我。
§608τί δ’, εἴπερ, ὡς φῄς, μηδὲν εἴρηκας κακόν;
【希波吕托斯】如果像你所说,你没有说任何坏话,那又何必如此?
§609ὁ μῦθος, ὦ παῖ, κοινὸς οὐδαμῶς ὅδε.
【乳母】孩子,这话绝不能让众人皆知。
§610τά τοι κάλ’ ἐν πολλοῖσι κάλλιον λέγειν.
【希波吕托斯】美好的事情在众人面前说出来才更美好。
§611ὦ τέκνον, ὅρκους μηδαμῶς ἀτιμάσῃς.
【乳母】噢,孩子,绝不要轻视你的誓言。
§612ἡ γλῶσσ’ ὀμώμοχ’, ἡ δὲ φρὴν ἀνώμοτος.
【希波吕托斯】我的舌头发了誓,但我的心灵没有。
§613ὦ παῖ, τί δράσεις;
【乳母】孩子,你要做什么?
σοὺς φίλους διεργάσῃ;
你要毁灭你的朋友吗?
§614ἀπέπτυσ’·
【希波吕托斯】我呸!
οὐδεὶς ἄδικός ἐστί μοι φίλος.
任何不义之人都不是我的朋友。
§615σύγγνωθ’· ἁμαρτεῖν εἰκὸς ἀνθρώπους, τέκνον.
【乳母】原谅吧,孩子,人总免不了犯错。
§616ὦ Ζεῦ, τί δὴ κίβδηλον ἀνθρώποις κακὸν §617γυναῖκας ἐς φῶς ἡλίου κατῴκισας;
【希波吕托斯】噢,宙斯,你为何要将女人这祸害安置在太阳光下,作为人类的虚假之物?
§618εἰ γὰρ βρότειον ἤθελες σπεῖραι γένος, §619οὐκ ἐκ γυναικῶν χρῆν παρασχέσθαι τόδε, §620ἀλλ’ ἀντιθέντας σοῖσιν ἐν ναοῖς βροτοὺς §621ἢ χρυσὸν ἢ σίδηρον ἢ χαλκοῦ βάρος §622παίδων πρίασθαι σπέρμα, τοῦ τιμήματος §623τῆς ἀξίας ἕκαστον, ἐν δὲ δώμασιν §624ναίειν ἐλευθέροισι θηλειῶν ἄτερ.
因为如果你想繁衍人类,本不应该由女人来提供,而是应当让凡人在你的神殿里,献上黄金、铁或青铜的重量,来购买子嗣的种子,每一个根据其应有的价值折算,然后各人在没有女性的自由宅邸里居住。
§627τούτῳ δὲ δῆλον ὡς γυνὴ κακὸν μέγα· §628προσθεὶς γὰρ ὁ σπείρας τε καὶ θρέψας πατὴρ §629φερνὰς ἀπῴκισ’, ὡς ἀπαλλαχθῇ κακοῦ.
由此显而易见,女人是一个巨大的祸害;因为那生育并抚养了她的父亲,还要贴上嫁妆将她送走,以摆脱这个祸害。
§630ὁ δ’ αὖ λαβὼν ἀτηρὸν ἐς δόμους φυτὸν §631γέγηθε κόσμον προστιθεὶς ἀγάλματι §632καλὸν κακίστῳ καὶ πέπλοισιν ἐκπονεῖ §633δύστηνος, ὄλβον δωμάτων ὑπεξελών.
而那把这株带来破灭的植物娶进门的人,却满心欢喜地为这个神像增添装饰,在最糟糕的物什上装扮美丽,并为衣裳而奔波劳碌,倒霉的人啊,暗中耗尽了家中的财富。
§638ῥᾷστον δ’ ὅτῳ τὸ μηδέν, ἀλλ’ ἀνωφελὴς §639εὐηθίᾳ κατ’ οἶκον ἵδρυται γυνή.
最轻松的是娶到一个一无所知的妻子,虽然一个愚蠢得毫无用处的女人安坐家中也毫无益处。
§640σοφὴν δὲ μισῶ· μὴ γὰρ ἔν γ’ ἐμοῖς δόμοις §641εἴη φρονοῦσα πλείον’ ἢ γυναῖκα χρή.
我憎恨聪明的女人;愿我的家里不要出现一个心思超出女人本分的人。
§642τὸ γὰρ κακοῦργον μᾶλλον ἐντίκτει Κύπρις §643ἐν ταῖς σοφαῖσιν· ἡ δ’ ἀμήχανος γυνὴ §644γνώμῃ βραχείᾳ μωρίαν ἀφῃρέθη.
因为塞浦路斯在聪明的女人中繁衍出更多的恶劣心计;而那无能的女人,因智识有限反而免于愚蠢之害。

词汇与语法注释

  1. 541πέρθοντα καὶ διὰ πάσας ἰόντα συμφορᾶς — 分词 πέρθοντα(毁灭)与 ἰόντα(穿过/带来)为阳性单数宾格,与第538行的宾格名词 Ἔρωτα(爱神)一致,用以描绘爱神的毁灭性力量。
  2. 545τὰν μὲν Οἰχαλίᾳ πῶλον ἄζυγα λέκτρων — 名词 πῶλον(幼马)比喻性地指代奥卡利亚的公主伊俄勒,作为第552行主句谓语动词 ἐξέδωκεν(移交)的直接宾语,主语为 Κύπρις(塞浦路斯,即阿佛洛狄忒)。
  3. 557συνείποιτ’ ἂν — 选择语气 συνείποιτε 连同助词 ἄν 构成可能希求法,表示可能性或委婉的肯定(“可以共同证言”),主语是 ἁ Κύπρις。
  4. 596εἰποῦσα συμφορὰς ἐμάς — 阴性单数主格分词 εἰποῦσα(通过说出)与主句动词 ἀπώλεσεν(毁灭,指乳母)的隐含主语一致,表示导致毁灭的方式或原因。
  5. 612ἡ γλῶσσ’ ὀμώμοχ’, ἡ δὲ φρὴν ἀνώμοτος — 这句名言将口头誓言与内心真实意图进行对比:舌头(γλῶσσα)已经发誓(完成式 ὀμώμοχεν),但心灵(φρήν)却未曾宣誓(带有否定前缀的形容词 ἀνώμοτος)。
  6. 618εἰ γὰρ βρότειον ἤθελες σπεῖραι γένος — 连接词 εἰ γάρ 连同直陈式未完成过去时 ἤθελες 构成了针对过去未实现愿望的虚拟表达(“因为,如果你曾希望……”)。

引用这一段

欧里庇得斯, 希波吕托斯 §541-644. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg005.humanitext-grc2:541-644

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。