Humanitext Reader

欧里庇得斯 · 希波吕托斯 §460-540

乳母列举神明先例并提议使用秘药

第 6 段,共 16 段 · 希腊语

内容简介

乳母援引神明的恋爱先例,劝说斐德拉顺从情欲,并提出用迷药来解决。歌队则歌颂了厄洛斯不可抗抗拒的支配力量与可怕。

§460πατέρα φυτεύειν, ἢ’πὶ δεσπόταις θεοῖς §461ἄλλοισιν, εἰ μὴ τούσδε γε στέρξεις νόμους.
(你就应该让另一个)父亲生育你,或者在其他统治的神明手下(诞生),如果不愿顺从这些法则。
§462πόσους δοκεῖς δὴ κάρτ’ ἔχοντας εὖ φρενῶν §463νοσοῦνθ’ ὁρῶντας λέκτρα μὴ δοκεῖν ὁρᾶν;
你想想,究竟有多少理智极其清明的人,在看到自己的床帏染病(不贞)时,却装作看不见?
§464πόσους δὲ παισὶ πατέρας ἡμαρτηκόσι §465συνεκκομίζειν Κύπριν;
又有多少父亲在孩子们犯错时,合力掩盖他们的情欲之事?
ἐν σοφοῖσι γὰρ §466τάδ’ ἐστὶ θνητῶν, λανθάνειν τὰ μὴ καλά.
因为在凡尘的智者中,这就是准则:将不光彩的事隐瞒起来。
§467οὐδ’ ἐκπονεῖν τοι χρὴ βίον λίαν βροτούς·
凡人不该把生活雕琢得过于严苛。
§468οὐδὲ στέγην γὰρ ἧς κατηρεφεῖς δόμοι §469καλῶς ἀκριβώσειαν·
因为即使是遮蔽房屋的屋顶,人们也无法使之绝对精确。
ἐς δὲ τὴν τύχην §470πεσοῦσ’ ὅσην σὺ πῶς ἂν ἐκνεῦσαι δοκεῖς;
陷入像你这样巨大的宿命深渊,你以为你怎么能游得出来?
§471ἀλλ’, εἰ τὰ πλείω χρηστὰ τῶν κακῶν ἔχεις, §472ἄνθρωπος οὖσα, κάρτα γ’ εὖ πράξειας ἄν.
但是,作为一个人类,如果你身上的长处多于短处,你就已经做得极好了。
§473ἀλλ’, ὦ φίλη παῖ, λῆγε μὲν κακῶν φρενῶν, §474λῆξον δ’ ὑβρίζουσ’·
所以,亲爱的孩子,停止你那糟糕的想法吧,也别再狂妄自大了。
οὐ γὰρ ἄλλο πλὴν ὕβρις §475τάδ’ ἐστί, κρείσσω δαιμόνων εἶναι θέλειν·
因为想要超越神明,这无非就是狂妄。
§476τόλμα δ’ ἐρῶσα· θεὸς ἐβουλήθη τάδε.
勇敢去爱吧,这是神明的意愿。
§477νοσοῦσα δ’ εὖ πως τὴν νόσον καταστρέφου.
既然病了,就想个法子把这病治好。
§478εἰσὶν δ’ ἐπῳδαὶ καὶ λόγοι θελκτήριοι· §479φανήσεταί τι τῆσδε φάρμακον νόσου.
有符咒,也有安抚的言辞;治愈这病症的某种药剂终会出现。
§480ἦ τἄρ’ ἂν ὀψέ γ’ ἄνδρες ἐξεύροιεν ἄν, §481εἰ μὴ γυναῖκες μηχανὰς εὑρήσομεν.
如果我们女人找不到办法,男人们恐怕要很久以后才能发现了。
§482Φαίδρα, λέγει μὲν ἥδε χρησιμώτερα §483πρὸς τὴν παροῦσαν ξυμφοράν, αἰνῶ δὲ σέ.
【歌队长】斐德拉,她所说的话对你眼前的灾难更为有用,但我却赞美你。
§484ὁ δ’ αἶνος οὗτος δυσχερέστερος λόγων §485τῶν τῆσδε καὶ σοὶ μᾶλλον ἀλγίων κλύειν.
然而,这赞美比她的话更难接受,对你而言听起来也更为痛苦。
§486τοῦτ’ ἔσθ’ ὃ θνητῶν εὖ πόλεις οἰκουμένας §487δόμους τ’ ἀπόλλυσ’, οἱ καλοὶ λίαν λόγοι.
【斐德拉】这正是毁灭凡人治理有方的城邦和家庭的根源——那些过于漂亮的言辞。
§488οὐ γὰρ τὰ τοῖσιν ὠσὶ τερπνὰ χρὴ λέγειν, §489ἀλλ’ ἐξ ὅτου τις εὐκλεὴς γενήσεται.
因为人不该说些顺耳的甜言蜜语,而应该说些能让人赢得美名的话。
§490τί σεμνομυθεῖς; οὐ λόγων εὐσχημόνων
【乳母】你为什么说得这么冠冕堂皇?
§491δεῖ σ’, ἀλλὰ τἀνδρός.
你需要的不是体面的言辞,而是那个男人。
— ὡς τάχος διοιστέον, §492τὸν εὐθὺν ἐξειπόντας ἀμφὶ σοῦ λόγον.
我们必须尽快把事情挑明,原原本本地说出关于你的真相。
§493εἰ μὲν γὰρ ἦν σοι μὴ’πὶ συμφοραῖς βίος §494τοιαῖσδε, σώφρων δ’ οὖσ’ ἐτύγχανες γυνή, §495οὐκ ἄν ποτ’ εὐνῆς οὕνεχ’ ἡδονῆς τε σῆς §496προσῆγον ἄν σε δεῦρο· νῦν δ’ ἀγὼν μέγας §497σῶσαι βίον σόν, κοὐκ ἐπίφθονον τόδε.
因为如果你的生活没有遭遇这样的不幸,而你又恰好是个贞洁的女人,我绝不会为了你的床帏和快乐而把你引向这一步;但现在,这是一场为了拯救你生命的重大战斗,这并不可耻。
§498ὦ δεινὰ λέξασ’, οὐχὶ συγκλῄσεις στόμα
【斐德拉】噢,你说了多么可怕的话!
§499καὶ μὴ μεθήσεις αὖθις αἰσχίστους λόγους;
你难道不能闭上嘴,不要再吐露这些最可耻的言辞了吗?
§500αἴσχρ’, ἀλλ’ ἀμείνω τῶν καλῶν τάδ’ ἐστί σοι.
【乳母】是可耻,但这些话对你来说比那些高尚的字眼更有益。
§501κρεῖσσον δὲ τοὔργον, εἴπερ ἐκσώσει γέ σε, §502ἢ τοὔνομ’, ᾧ σὺ κατθανῇ γαυρουμένη.
这桩行径——如果它确实能救你的命—— 比那让你骄傲地死去的名声要好得多。
§503καὶ μή σε πρὸς θεῶν — εὖ λέγεις γάρ, αἰσχρὰ δέ — §504πέρα προβῇς τῶνδ’·
【斐德拉】求你看在神明的份上——因为你虽说得动听,却是可耻的—— 千万不要再往前说了。
ὡς ὑπείργασμαι μὲν εὖ §505ψυχὴν ἔρωτι, τᾀσχρὰ δ’ ἢν λέγῃς καλῶς, §506ἐς τοῦθ’ ὃ φεύγω νῦν ἀναλωθήσομαι.
因为我的心早已被爱欲耕耘过,如果你把可耻的事说得如此美好,我就会被彻底卷入我如今极力逃避的事情中去。
§507εἴ τοι δοκεῖ σοι, χρῆν μὲν οὔ σ’ ἁμαρτάνειν·
【乳母】如果你真的这么想,那你本来就不该犯错。
§508εἰ δ’ οὖν, πιθοῦ μοι· δευτέρα γὰρ ἡ χάρις.
但既然已经如此,就请听我的话:这是退而求其次的办法。
§509ἔστιν κατ’ οἴκους φίλτρα μοι θελκτήρια §510ἔρωτος, ἦλθε δ’ ἄρτι μοι γνώμης ἔσω, §511ἅ σ’ οὔτ’ ἐπ’ αἰσχροῖς οὔτ’ ἐπὶ βλάβῃ φρενῶν §512παύσει νόσου τῆσδ’, ἢν σὺ μὴ γένῃ κακή.
我屋里有能安抚情爱的迷药—— 这刚在我的脑海中闪现—— 它既不会让你蒙羞,也不会损伤你的神智,就能帮你解除这病症,只要你别临阵退缩。
§513δεῖ δ’ ἐξ ἐκείνου δή τι τοῦ ποθουμένου §514σημεῖον, ἢ λόγον τιν’ ἢ πέπλων ἄπο §515λαβεῖν, συνάψαι τ’ ἐκ δυοῖν μίαν χάριν.
不过,我们必须从你渴望的那个人身上拿到某种凭证,一句话也好,或者是一角衣料,从而将两者的缘分结合为一体。
§516πότερα δὲ χριστὸν ἢ ποτὸν τὸ φάρμακον;
【斐德拉】这药剂是外敷的,还是内服的?
§517οὐκ οἶδ’·
【乳母】我不知道。
ὀνάσθαι, μὴ μαθεῖν βούλου, τέκνον.
孩子,只管求它奏效,不要多问。
§518δέδοιχ’ ὅπως μοι μὴ λίαν φανῇς σοφή.
【斐德拉】我害怕你对我耍过头的聪明。
§519πάντ’ ἂν φοβηθεῖσ’ ἴσθι·
【乳母】你简直是草木皆兵。
δειμαίνεις δὲ τί;
你到底在害怕什么?
§520μή μοί τι Θησέως τῶνδε μηνύσῃς τόκῳ.
【斐德拉】千万不要向忒修斯的儿子透露这些事。
§521ἔασον, ὦ παῖ· ταῦτ’ ἐγὼ θήσω καλῶς.
【乳母】随它去吧,孩子;我会把这事妥善办好的。
§522μόνον σύ μοι, δέσποινα ποντία Κύπρι, §523συνεργὸς εἴης.
但愿您,海之女主人塞浦路斯,能助我一臂之力。
τἄλλα δ’ οἷ’ ἐγὼ φρονῶ §524τοῖς ἔνδον ἡμῖν ἀρκέσει λέξαι φίλοις.
至于我所计划的其他事情,只要对里面的自己人说明就足够了。
§525Ἔρως Ἔρως, ὃ κατ’ ὀμμάτων §526στάζεις πόθον, εἰσάγων γλυκεῖαν §527ψυχᾷ χάριν οὓς ἐπιστρατεύσῃ, §528μή μοί ποτε σὺν κακῷ φανείης §529μηδ’ ἄρρυθμος ἔλθοις.
【歌队】厄洛斯,厄洛斯,你自眼中滴落渴望,为你所征讨之人的心灵带去甜蜜的恩泽,愿你永远不要带着灾祸向我显现,亦不要失去节制地降临。
§530οὔτε γὰρ πυρὸς οὔτ’ ἄστρων ὑπέρτερον βέλος, §531οἷον τὸ τᾶς Ἀφροδίτας §532ἵησιν ἐκ χερῶν §533Ἔρως, ὁ Διὸς παῖς.
因为无论是烈火还是星辰的飞矢,都无法超越那从阿佛洛狄忒的手中射出的宙斯之子厄洛斯的飞矢。
§535ἄλλως ἄλλως παρά τ’ Ἀλφεῷ §536Φοίβου τ’ ἐπὶ Πυθίοις τεράμνοις §537βούταν φόνον Ἑλλὰς αἶ’ ἀέξει· §538Ἔρωτα δέ, τὸν τύραννον ἀνδρῶν, §539τὸν τᾶς Ἀφροδίτας §540φιλτάτων θαλάμων κλῃδοῦχον, οὐ σεβίζομεν,
徒劳,徒劳,在阿尔斐俄斯河畔以及福玻斯的皮提亚神殿前,希腊大地只是在不断增加宰杀牛只的祭祀;但对于人类的君宰、掌管阿佛洛狄忒最亲密寝室之钥匙的厄洛斯,我们却不加崇敬。

词汇与语法注释

  1. §460πατέρα φυτεύειν — 由第459行的 `χρῆν`(本应当)所支配的不定式短语。其逻辑主语是前一行的 `σ’` (σε)。字面意思是“本应当让(另一个)父亲生育你”。
  2. §468οὐδὲ στέγην γὰρ... — 关系代词 `ἧς` 的先行词是 `στέγην`。这里是一个冗余的表达:“用以遮蔽房屋的屋顶”。无 `ἄν` 的希求法动词 `ἀκριβώσειαν` 表示普遍的不可能性(“人们无法使其达到绝对精确”)。
  3. §480ἦ τἄρ’ ἂν ... ἄν — 带有语气词 `τἄρα` (τοι ἄρα) 和双重 `ἂν` 的表达,带有强烈的假设或推测语气。表达了一种辛辣的讽刺:“如果(我们)女人不寻找方法,男人发现(这些方法)肯定会很迟(意即永远也找不到)。”
  4. §491διοιστέον — 动词 `διαφέρω` 的形容动词,意为“必须解决”或“必须阐明”。接下来的对格复数分词 `ἐξειπόντας` 在此无人称形容动词句中,将逻辑主语“我们”作为对格来补充。
  5. §504ὑπείργασμαι — 动词 `ὑπεργάζομαι`(预先耕耘、打下基础)的完成时被动语态。在此比喻性地表示“我的心灵(ψυχὴν)早已被爱欲所耕耘(即已被软化、驯服)”。

引用这一段

欧里庇得斯, 希波吕托斯 §460-540. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg005.humanitext-grc2:460-540

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。