Humanitext Reader

欧里庇得斯 · 希波吕托斯 §298-378

淮德拉吐露恋情与理性抗争

第 4 段,共 16 段 · 希腊语

内容简介

乳母设法从淮德拉口中套出了她爱上忒修斯之子希波吕托斯的震惊表白,令其陷入绝望。随后,淮德拉开始向特罗曾的妇女们讲述她那隐藏的情欲与理性之间的挣扎。

§298ἀλλ’ ἤ μ’ ἐλέγχειν, εἴ τι μὴ καλῶς λέγω, §299ἢ τοῖσιν εὖ λεχθεῖσι συγχωρεῖν λόγοις.
但是,如果我有什么说得不对,你就来纠正我,或者同意这些说得对的话。
§300φθέγξαι τι, δεῦρ’ ἄθρησον.
说点什么吧,看着我。
— ὦ τάλαιν’ ἐγώ, §301γυναῖκες, ἄλλως τούσδε μοχθοῦμεν πόνους, §302ἴσον δ’ ἄπεσμεν τῷ πρίν· οὔτε γὰρ τότε §303λόγοις ἐτέγγεθ’ ἥδε νῦν τ’ οὐ πείθεται.
——啊,可怜的我啊,女人们,我们是在徒劳地经受这些苦劳,我们依然和以前一样毫无进展;因为那时她没有被言语打动,现在也不听劝。
§304ἀλλ’ ἴσθι μέντοι — πρὸς τάδ’ αὐθαδεστέρα §305γίγνου θαλάσσης — εἰ θανῇ, προδοῦσα σοὺς §306παῖδας πατρῴων μὴ μεθέξοντας δόμων, §307μὰ τὴν ἄνασσαν ἱππίαν Ἀμαζόνα, §308ἣ σοῖς τέκνοισι δεσπότην ἐγείνατο §309νόθον φρονοῦντα γνήσι’, οἶσθά νιν καλῶς, §310Ἱππόλυτον §310bοἴμοι.
—— 但你确实要知道——尽管去对这件事比大海还要顽固吧——如果你死了,你就背叛了你的孩子们,使他们无法继承父亲的家业,凭着驾驭马匹的亚马逊女王起誓,她为你生下了一个会成为你孩子主子的一个虽是私生子却心怀嫡子般傲慢的人,你很清楚他是谁,希波吕托斯—— 哎呀!
§310cθιγγάνει σέθεν τόδε;
这话触动你了吗?
§311ἀπώλεσάς με, μαῖα, καί σε πρὸς θεῶν §312τοῦδ’ ἀνδρὸς αὖθις λίσσομαι σιγᾶν πέρι.
你害惨了我,乳母,凭着诸神我求你,别再提到那个男人了。
§313ὁρᾷς;
你明白了吗?
φρονεῖς μὲν εὖ, φρονοῦσα δ’ οὐ θέλεις §314παῖδάς τ’ ὀνῆσαι καὶ σὸν ἐκσῶσαι βίον.
你心里很清楚,但你虽明白却不愿造福你的孩子并挽救你自己的生命。
§315φιλῶ τέκν’· ἄλλῃ δ’ ἐν τύχῃ χειμάζομαι.
我爱我的孩子们;但我正遭受着另一场命运风暴的摧残。
§316ἁγνὰς μέν, ὦ παῖ, χεῖρας αἵματος φορεῖς;
孩子,你的双手没有沾染鲜血,是干净的吗?
§317χεῖρες μὲν ἁγναί, φρὴν δ’ ἔχει μίασμά τι.
双手是干净的,但心灵却沾染了污秽。
§318μῶν ἐξ ἐπακτοῦ πημονῆς ἐχθρῶν τινος;
难道是来自某个敌人的外来诅咒?
§319φίλος μ’ ἀπόλλυσ’ οὐχ ἑκοῦσαν οὐχ ἑκών.
一个我爱的人毁灭了我,非我所愿,亦非他所愿。
§320Θησεύς τιν’ ἡμάρτηκεν ἐς σ’ ἁμαρτίαν;
忒修斯对你犯下了什么过错吗?
§321μὴ δρῶσ’ ἔγωγ’ ἐκεῖνον ὀφθείην κακῶς.
愿我永远不被看见对他做错什么。
§322τί γὰρ τὸ δεινὸν τοῦθ’ ὅ σ’ ἐξαίρει θανεῖν;
那么,究竟是什么可怕的事驱使你寻死?
§323ἔα μ’ ἁμαρτεῖν· οὐ γὰρ ἐς σὲ ἁμαρτάνω.
让我犯错吧;因为我并没有对你犯错。
§324οὐ δῆθ’ ἑκοῦσά γ’, ἐν δὲ σοὶ λελείψομαι.
我绝不自愿放手,失去你我将被独自留下。
§325τί δρᾷς;
你这是做什么?
βιάζῃ χειρὸς ἐξαρτωμένη;
你拽着我的手强迫我吗?
§326καὶ σῶν γε γονάτων, κοὐ μεθήσομαί ποτε.
还有你的双膝,我绝不放手。
§327κάκ’, ὦ τάλαινα, σοὶ τάδ’, εἰ πεύσῃ, κακά.
可怜的人啊,这对你来说是祸,如果得知,那就是祸害。
§328μεῖζον γὰρ ἢ σοῦ μὴ τυχεῖν τί μοι κακόν;
对我来说,还有什么比失去你更大的灾祸吗?
§329ὀλεῖς· τὸ μέντοι πρᾶγμ’ ἐμοὶ τιμὴν φέρει.
你会毁灭的;然而,这件事却能带给我荣誉。
§330κἄπειτα κρύπτεις χρήσθ’ ἱκνουμένης ἐμοῦ;
既然如此,在我恳求你时,你还要隐瞒这些好事吗?
§331ἐκ τῶν γὰρ αἰσχρῶν ἐσθλὰ μηχανώμεθα.
因为我是想从可耻的事中,筹划出高尚的事来。
§332οὐκοῦν λέγουσα τιμιωτέρα φανῇ.
那么说出来,你岂不显得更加高尚吗?
§333ἄπελθε πρὸς θεῶν δεξιᾶς τ’ ἐμῆς μέθες.
凭着诸神,走开吧,松开我的右手。
§334οὐ δῆτ’, ἐπεί μοι δῶρον οὐ δίδως ὃ χρῆν.
绝不,因为你没有给我你应当给的礼物。
§335δώσω· σέβας γὰρ χειρὸς αἰδοῦμαι τὸ σόν.
我会给的;因为我尊重你双手的恳求。
§336σιγῷμ’ ἂν ἤδη· σὸς γὰρ οὑντεῦθεν λόγος.
现在我便保持沉默;因为接下来轮到你说了。
§337ὦ τλῆμον, οἷον, μῆτερ, ἠράσθης ἔρον, §338ὃν ἔσχε Ταύρου, τέκνον, ἢ τί φῂς τόδε;
啊,不幸的母亲,你爱上的是怎样的爱啊,她对公牛的那种爱吗,孩子? 你这说的是什么?
§339σύ τ’, ὦ τάλαιν’ ὅμαιμε, Διονύσου δάμαρ, §340τέκνον, τί πάσχεις;
还有你,可怜的姐姐,狄俄尼索斯的妻子,孩子,你怎么了?
συγγόνους κακορροθεῖς;
你是在诽谤你的亲人吗?
§341τρίτη δ’ ἐγὼ δύστηνος ὡς ἀπόλλυμαι.
而我,这第三个,也是如此悲惨地走向毁灭。
§342ἔκ τοι πέπληγμαι· ποῖ προβήσεται λόγος;
我真是大吃一惊;你的话究竟要引向何方?
§343ἐκεῖθεν ἡμεῖς, οὐ νεωστί, δυστυχεῖς.
我们的不幸便是自那里而来,并非始于今日。
§344οὐδέν τι μᾶλλον οἶδ’ ἃ βούλομαι κλύειν.
我还是完全不明白我想听的事。
§345φεῦ·
唉!
§345aπῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν;
我多么希望你能替我说出我必须说的话。
§346οὐ μάντις εἰμὶ τἀφανῆ γνῶναι σαφῶς.
我不是预言家,无法清楚地知道看不见的事。
§347τί τοῦθ’, ὃ δὴ λέγουσιν ἀνθρώπους, ἐρᾶν;
人们所说的恋爱,那究竟是什么?
§348ἥδιστον, ὦ παῖ, ταὐτὸν ἀλγεινόν θ’ ἅμα.
那是世上最甜美的事,孩子,但同时也是最痛苦的。
§349ἡμεῖς ἂν εἶμεν θατέρῳ κεχρημένοι.
我们经历的想必是这两者中的后一种。
§350τί φῄς;
你说什么?
ἐρᾷς, ὦ τέκνον;
你恋爱了吗,孩子?
ἀνθρώπων τίνος;
是和谁?
§351ὅστις ποθ’ οὗτός ἐσθ’, ὁ τῆς Ἀμαζόνος §352Ἱππόλυτον αὐδᾷς;
不管那人是谁……就是那个亚马逊女人的儿子…… 你是指希波吕托斯吗?
§352bσοῦ τάδ’, οὐκ ἐμοῦ κλύεις.
这是你嘴里说出来的,不是从我这听来的。
§353οἴμοι, τί λέξεις, τέκνον;
天哪,你要说什么,孩子?
ὥς μ’ ἀπώλεσας.
你可把我害惨了!
§354γυναῖκες, οὐκ ἀνασχέτ’· οὐκ ἀνέξομαι §355ζῶσ’· ἐχθρὸν ἦμαρ, ἐχθρὸν εἰσορῶ φάος.
妇人们,这无法容忍;我无法忍受活下去;我看到了可恶的一天,可恶的光芒。
§356ῥίψω μεθήσω σῶμ’, ἀπαλλαχθήσομαι §357βίου θανοῦσα·
我要抛弃、放手这具肉体,从生命中解脱出来,通过死去。
χαίρετ’· οὐκέτ’ εἴμ’ ἐγώ.
再见;我已不复存在。
§358οἱ σώφρονες γὰρ οὐχ ἑκόντες, ἀλλ’ ὅμως §359κακῶν ἐρῶσι.
因为那些贞洁的人,虽非自愿,但终究会爱上恶事。
Κύπρις οὐκ ἄρ’ ἦν θεός, §360ἀλλ’ εἴ τι μεῖζον ἄλλο γίγνεται θεοῦ, §361ἣ τήνδε κἀμὲ καὶ δόμους ἀπώλεσεν.
看来塞浦路斯女神并非神明,而是比神明更强大、更别具力量的存在,就是她,毁灭了这女人、我以及整个家园。
§362ἄιες ὤ, ἔκλυες ὤ, §362aἀνήκουστα τᾶς §363τυράννου πάθεα μέλεα θρεομένας;
你听到了吗,啊,你听到了吗,不堪入耳的,王后的在悲痛哀歌中吐露的苦难?
§364— ὀλοίμαν ἔγωγε, πρὶν σὰν φιλίαν §365κατανύσαι φρενῶν.
——愿我死去,在我的心通向你那样的心境之前。
ἰώ μοι, φεῦ φεῦ.
啊,痛哉,哀哉。
§366— ὦ τάλαινα τῶνδ’ ἀλγέων·
——啊,承受这些痛苦的可怜女子!
§367— ὦ πόνοι τρέφοντες βροτούς.
——啊,纠缠着凡人的苦难啊。
§368— ὄλωλας, ἐξέφηνας ἐς φάος κακά.
——你毁灭了,将恶事暴露在了光天化日之下。
§369— τίς σε παναμέριος ὅδε χρόνος μένει;
——在这漫长的一天中,有什么样的时光在等待着你?
§370— τελευτάσεταί τι καινὸν δόμοις.
——这家族将迎来某种崭新的结局。
§371— ἄσημα δ’ οὐκέτ’ ἐστὶν οἷ φθίνει τύχα §372Κύπριδος, ὦ τάλαινα παῖ Κρησία.
——塞浦路斯女神带来的命运将衰亡至何处,已不再模糊,可怜的克里特女儿啊。
§373Τροζήνιαι γυναῖκες, αἳ τόδ’ ἔσχατον §374οἰκεῖτε χώρας Πελοπίας προνώπιον, §375ἤδη ποτ’ ἄλλως νυκτὸς ἐν μακρῷ χρόνῳ §376θνητῶν ἐφρόντισ’ ᾗ διέφθαρται βίος.
特罗曾的妇女们,你们居住在佩洛普斯土地的这最边缘的前庭,此前,在漫长黑夜的时光中,我曾思索过,凡人的生活究竟是如何败坏的。
§377καί μοι δοκοῦσιν οὐ κατὰ γνώμης φύσιν §378πράσσειν κάκιον· ἔστι γὰρ τό γ’ εὖ φρονεῖν
在我看来,他们行事变坏,并非因为天生缺乏判断力;因为,正确思考的能力

词汇与语法注释

  1. 304αὐθαδεστέρα ... θαλάσσης — `θαλάσσης` 是比较属格,修饰比较级形容词 `αὐθαδεστέρα`(更加顽固的)。这一比喻将淮德拉顽固的沉默比作大海的冷酷与毫不妥协。
  2. 309νόθον φρονοῦντα γνήσι’ — `φρονοῦντα` 是分词,修饰随后的 `Ἱππόλυτον`。`γνήσι’`(`γνήσια`)是动词 `φρονέω` 的内在宾语或副词性宾格,意为“心怀嫡子般的傲慢或尊严”,与前面的 `νόθον`(私生子)形成对比。
  3. 324ἐν δὲ σοὶ λελείψομαι — 介词短语 `ἐν σοὶ` 在此表示环境或随附条件(“因你的死”或“失去你”),修饰将来被动语态动词 `λελείψομαι`(“我将被留下”)。乳母借此表达若淮德拉死去、自己被抛弃的绝望之情。
  4. 331μηχανώμεθα — 第一人称复数动词 `μηχανώμεθα` 在此作为诗学复数,实际仅指淮德拉自身。`τῶν αἰσχρῶν`(可耻的事)指她内心隐藏的禁忌情欲,而 `ἐσθλὰ`(高尚/好的事)则暗示她试图通过沉默来实现体面的死亡。
  5. 345aπῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν — `πῶς ἂν` 搭配希求法动词 `λέξειας` 表达了一种委婉或难以实现的愿望(“要是你能替我指明……该有多好”)。`ἁμὲ` 是 `ἃ ἐμέ` 的元音融合(crasis),其中 `ἃ` 是关系代词宾格,`ἐμέ` 是不定式 `λέγειν` 的逻辑主语宾格。

引用这一段

欧里庇得斯, 希波吕托斯 §298-378. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg005.humanitext-grc2:298-378

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。