Humanitext Reader

欧里庇得斯 · 希波吕托斯 §1281-1378

阿耳忒弥斯揭示真相与濒死的希波吕托斯

第 15 段,共 16 段 · 希腊语

内容简介

阿耳忒弥斯现身并揭示了忒修斯的过失与淮德拉的阴谋,随后濒死的希波吕托斯被抬入场,哀叹自己的命运与父亲的诅咒。

§1281Κύπρι, τῶνδε μόνα κρατύνεις.
歌队:塞浦路斯女神啊,唯有您统治着这一切。
§1283σὲ τὸν εὐπατρίδην Αἰγέως κέλομαι §1284παῖδ’ ἐπακοῦσαι· §1285Λητοῦς δὲ κόρη σ’ Ἄρτεμις αὐδῶ.
阿耳忒弥斯:埃勾斯的高贵之子啊,我命令你,孩子,你要倾听;我是勒托之女阿耳忒弥斯,正在对你说话。
§1286Θησεῦ, τί τάλας τοῖσδε συνήδῃ,
忒修斯啊,你这可怜的人,为何为此感到快意?
§1287παῖδ’ οὐχ ὁσίως σὸν ἀποκτείνας, §1288ψευδέσι μύθοις ἀλόχου πεισθεὶς §1289ἀφανῆ; φανερὰν δ’ ἔσχεθες ἄτην.
你不义地杀死了自己的儿子,你信了妻子的谎言,盲信那不可见之事,却换来了显而易见的灾殃。
§1290πῶς οὐχ ὑπὸ γῆς τάρταρα κρύπτεις §1291δέμας αἰσχυνθείς,
你为何不因羞愧而将身体隐藏在深渊之下?
§1292ἢ πτηνὸς ἄνω μεταβὰς βίοτον §1293πήματος ἔξω πόδα τοῦδ’ ἀνέχεις;
或是化作飞鸟高飞,将双足抽离出这苦难之外?
§1294ὡς ἔν γ’ ἀγαθοῖς ἀνδράσιν οὔ σοι §1295κτητὸν βιότου μέρος ἐστίν.
因为在正直的人们中间,已无你可以安身立命的一席之地。
§1296ἄκουε, Θησεῦ, σῶν κακῶν κατάστασιν· §1297καίτοι προκόψω γ’ οὐδέν, ἀλγυνῶ δέ σε.
听着,忒修斯,你所招致的灾祸的真相:虽然这无济于事,只会徒增你的痛苦。
§1298ἀλλ’ ἐς τόδ’ ἦλθον, παιδὸς ἐκδεῖξαι φρένα §1299τοῦ σοῦ δικαίαν, ὡς ὑπ’ εὐκλείας θάνῃ, §1300καὶ σῆς γυναικὸς οἶστρον ἢ τρόπον τινὰ §1301γενναιότητα·
但我来到这里,是为了证明你儿子的心灵是公正无辜的,好让他带着清白的名声死去;也为了揭示你妻子的疯狂,或是从某种意义上说,她的高贵。
τῆς γὰρ ἐχθίστης θεῶν §1302ἡμῖν, ὅσαισι παρθένειος ἡδονή, §1303δηχθεῖσα κέντροις παιδὸς ἠράσθη σέθεν.
因为在众神之中,最令我们这些以纯洁为乐的贞女所憎恨的那位女神,用欲望之刺刺伤了她,使她爱上了你的儿子。
§1304γνώμῃ δὲ νικᾶν τὴν Κύπριν πειρωμένη §1305τροφοῦ διώλετ’ οὐχ ἑκοῦσα μηχαναῖς, §1306ἣ σῷ δι’ ὅρκων παιδὶ σημαίνει νόσον.
虽然她试图用理智来战胜塞浦路斯女神,却违背本意,被乳母的诡计所毁灭—— 乳母在立誓之后,向你的儿子透露了这病症。
§1307ὃ δ’, ὥσπερ ὢν δίκαιος, οὐκ ἐφέσπετο §1308λόγοισιν, οὐδ’ αὖ πρὸς σέθεν κακούμενος §1309ὅρκων ἀφεῖλε πίστιν, εὐσεβὴς γεγώς.
而他,正如一个正直之人,并未听从她的教唆;即使后来遭到你的虐待,因为他的虔敬,他也没有违背起过的誓言。
§1310ἣ δ’ εἰς ἔλεγχον μὴ πέσῃ φοβουμένη §1311ψευδεῖς γραφὰς ἔγραψε καὶ διώλεσεν §1312δόλοισι σὸν παῖδ’· ἀλλ’ ὅμως ἔπεισέ σε.
至于她,由于害怕真相败露,便写下了虚假的信件,用诡计毁灭了你的儿子;但你竟然轻易信了她。
§1313οἴμοι.
忒修斯:哀哉!
§1313aδάκνει σε, Θησεῦ, μῦθος;
阿耳忒弥斯:这番话刺痛你了吗,忒修斯?
ἀλλ’ ἔχ’ ἥσυχος, §1314τοὐνθένδ’ ἀκούσας ὡς ἂν οἰμώξῃς πλέον.
且安静听着,听完后面的话,你会更加哀号。
§1315ἆρ’ οἶσθα πατρὸς τρεῖς ἀρὰς ἔχων σαφεῖς;
你可知道,你手握着父亲赐予你的三次灵验的诅咒?
§1316ὧν τὴν μίαν παρεῖλες, ὦ κάκιστε σύ, §1317ἐς παῖδα τὸν σόν, ἐξὸν εἰς ἐχθρόν τινα.
你这极恶之人,竟然将其中的一次,浪费在自己儿子身上,而它本可以指向某个敌人的。
§1318πατὴρ μὲν οὖν σοι πόντιος φρονῶν καλῶς §1319ἔδωχ’ ὅσονπερ χρῆν, ἐπείπερ ᾔνεσεν· §1320σὺ δ’ ἔν τ’ ἐκείνῳ κἀν ἐμοὶ φαίνῃ κακός,
那来自海洋的父亲出于好意,履行了承诺,给予了你应得的分量;但在他眼中,在我的眼中,你都被证实是个恶人。
§1321ὃς οὔτε πίστιν οὔτε μάντεων ὄπα §1322ἔμεινας, οὐκ ἤλεγξας, οὐ χρόνῳ μακρῷ §1323σκέψιν παρέσχες, ἀλλὰ θᾶσσον ἤ σ’ ἐχρῆν §1324ἀρὰς ἀφῆκας παιδὶ καὶ κατέκτανες.
你既不等待确证,也不倾听先知的神示,未加查证,也未留出充裕的时间进行深思熟虑,却比理应采取的行动更快,便对儿子降下诅咒,将他害死。
§1325δέσποιν’, ὀλοίμην.
忒修斯:女神啊,愿我毁灭。
§1325bδείν’ ἔπραξας, ἀλλ’ ὅμως §1326ἔτ’ ἔστι καί σοι τῶνδε συγγνώμης τυχεῖν· §1327Κύπρις γὰρ ἤθελ’ ὥστε γίγνεσθαι τόδε, §1328πληροῦσα θυμόν.
阿耳忒弥斯:你犯下了大罪,但即便如此,你依然有可能为此获得宽恕;因为塞浦路斯女神想要这一切发生,以此满足她的心愿。
θεοῖσι δ’ ὧδ’ ἔχει νόμος· §1329οὐδεὶς ἀπαντᾶν βούλεται προθυμίᾳ §1330τῇ τοῦ θέλοντος, ἀλλ’ ἀφιστάμεσθ’ ἀεί.
在众神之中,有这样的法则:没有人愿意去违背另一位神明所怀的意愿,我们总是置身事外。
§1331ἐπεί, σάφ’ ἴσθι, Ζῆνα μὴ φοβουμένη §1332οὐκ ἄν ποτ’ ἦλθον ἐς τόδ’ αἰσχύνης ἐγὼ §1333ὥστ’ ἄνδρα πάντων φίλτατον βροτῶν ἐμοὶ §1334θανεῖν ἐᾶσαι.
因为,你且确信,若非出于对宙斯的敬畏,我绝不会落入这般屈辱的境地,以至于容忍我最挚爱的人无辜死去。
τὴν δὲ σὴν ἁμαρτίαν §1335τὸ μὴ εἰδέναι μὲν πρῶτον ἐκλύει κάκης· §1336ἔπειτα δ’ ἡ θανοῦσ’ ἀνήλωσεν γυνὴ §1337λόγων ἐλέγχους ὥστε σὴν πεῖσαι φρένα.
然而,对于你的过错,首先,你的无知免去了你的罪责;其次,已故的妻子耗尽了一切辩白之辞,从而误导了你的心智。
§1338μάλιστα μέν νυν σοὶ τάδ’ ἔρρωγεν κακά, §1339λύπη δὲ κἀμοί·
如今,这些灾祸首当其冲地重创了你,但也令我感到悲伤。
τοὺς γὰρ εὐσεβεῖς θεοὶ §1340θνῄσκοντας οὐ χαίρουσι·
因为虔诚之人死去时,众神并不欢喜。
τούς γε μὴν κακοὺς §1341αὐτοῖς τέκνοισι καὶ δόμοις ἐξόλλυμεν.
然而对于恶人,我们必连同其子嗣和家室一同将其消灭。
§1342καὶ μὴν ὁ τάλας ὅδε δὴ στείχει, §1343σάρκας νεαρὰς ξανθόν τε κάρα §1344διαλυμανθείς.
歌队:看啊,那不幸的人正朝这里走来,他那年轻的躯体和金色的发丝已被摧残得不成人形。
ὦ πόνος οἴκων, §1345οἷον ἐκράνθη δίδυμον μελάθροις §1346πένθος θεόθεν καταληπτόν.
啊,家门之痛,神明降临在这殿宇中的,是何等双重的、无可避免的哀恸!
§1347αἰαῖ αἰαῖ·
希波吕托斯:哀哉,痛哉!
§1348δύστηνος ἐγώ, πατρὸς ἐξ ἀδίκου §1349χρησμοῖς ἀδίκοις διελυμάνθην.
不幸的我,竟因不义之父的不义神咒而被摧残至此!
§1350ἀπόλωλα τάλας, οἴμοι μοι.
我已毁灭,悲惨的我,呜呼哀哉。
§1351διά μου κεφαλῆς ᾄσσουσ’ ὀδύναι, §1352κατὰ δ’ ἐγκέφαλον πηδᾷ σφάκελος.
剧痛刺穿了我的头部,痉挛在脑海中狂跳。
§1353σχές, ἀπειρηκὸς σῶμ’ ἀναπαύσω.
停下,让我安歇这疲惫已极的身躯。
§1355ὦ στυγνὸν ὄχημ’ ἵππειον, ἐμῆς §1356βόσκημα χερός, §1357διά μ’ ἔφθειρας, κατὰ δ’ ἔκτεινας.
啊,可憎的骏马,由我亲手喂养大的生灵啊,是你们将我摧毁,是你们将我杀害!
§1358φεῦ φεῦ·
呜呼!
πρὸς θεῶν, ἀτρέμας, δμῶες, §1359χροὸς ἑλκώδους ἅπτεσθε χεροῖν.
求求你们,因神之名,轻一点,仆人们,用双手托起我这伤痕累累的身体。
§1360τίς ἐφέστηκεν δεξιὰ πλευροῖς;
是谁站在我的右侧?
§1361πρόσφορά μ’ αἴρετε, σύντονα δ’ ἕλκετε §1362τὸν κακοδαίμονα καὶ κατάρατον §1363πατρὸς ἀμπλακίαις.
妥帖地将我抬起,平稳地拉着我,这个因父亲的过错而身陷不幸与诅咒的人。
Ζεῦ Ζεῦ, τάδ’ ὁρᾷς;
宙斯啊,宙斯,您看见这一切了吗?
§1364ὅδ’ ὁ σεμνὸς ἐγὼ καὶ θεοσέπτωρ, §1365ὅδ’ ὁ σωφροσύνῃ πάντας ὑπερσχὼν §1366προῦπτον ἐς Ἅιδην στείχω κατ’ ἄκρας §1367ὀλέσας βίοτον· μόχθους δ’ ἄλλως §1368τῆς εὐσεβίας §1369εἰς ἀνθρώπους ἐπόνησα.
这就是那高尚、敬畏神明的我,这就是在节制上超越了众人的我,如今正走向显而易见的冥府,彻底毁灭了我的生命;我徒然地将虔敬的劳苦奉献给了世人。
§1370αἰαῖ αἰαῖ·
哀哉,痛哉!
§1371καὶ νῦν ὀδύνα μ’ ὀδύνα βαίνει — §1372μέθετέ με, τάλανες —
而今,剧痛、剧痛袭向了我—— 放开我吧,可怜的人们!
§1373καί μοι θάνατος Παιὰν ἔλθοι.
—— 愿死亡作为医神降临于我。
§1374προσαπόλλυτ’ ἀπόλλυτε τὸν δυσδαί- §1375μονά μ’·
彻底毁灭我,毁灭我这不幸的人吧!
ἀμφιτόμου λόγχας ἔραμαι, §1376διαμοιρᾶσαι §1377διά τ’ εὐνᾶσαι τὸν ἐμὸν βίοτον.
—— 我渴望得到一把双刃矛,将我劈开,让我的生命归于安宁。
§1378ὦ πατρὸς ἐμοῦ δύστηνος ἀρά·
啊,我父亲那悲惨的诅咒!

词汇与语法注释

  1. §1289ἀφανῆ; φανερὰν δ’ ἔσχεθες ἄτην. — 此处构成对比结构:“被不可见(无确证)的事物(ἀφανῆ)所说服,(结果)得到了显而易见的毁灭(φανερὰν ἄτην)”。ἀφανῆ 作为中性复数,指代“不可见/未证实之事”,与后文显而易见的灾殃(ἄτην)形成强烈对比。
  2. §1294-1295οὔ σοι κτητὸν βιότου μέρος ἐστίν. — 由连词 ὡς(因为)引导的名词性分句。σοι 是所有格与格,意为“对你而言,不存在可以获得的生命份额”。κτητόν 是动形容词,修饰主语 μέρος。
  3. §1301-1302τῆς γὰρ ἐχθίστης θεῶν ἡμῖν, ὅσαισι παρθένειος ἡδονή, — 关系从句 ὅσαισι παρθένειος ἡδονή(所有以贞洁为乐的女性)修饰先行词 ἡμῖν(我们)。ἡμῖν 是与最高级 ἐχθίστης(最可憎的)连用的关系与格。
  4. §1335τὸ μὴ εἰδέναι μὲν πρῶτον ἐκλύει κάκης· — 冠词性不定式短语 τὸ μὴ εἰδέναι(无知/不知情)作主语。动词 ἐκλύει“免除”或“减轻”,说明忒修斯的不知情减轻了他的罪过。
  5. §1362-1363τὸν κακοδαίμονα καὶ κατάρατον πατρὸς ἀμπλακίαις. — 指代说话人自身(对格):“因父亲的过错(ἀμπλακίαις,原因与格)而身陷不幸与诅咒的人”。该名词短语作前文动词 αἴρετε 和 ἕλκετε 的直接宾语。

引用这一段

欧里庇得斯, 希波吕托斯 §1281-1378. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg005.humanitext-grc2:1281-1378

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。