Humanitext Reader

欧里庇得斯 · 希波吕托斯 §1379-1466

阿耳忒弥斯的慰藉与父子和解及离世

第 16 段,共 16 段 · 希腊语

内容简介

希波吕托斯在祖先罪业和父亲诅咒的折磨中感应到了阿耳忒弥斯的到来。女神证实了他的清白并许诺未来的荣耀,最终父子达成和解,希波吕托斯安详离世。

§1379μιαιφόνων συγγόνων παλαιῶν §1380προγεννητόρων ἐξορίζεται §1381κακόν, οὐδὲ μέλλει, §1382ἔμολέ τ’ ἐπ’ ἐμὲ τί ποτε τὸν οὐ- §1383δὲν ὄντ’ ἐπαίτιον κακῶν;
源自古昔犯下杀戮之罪的先祖,灾祸跨越了边界而被降下,毫不迟疑,它竟落在了我的身上——究竟为何落在我这对灾祸毫无责任的人身上?
§1384ἰώ μοί μοι·
呜呼,痛哉!
§1385— τί φῶ;
我该说什么?
πῶς ἀπαλλάξω βιοτὰν ἐμὰν τάνδ’ ἀναλ- §1386γήτου πάθους;
我该如何将我的生命,从这无情的痛苦中解脱?
εἴθε με κοι- §1387μάσειε τὸν δυσδαίμον’ Ἅι- §1388δου μέλαινα νύκτερός τ’ ἀνάγκα.
但愿哈得斯那黑暗而如夜的必然命运,能让我这不幸的人长眠!
§1389ὦ τλῆμον, οἵᾳ συμφορᾷ συνεζύγης·
噢,可怜的人,你被套在了何等深重的灾难之中!
§1390τὸ δ’ εὐγενές σε τῶν φρενῶν ἀπώλεσεν.
你心灵的高贵毁灭了你。
§1391ἔα·
呀!
§1391aὦ θεῖον ὀδμῆς πνεῦμα·
噢,芬芳的神圣气息!
καὶ γὰρ ἐν κακοῖς §1392ὢν ᾐσθόμην σου κἀνεκουφίσθην δέμας·
即便身陷苦难,我也感应到了您,躯体登时轻松起来。
§1393ἔστ’ ἐν τόποισι τοισίδ’ Ἄρτεμις θεά.
女神阿耳忒弥斯就在此地。
§1394ὦ τλῆμον, ἔστι, σοί γε φιλτάτη θεῶν.
噢,可怜的人,她就在此,在众神中对你最亲近的那位女神。
§1395ὁρᾷς με, δέσποιν’, ὡς ἔχω, τὸν ἄθλιον;
女神啊,您看见我这凄惨的模样了吗?
§1396ὁρῶ· κατ’ ὄσσων δ’ οὐ θέμις βαλεῖν δάκρυ.
我看见了;但在我眼中落泪,是不合神律的。
§1397οὐκ ἔστι σοι κυναγὸς οὐδ’ ὑπηρέτης,
您已不再拥有您的猎手和侍从了。
§1398οὐ δῆτ’· ἀτάρ μοι προσφιλής γ’ ἀπόλλυσαι.
确实没有了;然而,你在我深爱之中走向消亡。
§1399οὐδ’ ἱππονώμας οὐδ’ ἀγαλμάτων φύλαξ.
也没有了驭马之人,更没有了您神像的守护者。
§1400Κύπρις γὰρ ἡ πανοῦργος ὧδ’ ἐμήσατο.
因为那奸诈的塞浦路斯女神如此设下了毒计。
§1401ὤμοι·
哀哉!
φρονῶ δὴ δαίμον’ ἥ μ’ ἀπώλεσεν.
如今我终于明白是哪位神明毁灭了我。
§1402τιμῆς ἐμέμφθη σωφρονοῦντι δ’ ἤχθετο.
她责怪自己未获尊崇,并对你的节制深感恼怒。
§1403τρεῖς ὄντας ἡμᾶς ὤλεσ’, ᾔσθημαι, Κύπρις.
我明白,塞浦路斯女神一口气毁灭了我们三个人。
§1404πατέρα γε καὶ σὲ καὶ τρίτην ξυνάορον.
你的父亲、你,以及那第三个——他的妻子。
§1405ᾤμωξα τοίνυν καὶ πατρὸς δυσπραξίας.
因此,我也为我父亲的不幸而悲叹。
§1406ἐξηπατήθη δαίμονος βουλεύμασιν.
他是被那神明的计谋所蒙骗的。
§1407ὦ δυστάλας σὺ τῆσδε συμφορᾶς, πάτερ.
父亲啊,在这场灾难中,您真是太不幸了。
§1408ὄλωλα, τέκνον, οὐδέ μοι χάρις βίου.
我彻底毁灭了,孩子,我的生命已无丝毫快乐。
§1409στένω σὲ μᾶλλον ἢ’μὲ τῆς ἁμαρτίας.
比起我自己的过错,我更为你的遭遇而悲伤。
§1410εἰ γὰρ γενοίμην, τέκνον, ἀντὶ σοῦ νεκρός.
孩子啊,但愿死的人是我,而不是你!
§1411ὦ δῶρα πατρὸς σοῦ Ποσειδῶνος πικρά.
噢,您父亲波塞冬赐予的,何等苦涩的礼物!
§1412ὡς μήποτ’ ἐλθεῖν ὤφελ’ ἐς τοὐμὸν στόμα.
真希望它永远不曾从我口中说出!
§1413τί δ’;
何出此言?
ἔκτανές τἄν μ’, ὡς τότ’ ἦσθ’ ὠργισμένος.
您当时那般愤怒,无论如何也会杀了我的。
§1414δόξης γὰρ ἦμεν πρὸς θεῶν ἐσφαλμένοι.
因为当时我们被神明蒙蔽了理智。
§1415φεῦ·
哀哉!
§1415aεἴθ’ ἦν ἀραῖον δαίμοσιν βροτῶν γένος.
但愿凡人能对神明降下诅咒!
§1416ἔασον· οὐ γὰρ οὐδὲ γῆς ὑπὸ ζόφον §1417θεᾶς ἄτιμοι Κύπριδος ἐκ προθυμίας §1418ὀργαὶ κατασκήψουσιν ἐς τὸ σὸν δέμας §1419σῆς εὐσεβείας κἀγαθῆς φρενὸς χάριν.
且住;因为即便在下界的幽冥中,塞浦路斯女神那执意的怒火也绝不能在你的躯体上肆意践踏,这皆因你的虔敬与善良的心灵。
§1420ἐγὼ γὰρ αὐτῆς ἄλλον ἐξ ἐμῆς χερὸς §1421ὃς ἂν μάλιστα φίλτατος κυρῇ βροτῶν §1422τόξοις ἀφύκτοις τοῖσδε τιμωρήσομαι.
因为我将亲手对另一个凡人中她最钟爱的人,用这无可逃脱的强弓进行复仇。
§1423σοὶ δ’, ὦ ταλαίπωρ’, ἀντὶ τῶνδε τῶν κακῶν §1424τιμὰς μεγίστας ἐν πόλει Τροζηνίᾳ §1425δώσω· κόραι γὰρ ἄζυγες γάμων πάρος §1426κόμας κεροῦνταί σοι, δι’ αἰῶνος μακροῦ §1427πένθη μέγιστα δακρύων καρπουμένῳ.
而你,噢,不幸的人,作为对这些灾难的补偿,我将在特罗曾城赐予你至高无上的荣耀;未嫁的少女们在婚礼之前,都将为你剪下她们的发丝,在漫长的岁月中,你将收获她们深切的悲哀与泪水的果实。
§1428ἀεὶ δὲ μουσοποιὸς ἐς σὲ παρθένων §1429ἔσται μέριμνα, κοὐκ ἀνώνυμος πεσὼν §1430ἔρως ὁ Φαίδρας ἐς σὲ σιγηθήσεται.
少女们将永远用歌谣来缅怀你,斐德拉对你的那份爱意也绝不会湮灭于无声之中。
§1431σὺ δ’, ὦ γεραιοῦ τέκνον Αἰγέως, λαβὲ §1432σὸν παῖδ’ ἐν ἀγκάλαισι καὶ προσέλκυσαι· §1433ἄκων γὰρ ὤλεσάς νιν·
而你,年迈的埃勾斯之子啊,快把你的儿子抱入怀中,拉近他吧;因为你是在违背本意的情况下毁灭了他的。
ἀνθρώποισι δὲ §1434θεῶν διδόντων εἰκὸς ἐξαμαρτάνειν.
当神明降下这般运数时,凡人犯错也是理所当然的。
§1435καὶ σοὶ παραινῶ πατέρα μὴ στυγεῖν σέθεν, §1436Ἱππόλυτ’· ἔχεις γὰρ μοῖραν ᾗ διεφθάρης.
至于你,我劝你不要怨恨你的父亲,希波吕托斯;因为你承受了致你于死地的宿命。
§1437καὶ χαῖρ’· ἐμοὶ γὰρ οὐ θέμις φθιτοὺς ὁρᾶν §1438οὐδ’ ὄμμα χραίνειν θανασίμοισιν ἐκπνοαῖς· §1439ὁρῶ δέ σ’ ἤδη τοῦδε πλησίον κακοῦ.
再会了;因为看望死者,或让临终的吐息玷污我的双眸,都是我不被允许的;而我看见,你如今已经临近了这灾殃。
§1440χαίρουσα καὶ σὺ στεῖχε, παρθέν’ ὀλβία· §1441μακρὰν δὲ λείπεις ῥᾳδίως ὁμιλίαν.
祝您安好,也请您离去,幸福的贞女;您竟如此轻易地舍弃了我们长久以来的相伴!
§1442λύω δὲ νεῖκος πατρὶ χρῃζούσης σέθεν· §1443καὶ γὰρ πάροιθε σοῖς ἐπειθόμην λόγοις.
既然您如此期望,我便消解与父亲的龃龉;因为在此前,我也一直听从着您的教诲。
§1444αἰαῖ, κατ’ ὄσσων κιγχάνει μ’ ἤδη σκότος·
哀哉,黑暗已然笼罩了我的双眼!
§1445λαβοῦ, πάτερ, μου καὶ κατόρθωσον δέμας.
扶住我,父亲,帮我把身体放平。
§1446οἴμοι, τέκνον, τί δρᾷς με τὸν δυσδαίμονα;
哀哉,我的孩子,你让我这不幸的人如何是好?
§1447ὄλωλα καὶ δὴ νερτέρων ὁρῶ πύλας.
我命已绝,而且我已经看见了冥界的门户。
§1448ἦ τὴν ἐμὴν ἄναγνον ἐκλιπὼν χέρα;
难道你要留下我这双未洗净不洁的手,就此离去吗?
§1449οὐ δῆτ’, ἐπεί σε τοῦδ’ ἐλευθερῶ φόνου.
绝不如此,因为我免除您这桩弑子之罪。
§1450τί φῄς;
你流血说出此言?
ἀφίης αἵματός μ’ ἐλεύθερον;
你免去了我的血债?
§1451τὴν τοξόδαμνον Ἄρτεμιν μαρτύρομαι.
我以那用弓箭降伏猛兽的阿耳忒弥斯为证。
§1452ὦ φίλταθ’, ὡς γενναῖος ἐκφαίνῃ πατρί.
噢,最亲爱的孩子,你在父亲面前展现了何等的高贵!
§1455τοιῶνδε παίδων γνησίων εὔχου τυχεῖν.
愿您能祈求得到如此高贵而真正纯洁的子嗣。
§1454οἴμοι φρενὸς σῆς εὐσεβοῦς τε κἀγαθῆς.
哀哉,你那虔敬而善良的心灵!
§1453ὦ χαῖρε καὶ σύ, χαῖρε πολλά μοι, πάτερ.
也祝您安好,千百遍地祝您安好,父亲!
§1456μή νυν προδῷς με, τέκνον, ἀλλὰ καρτέρει.
此时切莫抛下我,我的孩子,坚持下去。
§1457κεκαρτέρηται τἄμ’· ὄλωλα γάρ, πάτερ.
我的坚持已到了尽头;因为我已然逝去了,父亲。
§1458κρύψον δέ μου πρόσωπον ὡς τάχος πέπλοις.
请尽快用衣袍蒙上我的脸。
§1459ὦ κλείν’ Ἀθῆναι Παλλάδος θ’ ὁρίσματα, §1460οἵου στερήσεσθ’ ἀνδρός.
噢,名声赫赫的雅典与帕拉斯的疆土,你们将失去何等伟大的男子!
ὦ τλήμων ἐγώ·
噢,可怜的我!
§1461ὡς πολλά, Κύπρι, σῶν κακῶν μεμνήσομαι.
塞浦路斯女神啊,我将多么深切地记住你所降下的灾殃!
§1462κοινὸν τόδ’ ἄχος πᾶσι πολίταις §1463ἦλθεν ἀέλπτως.
这桩所有公民共同的悲痛,出乎意料地降临了。
§1464πολλῶν δακρύων ἔσται πίτυλος· §1465τῶν γὰρ μεγάλων ἀξιοπενθεῖς §1466φῆμαι μᾶλλον κατέχουσιν.
必将引来无数泪水的倾泻;因为对于伟大人物的、值得哀悼的声名传闻,更能震慑众人的心弦。

词汇与语法注释

  1. 1379μιαιφόνων συγγόνων παλαιῶν προγεννητόρων — 属格名词短语。可解释为表示起点的夺格性属格,修饰不及物动词 `ἐξορίζεται`(越界、传出),或作为所有格修饰 `κακόν`。它强调了源自祖先血债的灾祸跨越世代降临到后代身上。
  2. 1412ὡς μήποτ’ ἐλθεῖν ὤφελ’ — 表示过去未能实现的愿望的句式,由 `ὤφελ[ε]`(`ὀφείλω` 的不定过去时)加上不定式 `ἐλθεῖν` 构成。伴随否定词 `μή`,表达强烈的后悔之情:“(诅咒)真不该从我口中说出(但实际上已经说出了)”。
  3. 1421ὃς ἂν μάλιστα φίλτατος κυρῇ — 关系代词 `ὅς` 与 `ἄν` 以及虚拟语气 `κυρῇ`(源自 `κυρέω`,“正是、恰是”)结合,构成表示现在一般性条件的关系从句。它修饰先行词 `ἄλλον`,后者作为主句动词 `τιμωρήσομαι` 的宾语。阿耳忒弥斯在此预言,她将射杀塞浦路斯最心爱的凡人(暗指阿多尼斯)来报复她。

引用这一段

欧里庇得斯, 希波吕托斯 §1379-1466. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg005.humanitext-grc2:1379-1466

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。