Humanitext Reader

欧里庇得斯 · 赫拉克勒斯的儿女 §560-642

麦卡里亚赴难与赫罗斯仆从的到来

第 8 段,共 13 段 · 希腊语

内容简介

麦卡里亚向约拉欧斯及兄弟们作最后的告别,毅然前往献祭。约拉欧斯因悲伤而瘫倒,歌队吟唱命运的无常,此时赫罗斯的家仆带来喜讯出现。

§560ἕπου δέ, πρέσβυ·
[麦卡里亚] 老人啊,请跟我来。
σῇ γὰρ ἐνθανεῖν χερὶ §561θέλω·
因为我希望死在您的手里。
πέπλοις δὲ σῶμʼ ἐμὸν κρύψον παρών· §562ἐπεὶ σφαγῆς γε πρὸς τὸ δεινὸν εἶμʼ ἐγώ, §563εἴπερ πέφυκα πατρὸς οὗπερ εὔχομαι.
请在场并用衣袍遮盖我的身体;因为我确实要走向那可怕的献祭,如果我确实如我所自豪的那样,是那位父亲的女儿。
§564οὐκ ἂν δυναίμην σῷ παρεστάναι μόρῳ.
[约拉欧斯] 我无法在旁看着你的死亡。
§565σὺ δʼ ἀλλὰ τοῦδε χρῇζε, μή μʼ ἐν ἀρσένων, §566ἀλλʼ ἐν γυναικῶν, χερσὶν ἐκπνεῦσαι βίον.
[麦卡里亚] 那么,请至少请求这件事:让我不是在男人手里,而是在女人手里吐出我的生命。
§567ἔσται τάδʼ, ὦ τάλαινα παρθένων, ἐπεὶ §568κἀμοὶ τόδʼ αἰσχρόν, μή σε κοσμεῖσθαι καλῶς, §569πολλῶν ἕκατι, τῆς τε σῆς εὐψυχίας §570καὶ τοῦ δικαίου·
[约拉欧斯] 会这样的,哦,处女中最可怜的孩子,因为如果你得不到体面的装饰,对我来说也是一种耻辱,这是出于许多原因,既为了你的勇气,也为了正义。
τλημονεστάτην δὲ σὲ §571πασῶν γυναικῶν εἶδον ὀφθαλμοῖς ἐγώ.
我亲眼看到你是所有女人中最坚忍不拔的。
§572ἀλλʼ, εἴ τι βούλῃ, τούσδε τὸν γέροντά τε §573χώρει προσειποῦσʼ ὑστάτοις προσφθέγμασιν.
但是,如果你有任何愿望,请在向这些人和这位老人作最后的告别后前行。
§574ὦ χαῖρε, πρέσβυ, χαῖρε καὶ δίδασκέ μοι §575τοιούσδε τούσδε παῖδας, ἐς τὸ πᾶν σοφούς, §576ὥσπερ σύ, μηδὲν μᾶλλον· ἀρκέσουσι γάρ.
[麦卡里亚] 哦,再见,老人,再见,请为我教导这些,这些孩子,让他们像你一样在一切事上都充满智慧,不要更多,因为这就足够了。
§577πειρῶ δὲ σῶσαι μὴ θανεῖν, πρόθυμος ὤν·
请热切地努力救他们免于死亡。
§578σοὶ παῖδές ἐσμεν, σαῖν χεροῖν τεθράμμεθα.
我们是您的孩子,是在您的双手抚养下长大的。
§579ὁρᾷς δὲ κἀμὲ τὴν ἐμὴν ὥραν γάμου §580διδοῦσαν ἀντὶ τῶνδε κατθανουμένην.
您也看到了我,为了代替他们而死,献出了我出嫁的年华。
§581ὑμεῖς τʼ, ἀδελφῶν ἡ παροῦσʼ ὁμιλία, §582εὐδαιμονοῖτε, καὶ γένοιθʼ ὑμῖν ὅσων §583ἡμὴ πάροιθε καρδία σφαγήσεται.
还有你们,在场的兄弟们,愿你们幸福,愿那使我的心提前为此献祭的一切事物都降临于你们。
§584καὶ τὸν γέροντα τήν τʼ ἔσω γραῖαν δόμων §585τιμᾶτε πατρὸς μητέρʼ Ἀλκμήνην ἐμοῦ §586ξένους τε τούσδε.
请尊敬这位老人和屋里的老妇人——我父亲的母亲阿尔克墨涅,以及这些异邦人。
κἂν ἀπαλλαγὴ πόνων §587καὶ νόστος ὑμῖν εὑρεθῇ ποτʼ ἐκ θεῶν, §588μέμνησθε τὴν σώτειραν ὡς θάψαι χρεών.
如果神明哪天为你们带来了苦难的解脱和重归故土,请记住,你们必须埋葬你们的救星。
§589κάλλιστά τοι δίκαιον· οὐ γὰρ ἐνδεὴς §590ὑμῖν παρέστην, ἀλλὰ προύθανον γένους.
这确实是最美好的正义;因为我并非因匮乏而侍立在你们身旁,而是为了我们的家族先行赴死。
§591τάδʼ ἀντὶ παίδων ἐστί μοι κειμήλια §592καὶ παρθενείας, εἴ τι δὴ κάτω χθονός· §593εἴη γε μέντοι μηδέν.
如果地底下确实有什么的话,这些就是代替孩子和贞洁留给我的珍宝;但愿什么都没有。
εἰ γὰρ ἕξομεν §594κἀκεῖ μερίμνας οἱ θανούμενοι βροτῶν, §595οὐκ οἶδ’ ὅποι τις τρέψεται·
因为如果我们这些死去的凡人在那里也有忧虑,我不知道人该往哪里去。
τὸ γὰρ θανεῖν §596κακῶν μέγιστον φάρμακον νομίζεται.
因为死亡被认为是治愈苦难的最大良药。
§597ἀλλʼ, ὦ μέγιστον ἐκπρέπουσʼ εὐψυχίᾳ §598πασῶν γυναικῶν, ἴσθι, τιμιωτάτη §599καὶ ζῶσʼ ὑφʼ ἡμῶν καὶ θανοῦσʼ ἔσῃ πολύ·
[歌队] 但是,哦,在所有女人中勇气最杰出的人啊,须知,无论是生是死,你都将受到我们极大的尊崇。
§600καὶ χαῖρε·
再见。
δυσφημεῖν γὰρ ἅζομαι θεάν, §601ᾗ σὸν κατῆρκται σῶμα, Δήμητρος κόρην.
因为我不敢对你的身体所献祭的女神——德墨忒尔的女儿——口出不吉之言。
§602ὦ παῖδες, οἰχόμεσθα·
[约拉欧斯] 孩子们啊,我们完了。
λύεται μέλη §603λύπῃ·
我的肢体因悲伤而瘫软。
λάβεσθε κεἰς ἕδραν μʼ ἐρείσατε §604αὐτοῦ πέπλοισι τοῖσδε κρύψαντες, τέκνα.
孩子们,扶着我,让我靠在这座席上,用这些衣袍遮盖我。
§605ὡς οὔτε τούτοις ἥδόμαι πεπραγμένοις, §606χρησμοῦ τε μὴ κρανθέντος οὐ βιώσιμον·
因为我对这些已经发生的事并不感到高兴,而如果神谕不实现,生命便无法继续。
§607μείζων γὰρ ἄτη· συμφορὰ δὲ καὶ τάδε.
因为更大的灾难还在后面,虽然这些事本身已是厄运。
§608οὔτινά φημι θεῶν ἄτερ ὄλβιον, οὐ βαρύποτμον, §609ἄνδρα γενέσθαι· §610οὐδὲ τὸν αὐτὸν ἀεὶ βεβάναι δόμον §611εὐτυχίᾳ· παρὰ δʼ ἄλλαν ἄλλα §612μοῖρα διώκει.
[歌队] 我说,没有神明,没有任何人能变得幸福,也没有人能免遭沉重的命运;同一个家族也不会永远行在好运之中;而是一个命运接着一个命运地追赶着他们。
§613τὸν μὲν ἀφʼ ὑψηλῶν βραχὺν ᾤκισε, §614τὸν δʼ ἀλέταν εὐδαίμονα τεύχει.
它使一人从高位跌落、卑微度日,却使另一人,一个流浪者,变得幸福。
§615μόρσιμα δʼ οὔτι φυγεῖν θέμις, οὐ σοφί- §616ᾳ τις ἀπώσεται, ἀλλὰ μάταν ὁ πρό- §617θυμος ἀεὶ πόνον ἕξει.
命定的事情是绝无法逃避的,任谁也无法用智慧将其推开,热切之人将永远只是白白地劳苦。
§618ἀλλὰ σὺ μὴ προπίτνων τὰ θεῶν φέρε, μηδʼ ὑπεράλγει §620φροντίδα λύπᾳ·
但你不要倒下,要承受来自神明的一切,不要让悲伤过度折磨你的心灵。
§621εὐδόκιμον γὰρ ἔχει θανάτου μέρος §622ἁ μελέα πρό τʼ ἀδελφῶν καὶ γᾶς·
因为那个不幸的姑娘,为了她的兄弟和这片土地,拥有了一份名声显赫的死亡。
§623οὐδʼ ἀκλεής νιν §624δόξα πρὸς ἀνθρώπων ὑποδέξεται·
人们给予她的不会是无名之名,而是荣耀。
§625ἁ δʼ ἀρετὰ βαίνει διὰ μόχθων.
因为美德总是行于艰难之中。
§626ἄξια μὲν πατρός, ἄξια δʼ εὐγενί- §627ας τάδε γίγνεται·
这些事配得上她的父亲,配得上她的高贵出身。
εἰ δὲ σέβεις θανά- §628τους ἀγαθῶν, μετέχω σοι.
如果你尊崇高尚之人的死亡,我与你感同受。
§630ὦ τέκνα, χαίρετʼ·
[侍从] 孩子们,再见。
Ἰόλεως δὲ ποῦ γέρων;
但是老约拉欧斯在哪里?
§631μήτηρ τε πατρὸς τῆσδʼ ἕδρας ἀποστατεῖ;
还有你父亲的母亲,不在这座席上吗?
§632πάρεσμεν, οἵα δή γʼ ἐμοῦ παρουσία.
[约拉欧斯] 我们在这里,尽管我的在场也就只是这样了。
§633τί χρῆμα κεῖσαι καὶ κατηφὲς ὄμμʼ ἔχεις;
[侍从] 你为什么躺着,并且眼神沮丧?
§634φροντίς τις ἦλθʼ οἰκεῖος, ᾗ συνειχόμην.
[约拉欧斯] 某种家事的忧虑袭来,我被它困住了。
§635ἔπαιρέ νυν σεαυτόν, ὄρθωσον κάρα.
[侍从] 那么请站起来,抬起头来。
§636γέροντές ἐσμεν κοὐδαμῶς ἐρρώμεθα.
[约拉欧斯] 我们是老人,毫无气力。
§637ἥκω γε μέντοι χάρμα σοι φέρων μέγα.
[侍从] 但我来这里是给你带来巨大喜悦的。
§638τίς δʼ εἶ σύ;
[约拉欧斯] 你是谁?
ποῦ σοι συντυχὼν ἀμνημονῶ;
我在哪里见过你,竟然不记得了?
§639Ὕλλου πενέστης·
[侍从] 赫罗斯的家仆。
οὔ με γιγνώσκεις ὁρῶν;
你看着我认不出来吗?
§640ὦ φίλταθʼ, ἥκεις ἆρα σωτὴρ νῷν βλάβης;
[约拉欧斯] 哦,最亲爱的人,你来这里难道是作为拯救我们免受伤害的救星吗?
§641μάλιστα·
[侍从] 正是。
καὶ πρός γʼ εὐτυχεῖς τὰ νῦν τάδε.
而且,现在这些情况都很幸运。
§642ὦ μῆτερ ἐσθλοῦ παιδός, Ἀλκμήνην λέγω,
哦,高尚儿子的母亲啊,我指的是阿尔克墨涅,

词汇与语法注释

  1. 565σὺ δʼ ἀλλὰ — 接在条件句或前文否定之后,表示“至少”、“无论如何”等限缩性让步或祈请的小词 ἀλλά 的用法。麦卡里亚对拒绝旁观其死亡的约拉欧斯恳求,至少请他代为请求让她“在女人手中死去”。
  2. 577σῶσαι μὴ θανεῖν — 在表示“挽救”或“阻止”的动词(σῴζω)之后,不定式带上多余否定词 μή 的标准古希腊语语法现象(冗余否定)。用于强调“救他们免于死亡”中避免坏结果的否定意味。
  3. 588τὴν σώτειραν ὡς θάψαι χρεών — 一种前置(先取)句式,其中从句的主语(τὴν σώτειραν)被提前作为主句动词 μέμνησθε 的直接宾语(宾格)。字面意思是“记住这位救星,如何有必要埋葬她”。
  4. 632οἵα δή γʼ ἐμοῦ παρουσία — 利用关系代名词 οἷος 表示性质的用法,带有一种谦逊或自嘲的语气,用以表达自己当前虚弱或不堪的处境。气力用尽、瘫倒在地的约拉欧斯以此表达“虽无能为力,但总之我还在这里”的语感。

引用这一段

欧里庇得斯, 赫拉克勒斯的儿女 §560-642. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg004.humanitext-grc2:560-642

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。