Humanitext Reader

欧里庇得斯 · 赫拉克勒斯的儿女 §643-717

阿尔克墨涅的喜悦与约拉欧斯出征的决意

第 9 段,共 13 段 · 希腊语

内容简介

阿尔克墨涅为赫罗斯到来的消息感到欣喜,但当年迈的约拉欧斯决定亲自前往战场时,侍从、歌队和阿尔克墨涅都拼命劝阻他。

§643ἔξελθʼ, ἄκουσον τοῦδε φιλτάτους λόγους.
[约拉欧斯] 出来吧,听听这人带来的最令人高兴的消息。
§644πάλαι γὰρ ὠδίνουσα τῶν ἀφιγμένων §645ψυχὴν ἐτήκου νόστος εἰ γενήσεται.
因为你长期为那些到达的人而担忧,在焦虑中损耗着你的心灵,不知归乡能否实现。
§646τί χρῆμʼ ἀϋτῆς πᾶν τόδʼ ἐπλήσθη στέγος §647Ἰόλαε;
[阿尔克墨涅] 约拉欧斯,为什么整个屋子都充满了这般呼喊?
μῶν τίς σʼ αὖ βιάζεται παρὼν §648κῆρυξ ἀπʼ Ἄργους;
难道又是来自阿尔戈斯的使者在向你施加暴力?
ἀσθενὴς μὲν ἥ γʼ ἐμὴ §649ῥώμη, τοσόνδε δʼ εἰδέναι σʼ ἐχρῆν, ξένε, §650οὐκ ἔστʼ ἄγειν σε τούσδʼ ἐμοῦ ζώσης ποτέ.
我的力量固然微弱,但是,异邦人,你应当知道这点,只要我活着,你绝不能把他们带走。
§651ἦ τἄρ’ ἐκείνου μὴ νομιζοίμην ἐγὼ §652μήτηρ ἔτʼ· εἰ δὲ τῶνδε προσθίξῃ χερί, §653δυοῖν γερόντοιν οὐ καλῶς ἀγωνιῇ.
否则,我便不配再被称为他的母亲;如果你敢下手触碰他们,你将对付两个老人,这场战斗可不会让你体面。
§654θάρσει, γεραιά, μὴ τρέσῃς·
[侍从] 放心吧,老妇人,不要害怕。
οὐκ Ἀργόθεν §655κῆρυξ ἀφῖκται πολεμίους λόγους ἔχων.
并不是从阿尔戈斯来了带着敌意之词的使者。
§656τί γὰρ βοὴν ἔστησας ἄγγελον φόβου;
[阿尔克墨涅] 那么你为何发出这令人恐惧的呼喊?
§657σέ, πρόσθε ναοῦ τοῦδʼ ὅπως βαίης πέλας.
[侍从] 为了让你走到这座神殿的前面来。
§658οὐκ ἴσμεν ἡμεῖς ταῦτα·
[阿尔克墨涅] 我们不知道这些事。
τίς γάρ ἐσθʼ ὅδε;
那么,这人是谁?
§659ἥκοντα παῖδα παιδὸς ἀγγέλλει σέθεν.
[约拉欧斯] 他带来消息说,你的孙子已经到了。
§660ὦ χαῖρε καὶ σὺ τοῖσδε τοῖς ἀγγέλμασιν.
[阿尔克墨涅] 愿你也因这好消息而平安。
§661ἀτὰρ τί χώρᾳ τῇδε προσβαλὼν πόδα §662ποῦ νῦν ἄπεστι;
然而,既然他已踏上这片土地,为什么现在他不在这里?
τίς νιν εἶργε συμφορὰ §663σὺν σοὶ φανέντα δεῦρʼ ἐμὴν τέρψαι φρένα;
是什么灾难阻止了他与你一同现身来取悦我的心?
§664στρατὸν καθίζει τάσσεταί θʼ ὃν ἦλθʼ ἔχων.
[侍从] 他正驻扎并整顿他带来的军队。
§665τοῦδʼ οὐκέθʼ ἡμῖν τοῦ λόγου μέτεστι δή.
[阿尔克墨涅] 那件事已经不再与我们有关了。
§666μέτεστιν· ἡμῶν δʼ ἔργον ἱστορεῖν τάδε.
[约拉欧斯] 这与我们有关;打听这些事是我们的职责。
§667τί δῆτα βούλῃ τῶν πεπραγμένων μαθεῖν;
[侍从] 那么,在所发生的事情中,你想了解什么?
§668πόσον τι πλῆθος συμμάχων πάρεστʼ ἔχων;
[约拉欧斯] 他带来了多少盟友?
§669πολλούς· ἀριθμὸν δʼ ἄλλον οὐκ ἔχω φράσαι.
[侍从] 很多;但我无法告诉你另一个具体的数字。
§670ἴσασιν, οἶμαι, ταῦτʼ· Ἀθηναίων πρόμοι;
[约拉欧斯] 我想,雅典的领袖们知道这些吧?
§671ἴσασι· καὶ δὴ λαιὸν ἕστηκεν κέρας.
[侍从] 他们知道;左翼已经部署完毕。
§672ἤδη γὰρ ὡς ἐς ἔργον ὥπλισται στρατός;
[约拉欧斯] 军队是否已经武装好,准备投入战斗?
§673καὶ δὴ παρῆκται σφάγια τάξεων ἑκάς.
[侍从] 是用,牺牲兽已经被引到了队列旁边。
§674πόσον τι δʼ ἔστʼ ἄπωθεν Ἀργεῖον δόρυ;
[约拉欧斯] 阿尔戈斯的军队离我们有多远?
§675ὥστʼ ἐξορᾶσθαι τὸν στρατηγὸν ἐμφανῶς.
[侍从] 已经能清清楚楚地看到他们的将领了。
§676τί δρῶντα;
[约拉欧斯] 他在做什么?
μῶν τάσσοντα πολεμίων στίχας;
难道在整顿敌人的队列?
§677ᾐκάζομεν ταῦτʼ· οὐ γὰρ ἐξηκούομεν.
[侍从] 我们是这样推测的,因为听不清楚声音。
§678ἀλλʼ εἶμ’· ἐρήμους δεσπότας τοὐμὸν μέρος §679οὐκ ἂν θέλοιμι πολεμίοισι συμβαλεῖν.
[约拉欧斯] 但我要去;就我而言,我不愿留下我的主人们毫无防备地去面对敌人。
§680κἄγωγε σὺν σοί· ταὐτὰ γὰρ φροντίζομεν, §681φίλοις παρόντες, ὡς ἔοιγμεν, ὠφελεῖν.
[侍从] 我也与你同去;因为我们的想法是一样的,看来我们都希望通过在场来帮助朋友。
§682ἥκιστα πρὸς σοῦ μῶρον ἦν εἰπεῖν ἔπος.
[侍从] 这种愚蠢的话,最不适合由您说出口。
§683καὶ μὴ μετασχεῖν γʼ ἀλκίμου μάχης φίλοις.
[约拉欧斯] 难道为了朋友而不参加英勇的战斗吗?
§684οὐκ ἔστʼ ἐν ὄψει τραῦμα μὴ δρώσης χερός.
[侍从] 不动手的双手,是不会留下看得见的伤痕的。
§685τί δʼ;
[约拉欧斯] 什么?
οὐ σθένοιμι κἂν ἐγὼ δι’ ἀσπίδος;
难道我持盾就使不上力气了吗?
§686σθένοις ἄν, ἀλλὰ πρόσθεν αὐτὸς ἂν πέσοις.
[侍从] 您或许使得出力,但在那之前您自己会先倒下。
§687οὐδεὶς ἔμʼ ἐχθρῶν προσβλέπων ἀνέξεται.
[约拉欧斯] 敌人谁也受不了看着我。
§688οὐκ ἔστιν, ὦ τᾶν, ἥ ποτʼ ἦν ῥώμη σέθεν.
[侍从] 朋友啊,您已经没有以前的那种力量了。
§689ἀλλʼ οὖν μαχοῦνται γʼ ἀριθμὸν οὐκ ἐλάσσοσι.
[约拉欧斯] 但无论如何,我们要和人数不少的敌人战斗。
§690σμικρὸν τὸ σὸν σήκωμα προστίθης φίλοις.
[侍从] 您的那点微弱力量,对朋友来说不过是天秤上的微小砝码。
§691μή τοί μʼ ἔρυκε δρᾶν παρεσκευασμένον.
[约拉欧斯] 别拦着已经做好准备的我。
§692δρᾶν μὲν σύ γʼ οὐχ οἷός τε, βούλεσθαι δʼ ἴσως.
[侍从] 您无法做到,尽管您也许这样渴望。
§693ὡς μὴ μενοῦντα τἄλλα σοι λέγειν πάρα.
[约拉欧斯] 既然我无意留下,你就跟我说些别的吧。
§694πῶς οὖν ὁπλίταις τευχέων ἄτερ φανῇ;
[侍从] 那么,没有盔甲,您如何出现在重装步兵面前?
§695ἔστʼ ἐν δόμοισιν ἔνδον αἰχμάλωθʼ ὅπλα, §696τοῖς δʼ οὖσι χρησόμεσθα·
[约拉欧斯] 屋里有作为战利品的武具;我们将使用现有的。
κἀποδώσομεν §697ζῶντες, θανόντας δʼ οὐκ ἀπαιτήσει θεός.
如果我们活着,就归还它们,如果死了,神也不会索要。
§698ἀλλʼ εἴσιθʼ εἴσω κἀπὸ πασσάλων ἑλὼν §699ἔνεγχ’ ὁπλίτην κόσμον ὡς τάχιστά μοι.
去,进到屋里,把重装步兵的武具从挂钩上取下来,尽可能快地拿给我。
§700αἰσχρὸν γὰρ οἰκούρημα γίγνεται τόδε, §701τοὺς μὲν μάχεσθαι, τοὺς δὲ δειλίᾳ μένειν.
因为这是可耻的留守,一些人去战斗,而另一些人因懦弱而留在这里。
§702λῆμα μὲν οὔπω στόρνυσι χρόνος §703τὸ σόν, ἀλλʼ ἡβᾷ, σῶμα δὲ φροῦδον.
[歌队] 时间还没有挫败你的志气,它依然年轻,尽管你的身体已经衰退。
§704τί πονεῖς ἄλλως ἃ σὲ μὲν βλάψει, §705σμικρὰ δʼ ὀνήσει πόλιν ἡμετέραν;
你为什么要徒劳地去做那些会伤害你、却对我们的城邦几乎毫无益处的事?
§706χρὴ γνωσιμαχεῖν τὴν ἡλικίαν, §707τὰ δʼ ἀμήχανʼ ἐᾶν· οὐκ ἔστιν ὅπως §708ἥβην κτήσῃ πάλιν αὖθις.
你必须认清自己的年龄,放手那些不可能的事;你绝不可能再次获得青春。
§709τί χρῆμα μέλλεις σῶν φρενῶν οὐκ ἔνδον ὢν
[阿尔克墨涅] 这是怎么回事?
§710λιπεῖν μʼ ἔρημον σὺν τέκνοις ἐμοῖς;
你疯了吗,想要把我孤零零地和我的孩子们留在这里?
§711ἀνδρῶν γὰρ ἀλκή· σοὶ δὲ χρῆν τούτων μέλειν.
[约拉欧斯] 战斗是男人的事;而你应当照料这些人。
§712τί δʼ;
[阿尔克墨涅] 什么?
ἢν θάνῃς σύ, πῶς ἐγὼ σωθήσομαι;
如果你死了,我该如何得救?
§713παιδὸς μελήσει παισὶ τοῖς λελειμμένοις.
[约拉欧斯] 你的孙子会照料留下的孩子。
§714ἢν δʼ οὖν, ὃ μὴ γένοιτο, χρήσωνται τύχῃ;
[阿尔克墨涅] 但如果他们遭遇了不幸呢? 愿这不要发生。
§715οἵδ’ οὐ προδώσουσίν σε, μὴ τρέσῃς, ξένοι.
[约拉欧斯] 这些异邦人不会背叛你,别害怕。
§716τοσόνδε γάρ τοι θάρσος, οὐδὲν ἄλλʼ ἔχω.
[阿尔克墨涅] 确实,这就是你的信心,而我一无所有。
§717καὶ Ζηνὶ τῶν σῶν, οἶδʼ ἐγώ, μέλει πόνων.
[约拉欧斯] 我知道,宙斯也在关怀你的苦难。

词汇与语法注释

  1. 644ὠδίνουσα τῶν ἀφιγμένων / ψυχὴν ἐτήκου — 分词 `ὠδίνουσα`(“痛苦、担忧”)支配属格 `τῶν ἀφιγμένων`(“已到达的人”)。它与接下来的 `ψυχὴν ἐτήκου`(“使灵魂消融、损耗心灵”)相结合,生动地表现了阿尔克墨涅因极度担忧赫拉克勒斯的孩子们而遭受的精神消耗。
  2. 682ἥκιστα πρὸς σοῦ μῶρον ἦν εἰπεῖν ἔπος. — 这段单行对白(stichomythia)的话者分配存在争议,但最连贯的理解是,侍从针对年迈的约拉欧斯决意前往战场的鲁莽宣言进行劝诫,意为“说出如此愚蠢的话,最不适合您”(`πρὸς σοῦ` 表示某人的特征)。
  3. 693ὡς μὴ μενοῦντα τἄλλα σοι λέγειν πάρα. — 表示主观前提的连词 `ὡς` 与将来分词 `μενοῦντα`(宾格,指代约拉欧斯本人)相结合,意为“在假定我绝不会留下的前提下,你可以谈谈别的事”。这强调了约拉欧斯坚决前往战场的决心。

引用这一段

欧里庇得斯, 赫拉克勒斯的儿女 §643-717. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg004.humanitext-grc2:643-717

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。