Humanitext Reader

欧里庇得斯 · 美狄亚 §975-1066

免除流放的喜讯与美狄亚杀子的内心挣扎

第 12 段,共 16 段 · 希腊语

内容简介

当科林斯歌队预见并哀悼孩子们即将到来的死亡时,仆人带回了免除流放且礼物已被接纳的喜讯。美狄亚听闻后陷入绝望,在对孩子深挚的母爱与对伊阿宋强烈的复仇心之间极度挣扎,并在经过激烈的思想斗争后,再次坚定了为复仇而亲手杀子的惨烈决心。

§975εὐάγγελοι γένοισθε πράξαντες καλῶς.
愿你们马到成功,成为带来好消息的人。
§976νῦν ἐλπίδες οὐκέτι μοι παίδων ζόας, §977οὐκέτι· στείχουσι γὰρ ἐς φόνον ἤδη.
如今,我对孩子们的生命已不再抱有希望,不再有了;因为他们已经走向了死亡。
§978δέξεται νύμφα χρυσέων ἀναδεσμῶν §979δέξεται δύστανος ἄταν· §980ξανθᾷ δ’ ἀμφὶ κόμᾳ θήσει τὸν Ἅιδα §981κόσμον αὐτὰ χεροῖν.
新娘将会接下那黄金的发带,可怜的人,她将接下灾殃;她将亲手在自己金色的发丝周围,戴上冥府的饰物。
§983πείσει χάρις ἀμβρόσιός τ’ αὐγὰ πέπλων §984χρυσέων τευκτὸν στέφανον περιθέσθαι· §985νερτέροις δ’ ἤδη πάρα νυμφοκομήσει.
长袍的优雅与神圣光芒将说服她戴上那金线织就的花冠;而她已然将在死者之中作新娘的装扮。
§986τοῖον εἰς ἕρκος πεσεῖται §987καὶ μοῖραν θανάτου δύστανος· ἄταν δ’ §988οὐχ ὑπεκφεύξεται.
落入如此的陷阱,那可怜的人并落入死亡的命运;而灾殃她将无法逃脱。
§990σὺ δ’, ὦ τάλαν, ὦ κακόνυμφε κηδεμὼν τυράννων, §991παισὶν οὐ κατειδὼς §992ὄλεθρον βιοτᾷ προσάγεις ἀλόχῳ τε §993σᾷ στυγερὸν θάνατον.
而你,可怜的人,迎娶新欢的君王女婿啊,你竟毫无察觉,向着孩子的生命带来毁灭,并给你的妻子带来可憎的死亡。
§995δύστανε μοίρας ὅσον παροίχῃ.
可怜的人,你离你的命运竟偏离了如此之远!
§996μεταστένομαι δὲ σὸν ἄλγος, ὦ τάλαινα παίδων §997μᾶτερ, ἃ φονεύσεις §998τέκνα νυμφιδίων ἕνεκεν λεχέων, ἅ §1000σοι προλιπὼν ἀνόμως §1001ἄλλᾳ ξυνοικεῖ πόσις συνεύνῳ.
我也同声哀悼你的痛苦,你这可怜的孩子们的母亲,你将要杀死为了新婚的床榻,而它你的丈夫不法地抛弃了你,而与另一个同居。
§1002δέσποιν’, ἀφεῖνται παῖδες οἵδε σοὶ φυγῆς, §1003καὶ δῶρα νύμφη βασιλὶς ἀσμένη χεροῖν §1004ἐδέξατ’·
女主,这俩孩子为您免除了流放,而且那位王室新娘高兴地用双手接下了礼物。
εἰρήνη δὲ τἀκεῖθεν τέκνοις.
在那一方面,孩子们已经平安无事了。
§1005ἔα.
啊!
§1005aτί συγχυθεῖσ’ ἕστηκας ἡνίκ’ εὐτυχεῖς;
既然你交了好运,为什么还如此慌乱地站着?
§1008αἰαῖ.
哀哉!
§1008aτάδ’ οὐ ξυνῳδὰ τοῖσιν ἐξηγγελμένοις.
这与所报告的消息并不相符。
§1009αἰαῖ μάλ’ αὖθις.
再次,哀哉!
§1009bμῶν τιν’ ἀγγέλλων τύχην §1010οὐκ οἶδα, δόξης δ’ ἐσφάλην εὐαγγέλου;
难道是我报告了什么不幸,自己却不知道,反而错认了这好消息的期望?
§1011ἤγγειλας οἷ’ ἤγγειλας· οὐ σὲ μέμφομαι.
你报告了你所报告的;我不怪你。
· §1012τί δαὶ κατηφεῖς ὄμμα καὶ δακρυρροεῖς;
那么,你为什么低垂着眼帘,泪流不止呢?
§1013πολλή μ’ ἀνάγκη, πρέσβυ· ταῦτα γὰρ θεοὶ §1014κἀγὼ κακῶς φρονοῦσ’ ἐμηχανησάμην.
我不得不如此,老人啊;因为神明们以及心怀恶意的我自己,策划了这些事情。
§1015θάρσει· κάτει τοι καὶ σὺ πρὸς τέκνων ἔτι.
宽心吧;你将来也会由你的孩子们接回来的。
§1016ἄλλους κατάξω πρόσθεν ἡ τάλαιν’ ἐγώ.
在那之前,可怜的我,会先送其他人去。
§1017οὔτοι μόνη σὺ σῶν ἀπεζύγης τέκνων· §1018κούφως φέρειν χρὴ θνητὸν ὄντα συμφοράς.
被与孩子们分离的,绝非只有你一人;凡人必须轻看并承受灾祸。
§1019δράσω τάδ’.
我会这样做的。
ἀλλὰ βαῖνε δωμάτων ἔσω §1020καὶ παισὶ πόρσυν’ οἷα χρὴ καθ’ ἡμέραν.
但你先进屋去,为孩子们准备每天所需之物。
§1021ὦ τέκνα τέκνα, σφῷν μὲν ἔστι δὴ πόλις §1022καὶ δῶμ’, ἐν ᾧ, λιπόντες ἀθλίαν ἐμέ, §1023οἰκήσετ’ αἰεὶ μητρὸς ἐστερημένοι·
孩子们,孩子们,你们确实有了一座城邦和家园,在其中,你们将留下可怜的我,永远居住在那里,失去了母亲。
§1024ἐγὼ δ’ ἐς ἄλλην γαῖαν εἶμι δὴ φυγάς, §1025πρὶν σφῷν ὀνάσθαι κἀπιδεῖν εὐδαίμονας, §1026πρὶν λέκτρα καὶ γυναῖκα καὶ γαμηλίους §1027εὐνὰς ἀγῆλαι λαμπάδας τ’ ἀνασχεθεῖν.
而我却要流亡到另一个国家去,还没能从你们身上获得快乐,也没能看见你们幸福,还没能为你们装点新婚的床榻和新娘,以及举起婚礼的火把。
§1028ὦ δυστάλαινα τῆς ἐμῆς αὐθαδίας.
唉,因为我自己的执拗,我是多么的可怜!
§1029ἄλλως ἄρ’ ὑμᾶς, ὦ τέκν’, ἐξεθρεψάμην, §1030ἄλλως δ’ ἐμόχθουν καὶ κατεξάνθην πόνοις, §1031στερρὰς ἐνεγκοῦσ’ ἐν τόκοις ἀλγηδόνας.
孩子们啊,我竟徒然地养育了你们,徒然地劳苦,在辛劳中疲惫不堪,在分娩时忍受了剧烈的痛苦。
§1032ἦ μήν ποθ’ ἡ δύστηνος εἶχον ἐλπίδας §1033πολλὰς ἐν ὑμῖν, γηροβοσκήσειν τ’ ἐμὲ §1034καὶ κατθανοῦσαν χερσὶν εὖ περιστελεῖν, §1035ζηλωτὸν ἀνθρώποισι· νῦν δ’ ὄλωλε δὴ §1036γλυκεῖα φροντίς.
以前,可怜的我确实对你们抱有极大的希望,既希望你们奉养我的晚年,又希望在我死后,能用你们的双手为我妥善收敛,那是人人羡慕的事;但如今,那甜蜜的心愿已经破灭了。
σφῷν γὰρ ἐστερημένη §1037λυπρὸν διάξω βίοτον ἀλγεινόν τ’ ἐμοί.
因为失去了你们俩,我将度过对自己而言痛苦又悲哀的一生。
§1038ὑμεῖς δὲ μητέρ’ οὐκέτ’ ὄμμασιν φίλοις §1039ὄψεσθ’, ἐς ἄλλο σχῆμ’ ἀποστάντες βίου.
而你们也将不再用亲切的目光看着母亲,因为你们将转入另一种生命的形式。
§1040φεῦ φεῦ·
唉,唉!
τί προσδέρκεσθέ μ’ ὄμμασιν, τέκνα;
孩子们,你们为什么用眼睛看着我?
§1041τί προσγελᾶτε τὸν πανύστατον γέλων;
为什么向我露出这最后一次的微笑?
§1042αἰαῖ· τί δράσω;
哀哉,我该怎么办?
καρδία γὰρ οἴχεται, §1043γυναῖκες, ὄμμα φαιδρὸν ὡς εἶδον τέκνων.
我的心已经动摇了,妇女们啊,当我看见孩子们明亮的眼睛。
§1044οὐκ ἂν δυναίμην· χαιρέτω βουλεύματα §1045τὰ πρόσθεν·
我做不到;让我放弃先前的那些计划吧!
ἄξω παῖδας ἐκ γαίας ἐμούς.
我要把我的孩子们带出这片土地。
§1046τί δεῖ με πατέρα τῶνδε τοῖς τούτων κακοῖς §1047λυποῦσαν αὐτὴν δὶς τόσα κτᾶσθαι κακά;
为什么我非要用这些孩子的痛苦来伤害他们的父亲,反而给自己招来两倍的痛苦呢?
§1048οὐ δῆτ’ ἔγωγε.
我决不这么做。
χαιρέτω βουλεύματα.
让那些计划见鬼去吧!
§1049καίτοι τί πάσχω; βούλομαι γέλωτ’ ὀφλεῖν
然而,我这是怎么了?
§1050ἐχθροὺς μεθεῖσα τοὺς ἐμοὺς ἀζημίους;
难道我甘愿遭受嘲笑,放过我的仇敌而不加惩罚吗?
§1051τολμητέον τάδ’.
必须放胆一试。
ἀλλὰ τῆς ἐμῆς κάκης, §1052τὸ καὶ προσέσθαι μαλθακοὺς λόγους φρενί.
但我竟然如此软弱,竟然让温和的语言进驻我的心灵。
§1053χωρεῖτε, παῖδες, ἐς δόμους.
孩子们,进屋去吧。
ὅτῳ δὲ μὴ §1054θέμις παρεῖναι τοῖς ἐμοῖσι θύμασιν, §1055αὐτῷ μελήσει· χεῖρα δ’ οὐ διαφθερῶ.
而凡是不被允许参与我的祭祀之人,自己去留心吧;我决不让我的手松懈。
§1056ἆ ἆ.
啊,啊!
§1056aμὴ δῆτα, θυμέ, μὴ σύ γ’ ἐργάσῃ τάδε· §1057ἔασον αὐτούς, ὦ τάλαν, φεῖσαι τέκνων· §1058ἐκεῖ μεθ’ ἡμῶν ζῶντες εὐφρανοῦσί σε.
千万不要,我的心啊,你千万不要做出这事;放过他们,可怜的人啊,饶了孩子们吧;他们在那里与我们一同生活,会使你快乐。
§1059μὰ τοὺς παρ’ Ἅιδῃ νερτέρους ἀλάστορας, §1060οὔτοι ποτ’ ἔσται τοῦθ’ ὅπως ἐχθροῖς ἐγὼ §1061παῖδας παρήσω τοὺς ἐμοὺς καθυβρίσαι.
不,凭着冥府之中地底下的复仇神明起誓,我决不能把我的孩子们留给仇敌,让他们遭受凌辱。
§1064πάντως πέπρακται ταῦτα κοὐκ ἐκφεύξεται.
这事无论如何都已成定局,她无法逃脱。
§1065καὶ δὴ’πὶ κρατὶ στέφανος, ἐν πέπλοισι δὲ §1066νύμφη τύραννος ὄλλυται, σάφ’ οἶδ’ ἐγώ.
如今,冠冕已在她头上,身穿长袍的王室新娘正在死去,我很清楚。

词汇与语法注释

  1. 978δέξεται νύμφα χρυσέων ἀναδεσμῶν — 动词 δέχομαι(接受)通常带宾格目的语,但此处与属格 χρυσέων ἀναδεσμῶν(黄金发带)连用。这可以理解为部分属格(“接受黄金发带中的部分/礼物”),夺格性属格(“从黄金发带中接受”),或者与下一行的宾格 ἄ坦(灾殃)形成紧密的句法平行,暗示接受礼物本身即是接受毁灭。
  2. 1010δόξης δ’ ἐσφάλην εὐαγγέλου — 动词 σφάλλω(使绊倒、使跌倒)的被动形式 ἐσφάλην 与表示分离/夺格的属格 δόξης 连用,表示“失去(期望)、误判、落空”。形容词 εὐαγγέλου(好消息的)修饰 δόξης,构成“我是否在‘好消息的期望’上落空了”的失落句式。
  3. 1051ἀλλὰ τῆς ἐμῆς κάκης, τὸ καὶ προσέσθαι μαλθακοὺς λόγους φρενί — 名词短语 τῆς ἐμῆς κάκης 是感叹属格,表示自责(“啊,我的软弱/卑怯!”)。随后带冠词的宾格不定式短语 τὸ ... προσέσθαι 起到同格作用,具体解释了这种软弱的内容,即“竟然在心中接纳温和的言辞(弱音)”。

引用这一段

欧里庇得斯, 美狄亚 §975-1066. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg003.humanitext-grc2:975-1066

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。