Humanitext Reader

欧里庇得斯 · 美狄亚 §87-191

美狄亚的呼号与歌队登场

第 2 段,共 16 段 · 希腊语

内容简介

乳母因害怕美狄亚暴怒做出过激举动而让孩子们进屋避难,此时由科林斯妇女组成的歌队上场,听到了美狄亚凄惨的哭喊声。乳母与歌队商议将美狄亚引出屋外以安抚其愤怒。

§87οἳ μὲν δικαίως, οἳ δὲ καὶ κέρδους χάριν, §88εἰ τούσδε γ’ εὐνῆς οὕνεκ’ οὐ στέργει πατήρ.
有人确实出于公义,而有人则是为了私利,如果他们的父亲为了新欢而不再疼爱这些孩子。
§89ἴτ’—εὖ γὰρ ἔσται—δωμάτων ἔσω, τέκνα.
去吧——一切都会好起来的——孩子们,进屋里去。
§90σὺ δ’ ὡς μάλιστα τούσδ’ ἐρημώσας ἔχε §91καὶ μὴ πέλαζε μητρὶ δυσθυμουμένῃ.
你,尽量让他们避开,不要靠近他们那满腹怨恨的母亲。
§92ἤδη γὰρ εἶδον ὄμμα νιν ταυρουμένην §93τοῖσδ’, ὥς τι δρασείουσαν· οὐδὲ παύσεται §94χόλου, σάφ’ οἶδα, πρὶν κατασκῆψαί τινα. . . §95ἐχθρούς γε μέντοι, μὴ φίλους, δράσειέ τι.
因为我已经看见她用公牛般愤怒的目光盯着他们,仿佛要做出什么事来;她的怒火绝不会平息,我看得清清楚楚,直到她将灾难降临到某人身上…… 但愿她做出什么事,也是针对敌人,而不是针对朋友。
§96ἰώ, §96aδύστανος ἐγὼ μελέα τε πόνων, §97ἰώ μοί μοι, πῶς ἂν ὀλοίμαν;
啊,我是多么不幸,在痛苦中多么凄惨,悲伤啊,我该如何才能死去!
§98τόδ’ ἐκεῖνο, φίλοι παῖδες· μήτηρ §99κινεῖ κραδίαν, κινεῖ δὲ χόλον.
正是那件事,亲爱的孩子们;你们的母亲正在激荡她的心,激荡着她的怒火。
§100σπεύσατε θᾶσσον δώματος εἴσω §101καὶ μὴ πελάσητ’ ὄμματος ἐγγύς, §102μηδὲ προσέλθητ’, ἀλλὰ φυλάσσεσθ’ §103ἄγριον ἦθος στυγεράν τε φύσιν §104φρενὸς αὐθάδους.
赶快进屋里去,不要靠近她的视线,也不要走近她,而是要防备狂暴的脾气和那刚愎之心的可憎本性。
§105ἴτε νῦν, χωρεῖθ’ ὡς τάχος εἴσω.
走吧,快进屋里去。
§106δῆλον δ’ ἀρχῆς ἐξαιρόμενον §107νέφος οἰμωγῆς ὡς τάχ’ ἀνάψει §108μείζονι θυμῷ· τί ποτ’ ἐργάσεται §109μεγαλόσπλαγχνος δυσκατάπαυστος §110ψυχὴ δηχθεῖσα κακοῖσιν;
显然,从一开始升起的叹息之云,很快就会燃起更大的怒火;她究竟会做出什么事,这高傲而又难以抚平的灵魂,因痛苦而倍受煎熬?
§111αἰαῖ, §111aἔπαθον τλάμων ἔπαθον μεγάλων §112ἄξι’ ὀδυρμῶν·
哀哉,我遭受了痛苦,可怜的我遭受了配得上极大哀悼的痛苦。
ὦ κατάρατοι §113παῖδες ὄλοισθε στυγερᾶς ματρὸς §114σὺν πατρί, καὶ πᾶς δόμος ἔρροι.
啊,该诅咒的孩子们,愿你们和那可憎的母亲一起灭亡,连同你们的父亲,愿整个家庭彻底毁灭。
§115ἰώ μοί μοι, ἰὼ τλήμων.
哀哉,哀哉,可怜的我!
§116τί δέ σοι παῖδες πατρὸς ἀμπλακίας §117μετέχουσι;
但孩子们与他们父亲的罪过有何相干?
τί τούσδ’ ἔχθεις;
你为何憎恨他们?
οἴμοι, §118τέκνα, μή τι πάθηθ’ ὡς ὑπεραλγῶ.
哀哉,孩子们,我多么害怕你们遭遇什么不测,因为我极度痛苦。
§119δεινὰ τυράννων λήματα καί πως §120ὀλίγ’ ἀρχόμενοι, πολλὰ κρατοῦντες §121χαλεπῶς ὀργὰς μεταβάλλουσιν.
统治者的脾气是可怕的,而且不知怎的,他们极少受人管束,却在许多事上主宰他人,因而极难改变他们的怒气。
§122τὸ γὰρ εἰθίσθαι ζῆν ἐπ’ ἴσοισιν §123κρεῖσσον· ἐμοὶ γοῦν ἐν μὴ μεγάλοις §124ὀχυρῶς γ’ εἴη καταγηράσκειν.
习惯于在平等的环境中生活要好得多;对我而言,但愿我能在平凡之中安稳地老去。
§125τῶν γὰρ μετρίων πρῶτα μὲν εἰπεῖν §126τοὔνομα νικᾷ, χρῆσθαί τε μακρῷ §127λῷστα βροτοῖσιν· τὰ δ’ ὑπερβάλλοντ’ §128οὐδένα καιρὸν δύναται θνητοῖς· §129μείζους δ’ ἄτας, ὅταν ὀργισθῇ §130δαίμων οἴκοις, ἀπέδωκεν.
因为适度(中庸)的名字,首先说出来便胜过一切,而能践行它对凡人来说更是极好的;但过度的东西无法给凡人带来任何合时宜的益处;甚至,当神明向一户人家发怒时,它会带来更大的灾祸。
§131ἔκλυον φωνάν, ἔκλυον δὲ βοὰν §132τᾶς δυστάνου Κολχίδος, οὐδέ πω
我听到了声音,听到了呼喊,听到了那可怜的科尔喀斯女人的呼喊。
§133ἤπιος·
她依然没有平息。
ἀλλ’ ὦ γηραιά, §134λέξον· ἐπ’ ἀμφιπύλου γὰρ ἔσω μελάθρου βοὰν §135ἔκλυον·
但是,老妇人,请告诉我;因为从双重门的殿宇中,我听到了呼喊。
οὐδὲ συνήδομαι, ὦ γύναι, ἄλγεσιν §136δώματος· ἐπεί μοι φίλον κέκρανται.
妇人啊,我绝不因这家的灾难而感到幸灾乐祸,因为这家与我结下了深厚的友谊。
§139οὐκ εἰσὶ δόμοι· φροῦδα τάδ’ ἤδη.
家园已不复存在;这一切已经消逝。
§140τὸν μὲν γὰρ ἔχει λέκτρα τυράννων, §141ἃ δ’ ἐν θαλάμοις τάκει βιοτὰν §142δέσποινα, φίλων οὐδενὸς οὐδὲν §143παραθαλπομένα φρένα μύθοις.
因为王室的婚床占有了他,而她,我的女主人,在闺房中消磨着生命,没有任何朋友的话语能温暖她的心房。
§144αἰαῖ·
哀哉!
ὦ Ζεῦ καὶ Γᾶ καὶ Φῶς·
噢,宙斯、大地与光明啊!
§144aδιά μου κεφαλᾶς φλὸξ οὐρανία §145βαίη· τί δέ μοι ζῆν ἔτι κέρδος;
愿天火穿过我的头颅;我继续活下去还有什么益处?
§146φεῦ φεῦ·
呜呼,呜呼!
θανάτῳ καταλυσαίμαν §147βιοτὰν στυγερὰν προλιποῦσα.
愿我在死亡中解脱,抛弃这可憎的生命。
§148—ἄιες· ὦ Ζεῦ καὶ γᾶ καὶ φῶς· §149ἀχὰν οἵαν ἁ δύστανος §150μέλπει νύμφα;
——你听到了吗,噢,宙斯、大地与光明,那可怜的新娘唱着怎样的哀歌?
§151—τίς σοί ποτε τᾶς ἀπλάτου §152κοίτας ἔρος, ὦ ματαία;
——愚蠢的女人啊,你为何竟会渴望那可步入的死亡之床?
§153σπεύσει θανάτου τελευτά· §154μηδὲν τόδε λίσσου.
死亡的终结很快就会到来;绝不要为此哀求。
§155—εἰ δὲ σὸς πόσις §156καινὰ λέχη σεβίζει, §157κείνῳ τόδε· μὴ χαράσσου·
——如果你的丈夫尊崇新的婚床,那是他的事,不要为之愤懑。
§158—Ζεύς σοι τάδε συνδικήσει.
——宙斯会为你伸张正义。
μὴ λίαν §159τάκου δυρομένα σὸν εὐνάταν.
不要过度地哀叹你的同衾人而折磨自己。
§160ὦ μεγάλα Θέμι καὶ πότνι’ Ἄρτεμι §161λεύσσεθ’ ἃ πάσχω, μεγάλοις ὅρκοις
噢,大声宣告的忒弥斯与尊贵的阿耳忒弥斯啊,你们看见我所遭受的痛苦了吗?
§162ἐνδησαμένα τὸν κατάρατον §163πόσιν;
我曾以庄严的誓言约束那个该死的丈夫。
ὅν ποτ’ ἐγὼ νύμφαν τ’ ἐσίδοιμ’ §164αὐτοῖς μελάθροις διακναιομένους, §165οἷ’ ἐμὲ πρόσθεν τολμῶσ’ ἀδικεῖν.
愿有朝一日我能看见他和他的新娘连同他们的宫殿一起粉碎,因为他们竟敢先对我犯下如此不义之罪。
§166ὦ πάτερ, ὦ πόλις, ὧν ἀπενάσθην §167αἰσχρῶς τὸν ἐμὸν κτείνασα κάσιν.
噢,父亲,噢,我的城邦,我可耻地抛弃了你们,甚至杀害了我的兄弟。
§168κλύεθ’ οἷα λέγει κἀπιβοᾶται §169Θέμιν εὐκταίαν Ζῆνά θ’, ὃς ὅρκων §170θνητοῖς ταμίας νενόμισται;
——听啊,她如何倾诉,如何大声呼唤满怀心愿的忒弥斯,以及被凡人视为誓言掌管者的宙斯。
§171οὐκ ἔστιν ὅπως ἔν τινι μικρῷ §172δέσποινα χόλον καταπαύσει.
绝不可能通过什么微小的事,女主人就会平息她的怒火。
§173—πῶς ἂν ἐς ὄψιν τὰν ἁμετέραν §174ἔλθοι μύθων τ’ αὐδαθέντων §175δέξαιτ’ ὀμφάν;
——她怎能来到我们的面前,接受我们所说的话语?
§176—εἴ πως βαρύθυμον ὀργὰν §177καὶ λῆμα φρενῶν μεθείη, §178μήτοι τό γ’ ἐμὸν πρόθυμον §179φίλοισιν ἀπέστω.
——如果她能以某种方式放下沉重的怒火和刚烈的脾气,那么我对朋友的热忱便绝不退缩。
§180—ἀλλὰ βᾶσά νιν §181δεῦρο πόρευσον οἴκων §182ἔξω· φίλα καὶ τάδ’ αὔδα.
——去吧,把她领到这房屋之外;对她也说些温和的话。
§183—σπεῦσον πρίν τι κακῶσαι τοὺς εἴσω· §183aπένθος γὰρ μεγάλως τόδ’ ὁρμᾶται.
——快点去,在她伤害屋里的任何人之前;因为她的这股悲痛势头极猛。
§184δράσω τάδ’· ἀτὰρ φόβος εἰ πείσω §185δέσποιναν ἐμήν· §186μόχθου δὲ χάριν τήνδ’ ἐπιδώσω.
我会去做的;但我害怕无法说服我的女主人;然而,为了这份辛苦,我愿多尽一份心意。
§187καίτοι τοκάδος δέργμα λεαίνης §188ἀποταυροῦται δμωσίν, ὅταν τις §189μῦθον προφέρων πέλας ὁρμηθῇ.
可是,每当有人走近她想跟她说句话时,她就会向仆人们投去像刚生了幼崽的母狮一般的凶狠目光。
§190σκαιοὺς δὲ λέγων κοὐδέν τι σοφοὺς §191τοὺς πρόσθε βροτοὺς οὐκ ἂν ἁμάρτοις,
若说过去的凡人愚蠢且毫无智慧,你绝对不会说错,

词汇与语法注释

  1. §87οἳ μὲν δικαίως, οἳ δὲ καὶ κέρδους χάριν — 承接前句“每个人爱自己都胜过爱邻人(§86)”,本句解释了这种自爱的不同动机:“有人确实出于公义,而有人则是为了私利。”句中 οἳ μὲν... οἳ δὲ... 构成了“一些人……另一些人……”的对比。
  2. §94πρὶν κατασκῆψαί τινα — 由 πρίν(在……之前)引导的不定式短语。τινα 是不定代词 τις 的宾格,在此处作为用作及物动词的 κατασκῆψαι(降临、击倒)的受事,表示美狄亚怒火的对象,即“在她的怒火击倒某人之前”。
  3. §106δῆλον δ’ ἀρχῆς ἐξαιρόμενον νέπος οἰμωγῆς — 这一结构为 δῆλον [εἰμι](显然)加上分词 ἐξαιρόμενον,构成“显而易见……”的确定性表达:“显而易见,从一开始升起的叹息之云即将燃起更猛烈的怒火。”
  4. §125τῶν γὰρ μετρίων πρῶτα μὲν εἰπεῖν τοὔνομα νικᾷ — 不定式 εἰπεῖν 在此作主语:“说出适度(tὰ μέτρια)的名字”。动词 νικᾷ 意为“战胜、胜出”,在此表示仅仅提起“适度”的名字也比任何过度的事物更具优越性。
  5. §173πῶς ἂν ἐς ὄψιν τὰν ἁμετέραν ἔλθοι — 带有愿望语气的可能性/潜在希求语气(ἔλθοι + ἄν)与疑问词 πῶς(如何)结合使用,表达了一种难以实现的愿望或强烈的疑问:“她怎能来到我们的面前?”(暗含希望她来,但深知其困难)。
  6. §187ἀποταυροῦται δμωσίν — 动词 ἀποταυρόομαι(用公牛般凶狠的目光盯着)在此接与格 δμωσίν(向仆人们),表示她那如刚生崽的母狮般充满敌意的凶狠目光所投向的对象。

引用这一段

欧里庇得斯, 美狄亚 §87-191. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg003.humanitext-grc2:87-191

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。