§1Εἴθ’ ὤφελ’ Ἀργοῦς μὴ διαπτάσθαι σκάφος §2Κόλχων ἐς αἶαν κυανέας Συμπληγάδας, §3μηδ’ ἐν νάπαισι Πηλίου πεσεῖν ποτε §4τμηθεῖσα πεύκη, μηδ’ ἐρετμῶσαι χέρας §5ἀνδρῶν ἀρίστων, οἳ τὸ πάγχρυσον δέρας §6Πελίᾳ μετῆλθον.
但愿阿耳戈号的船身,不曾飞越那阴暗的撞合双岩而抵达科尔喀斯之地,也不曾让佩利翁山谷中砍伐的松木倒下,更不曾让那些为了佩利亚斯去寻取纯金羊毛的英雄们的双手划起船桨。
οὐ γὰρ ἂν δέσποιν’ ἐμὴ §7Μήδεια πύργους γῆς ἔπλευσ’ Ἰωλκίας §8ἔρωτι θυμὸν ἐκπλαγεῖσ’ Ἰάσονος· §9οὐδ’ ἂν κτανεῖν πείσασα Πελιάδας κόρας §10πατέρα κατῴκει τήνδε γῆν Κορινθίαν
否则我的女主人美狄亚,就不会因对伊阿宋的爱而心迷神魂,乘船来到约尔科斯之城的城堡;绝不会说服佩利亚斯的女儿们杀害她们的父亲,因而与丈夫和孩子们一同居住在这一片科林斯土地上。
§11ξὺν ἀνδρὶ καὶ τέκνοισιν, ἁνδάνουσα μὲν §12φυγῇ πολιτῶν ὧν ἀφίκετο χθόνα, §13αὐτή τε πάντα ξυμφέρουσ’ Ἰάσονι· §14ἥπερ μεγίστη γίγνεται σωτηρία, §15ὅταν γυνὴ πρὸς ἄνδρα μὴ διχοστατῇ.
她以自己的流亡顺从了她所抵达土地的公民们,并且自己在凡事上都与伊阿宋相协和;这确是最大的庇佑,只要妻子不对丈夫起异心。
§16νῦν δ’ ἐχθρὰ πάντα, καὶ νοσεῖ τὰ φίλτατα.
但如今一切皆成仇怨,最亲密的关系也已病入膏肓。
§17προδοὺς γὰρ αὑτοῦ τέκνα δεσπότιν τ’ ἐμὴν §18γάμοις Ἰάσων βασιλικοῖς εὐνάζεται, §19γήμας Κρέοντος παῖδ’, ὃς αἰσύμνᾷ χθονός·
伊阿宋背叛了自己的孩子和我的女主人,正与皇室联姻,共寝于床,娶了这片土地的主宰克瑞翁的女儿。
§20Μήδεια δ’ ἡ δύστηνος ἠτιμασμένη §21βοᾷ μὲν ὅρκους, ἀνακαλεῖ δὲ δεξιάς, §22πίστιν μεγίστην, καὶ θεοὺς μαρτύρεται §23οἵας ἀμοιβῆς ἐξ Ἰάσονος κυρεῖ.
而可怜的美狄亚受此凌辱,大声呼喊着誓言,唤起那最庄严的凭信—— 执手之礼,并召神明见证,自己从伊阿宋那里得到了怎样的回报。
§24κεῖται δ’ ἄσιτος, σῶμ’ ὑφεῖσ’ ἀλγηδόσι, §25τὸν πάντα συντήκουσα δακρύοις χρόνον, §26ἐπεὶ πρὸς ἀνδρὸς ᾔσθετ’ ἠδικημένη, §27οὔτ’ ὄμμ’ ἐπαίρουσ’ οὔτ’ ἀπαλλάσσουσα γῆς §28πρόσωπον·
她不食不饮,将身体委于痛苦,自从察觉到自己被丈夫背叛,便在泪水中消磨着所有的时光,既不抬起眼睛,也不将脸离开地面。
ὡς δὲ πέτρος ἢ θαλάσσιος §29κλύδων ἀκούει νουθετουμένη φίλων· §30ἢν μή ποτε στρέψασα πάλλευκον δέρην §31αὐτὴ πρὸς αὑτὴν πατέρ’ ἀποιμώξῃ φίλον §32καὶ γαῖαν οἴκους θ’, οὓς προδοῦσ’ ἀφίκετο §33μετ’ ἀνδρὸς ὅς σφε νῦν ἀτιμάσας ἔχει.
她就像岩石或海上的波涛一样,听着朋友们的劝诫;除非她有时转过雪白的颈项,独自一人向自己哀悼亲爱的父亲、故土和家园,而这一切正是她背叛了并与那如今将她凌辱的男人一同来到此处的代价。
这个可怜的女人在不幸中终于懂得,绝不该离弃父祖之邦。
§36στυγεῖ δὲ παῖδας οὐδ’ ὁρῶσ’ εὐφραίνεται.
她憎恨自己的孩子,见到他们也不感到欢喜。
我害怕她,担心她会谋划什么奇祸;因为她的心志刚烈,绝不能忍受被人作践。
ἐγᾦδα τήνδε, δειμαίνω τέ νιν §40μὴ θηκτὸν ὤσῃ φάσγανον δι’ ἥπατος, §41σιγῇ δόμους εἰσβᾶσ’, ἵν’ ἔστρωται λέχος, §42ἢ καὶ τύραννον τόν τε γήμαντα κτάνῃ, §43κἄπειτα μείζω συμφορὰν λάβῃ τινά.
我深知她,且害怕她会将磨利的剑刺穿肝脏,悄悄潜入铺设好床榻的房中,或者杀害国王和那新郎,随后招致更大的灾祸。
因为她是可怕的;绝没有人在与她结怨之后,能轻易赢得胜利。
§46ἀλλ’ οἵδε παῖδες ἐκ τρόχων πεπαυμένοι §47στείχουσι, μητρὸς οὐδὲν ἐννοούμενοι §48κακῶν· νέα γὰρ φροντὶς οὐκ ἀλγεῖν φιλεῖ.
看,孩子们跑完步走过来了,他们完全没有想到母亲的痛苦,因为年轻的心灵本不习惯悲伤。
§49παλαιὸν οἴκων κτῆμα δεσποίνης ἐμῆς, §50τί πρὸς πύλαισι τήνδ’ ἄγουσ’ ἐρημίαν §51ἕστηκας, αὐτὴ θρεομένη σαυτῇ κακά;
我女主人家中的旧仆,你为何这般孤零零地站在门前,独自一人向自己诉说不幸?
§52πῶς σοῦ μόνη Μήδεια λείπεσθαι θέλει;
美狄亚怎会同意让你独自留在这里?
§53τέκνων ὀπαδὲ πρέσβυ τῶν Ἰάσονος, §54χρηστοῖσι δούλοις ξυμφορὰ τὰ δεσποτῶν §55κακῶς πίτνοντα, καὶ φρενῶν ἀνθάπτεται.
伊阿宋孩子的年长看护,对于忠诚的仆人来说,主人的境遇变坏便是一场灾难,也牵动着他们的心神。
§56ἐγὼ γὰρ ἐς τοῦτ’ ἐκβέβηκ’ ἀλγηδόνος, §57ὥσθ’ ἵμερός μ’ ὑπῆλθε γῇ τε κοὐρανῷ §58λέξαι μολούσῃ δεῦρο δεσποίνης τύχας.
因为我已经陷入了这样的痛苦,以至于有一种渴望袭来,要我走到这里,向大地和天空倾诉女主人的遭遇。
§59οὔπω γὰρ ἡ τάλαινα παύεται γόων;
难道那可怜的女人至今还没有停止哭泣吗?
§60ζηλῶ σ’·
我真羡慕你。
ἐν ἀρχῇ πῆμα κοὐδέπω μεσοῖ.
痛苦才刚开始,甚至还没到一半。
真是糊涂——如果对主人可以说这话的话—— 她对那些更新的灾祸还一无所知。
§63τί δ’ ἔστιν, ὦ γεραιέ;
老人家,究竟是什么事?
μὴ φθόνει φράσαι.
请不要吝于相告。
§64οὐδέν· μετέγνων καὶ τὰ πρόσθ’ εἰρημένα.
没什么,我甚至后悔刚才说漏了嘴。
请看在胡须的份上,别对同为奴仆的我隐瞒;如果需要的话,我会对这些事守口如瓶。
§67ἤκουσά του λέγοντος, οὐ δοκῶν κλύειν, §68πεσσοὺς προσελθών, ἔνθα δὴ παλαίτατοι §69θάσσουσι, σεμνὸν ἀμφὶ Πειρήνης ὕδωρ, §70ὡς τούσδε παῖδας γῆς ἐλᾶν Κορινθίας §71σὺν μητρὶ μέλλοι τῆσδε κοίρανος χθονὸς §72Κρέων.
我听见有人在说话,当时我装作没在听的样子,当我走近棋盘旁,也就是老人们围坐在皮瑞涅圣泉周围的地方时,听说这片土地的统治者克瑞翁,准备将这些孩子和他们的母亲一同逐出科林斯的土地。
ὁ μέντοι μῦθος εἰ σαφὴς ὅδε §73οὐκ οἶδα· βουλοίμην δ’ ἂν οὐκ εἶναι τόδε.
不过,这个传言是否属实我不知道,但我宁愿它不是真的。
难道伊阿宋竟会容忍自己的孩子遭受这种待遇,哪怕他与孩子们的母亲不和?
旧好在新的姻亲面前已退居其后,他已不再是这人家的朋友。
那么我们便全完了,如果我们在旧恶尚未排尽之前,又要承受新的灾祸。
但你——因为现在还不是让女主人知道这事的时候——要保持安静,对这个消息守口如瓶。
§82ὦ τέκν’, ἀκούεθ’ οἷος εἰς ὑμᾶς πατήρ;
孩子们,你们听到你们的父亲对你们是什么样的人了吗?
我不愿咒他死,因为他是我的主人;但他对自己的亲人表现得如此恶劣,却是无可推诿。
§85τίς δ’ οὐχὶ θνητῶν;
凡人中谁不如此?
ἄρτι γιγνώσκεις τόδε, §86ὡς πᾶς τις αὑτὸν τοῦ πέλας μᾶλλον φιλεῖ,
你难道直到现在才明白这一点,每个人爱自己都胜过爱邻人吗?