§192οἵτινες ὕμνους ἐπὶ μὲν θαλίαις §193ἐπί τ’ εἰλαπίναις καὶ παρὰ δείπνοις §194ηὕροντο βίου τερπνὰς ἀκοάς·
他们为了庆典、节日和宴席发明了赞美诗,作为生命中悦耳的聆听。
§195στυγίους δὲ βροτῶν οὐδεὶς λύπας §196ηὕρετο μούσῃ καὶ πολυχόρδοις §197ᾠδαῖς παύειν, ἐξ ὧν θάνατοι §198δειναί τε τύχαι σφάλλουσι δόμους.
然而,对于凡人那阴郁的痛苦,却没有任何人发明出用音乐和多弦的歌谣来予以平息,而正是由于这些痛苦,死亡与可怕的灾祸摧毁了家园。
§199καίτοι τάδε μὲν κέρδος ἀκεῖσθαι §200μολπαῖσι βροτούς· ἵνα δ’ εὔδειπνοι §201δαῖτες, τί μάτην τείνουσι βοήν;
虽说凡人用歌谣来治愈这些痛苦是一种益处;但在那酒足饭饱的宴席上,人们为何还要徒劳地高声喧哗?
§204ἰαχὰν ἄιον πολύστονον γόων, §205λιγυρὰ δ’ ἄχεα μογερὰ βοᾷ §206τὸν ἐν λέχει προδόταν κακόνυμφον· §207θεοκλυτεῖ δ’ ἄδικα παθοῦσα §208τὰν Ζηνὸς ὁρκίαν Θέμιν, §209ἅ νιν ἔβασεν §210Ἑλλάδ’ ἐς ἀντίπορον §211δι’ ἅλα νύχιον ἐφ’ ἁλμυρὰν §212πόντου κλῇδ’ ἀπέραντον.
我听到了伴随着重重哀叹的呻吟啼哭,她带着凄厉而悲惨的痛苦,大声谴责婚床上的背叛者,那邪恶的新郎;遭受不义的她,呼唤着神明,呼唤着掌管誓言、作为宙斯使者的忒弥斯,正是这位女神引导她来到了对岸的希腊,穿过黑夜之海,渡过咸涩的、大海那无垠的关隘。
§214Κορίνθιαι γυναῖκες, ἐξῆλθον δόμων, §215μή μοί τι μέμφησθ’· οἶδα γὰρ πολλοὺς βροτῶν §216σεμνοὺς γεγῶτας, τοὺς μὲν ὀμμάτων ἄπο, §217τοὺς δ’ ἐν θυραίοις· οἱ δ’ ἀφ’ ἡσύχου ποδὸς §218δύσκλειαν ἐκτήσαντο καὶ ῥᾳθυμίαν.
哥林多的妇女们,我从屋里出来了,免得你们对我有什么责备;因为我知道许多凡人变得高傲,有人在人眼见不到的私下里,有人在门外的公开场合;而另一些人,则因安分守己的行止而获得了名誉不佳与怠惰的声名。
§219δίκη γὰρ οὐκ ἔνεστ’ ἐν ὀφθαλμοῖς βροτῶν, §220ὅστις πρὶν ἀνδρὸς σπλάγχνον ἐκμαθεῖν σαφῶς §221στυγεῖ δεδορκώς, οὐδὲν ἠδικημένος.
因为凡人的眼睛里没有公义,在还没有彻底看清一个人的内心之前,仅仅看着就产生憎恨,即使自己没有受到任何伤害。
. . . §222χρὴ δὲ ξένον μὲν κάρτα προσχωρεῖν πόλει. . . §223οὐδ’ ἀστὸν ᾔνεσ’ ὅστις αὐθάδης γεγὼς §224πικρὸς πολίταις ἐστὶν ἀμαθίας ὕπο.
异邦人确实必须大体顺应这个城市;我也不赞赏那些执拗、因无知而对同胞显得刻薄的本邦公民。
§225ἐμοὶ δ’ ἄελπτον πρᾶγμα προσπεσὸν τόδε §226ψυχὴν διέφθαρκ’· οἴχομαι δὲ καὶ βίου §227χάριν μεθεῖσα κατθανεῖν χρῄζω, φίλαι.
但对我而言,这件意外之事的降临摧毁了我的灵魂;我完蛋了,而且放弃了生命的乐趣,我只想死,朋友们。
因为,我曾寄托一切去了解与信任的丈夫,竟已暴露出他是男人中最邪恶的一个。
§230πάντων δ’ ὅσ’ ἔστ’ ἔμψυχα καὶ γνώμην ἔχει §231γυναῖκές ἐσμεν ἀθλιώτατον φυτόν· §232ἃς πρῶτα μὲν δεῖ χρημάτων ὑπερβολῇ §233πόσιν πρίασθαι, δεσπότην τε σώματος §234λαβεῖν· κακοῦ γὰρ τοῦτ’ ἔτ’ ἄλγιον κακόν.
在一切有生命、有理性的事物中,我们女人是最哀怜的造物;我们首先必须以极高昂的金钱买下一个丈夫,并为我们的身体接纳一位主人;因为这比单纯的破财是更痛苦的灾难。
οὐ γὰρ εὐκλεεῖς ἀπαλλαγαὶ §237γυναιξίν, οὐδ’ οἷόν τ’ ἀνήνασθαι πόσιν.
因为对女人来说,离婚并不光彩,也不可能拒绝丈夫。
§238ἐς καινὰ δ’ ἤθη καὶ νόμους ἀφιγμένην §239δεῖ μάντιν εἶναι, μὴ μαθοῦσαν οἴκοθεν, §240ὅτῳ μάλιστα χρήσεται ξυνευνέτῃ.
来到新的风俗与律法中,即使未曾从娘家学过,也必须成为预言者,去预知该如何最恰当地与同衾人相处。
§241κἂν μὲν τάδ’ ἡμῖν ἐκπονουμέναισιν εὖ §242πόσις ξυνοικῇ μὴ βίᾳ φέρων ζυγόν, §243ζηλωτὸς αἰών· εἰ δὲ μή, θανεῖν χρεών.
倘若我们苦心经营好这些,丈夫能与我们共同生活而不强行拖拽这婚姻的轭,那么这生活便令人羡慕;否则,就只有死路一条。
§244ἀνὴρ δ’, ὅταν τοῖς ἔνδον ἄχθηται ξυνών, §245ἔξω μολὼν ἔπαυσε καρδίαν ἄσης· §247ἡμῖν δ’ ἀνάγκη πρὸς μίαν ψυχὴν βλέπειν.
男人在和家里的人相处感到厌烦时,可以走到外面,消除心中的烦闷;而我们则不得不只注视着这单一的灵魂。
§248λέγουσι δ’ ἡμᾶς ὡς ἀκίνδυνον βίον §249ζῶμεν κατ’ οἴκους, οἳ δὲ μάρνανται δορί· §250κακῶς φρονοῦντες· ὡς τρὶς ἂν παρ’ ἀσπίδα §251στῆναι θέλοιμ’ ἂν μᾶλλον ἢ τεκεῖν ἅπαξ.
他们说我们在家里过着没有危险的生活,而他们却要用长矛在沙场厮杀;这想法太愚蠢;因为我宁愿在盾牌旁站上三次,也不愿生产一次。
§252ἀλλ’ οὐ γὰρ αὑτὸς πρὸς σὲ κἄμ’ ἥκει λόγος· §253σοὶ μὲν πόλις θ’ ἥδ’ ἐστὶ καὶ πατρὸς δόμοι §254βίου τ’ ὄνησις καὶ φίλων συνουσία, §255ἐγὼ δ’ ἔρημος ἄπολις οὖσ’ ὑβρίζομαι §256πρὸς ἀνδρός, ἐκ γῆς βαρβάρου λελῃσμένη, §257οὐ μητέρ’, οὐκ ἀδελφόν, οὐχὶ συγγενῆ §258μεθορμίσασθαι τῆσδ’ ἔχουσα συμφορᾶς.
然而,你我之间的处境却大不相同;你拥有这座城市和父亲的家殿,拥有生活的恩泽以及朋友的陪伴,而我,孤身一人,失去了城邦,正遭受着丈夫的凌辱——我是从野蛮人的土地被掳掠而来,没有母亲,没有兄弟,也没有亲戚,无法找到避难所来让自己摆脱这场灾祸。
§259τοσοῦτον οὖν σου τυγχάνειν βουλήσομαι, §260ἤν μοι πόρος τις μηχανή τ’ ἐξευρεθῇ §261πόσιν δίκην τῶνδ’ ἀντιτείσασθαι κακῶν, §263σιγᾶν.
因此,我只希望能从你这里得到这些,如果我能寻得某种方法和计谋,来让丈夫为这些恶行付出应有的代价,那就是保持缄默。
γυνὴ γὰρ τἄλλα μὲν φόβου πλέα §264κακή τ’ ἐς ἀλκὴν καὶ σίδηρον εἰσορᾶν· §265ὅταν δ’ ἐς εὐνὴν ἠδικημένη κυρῇ, §266οὐκ ἔστιν ἄλλη φρὴν μιαιφονωτέρα.
因为女人在其他事情上虽然充满了恐惧,既无御敌之勇,一见铁器便退缩;但一旦她在婚床上遭受了不义,便再也没有比她的心更为残忍、更渴望复仇的了。
πενθεῖν δ’ οὔ σε θαυμάζω τύχας.
我也并不惊讶你为自己的命运感到悲伤。
我看到这片土地的君王克瑞翁也走来了,他是一个带来新决定的使者。
§271σὲ τὴν σκυθρωπὸν καὶ πόσει θυμουμένην, §272Μήδειαν, εἶπον τῆσδε γῆς ἔξω περᾶν §273φυγάδα, λαβοῦσαν δισσὰ σὺν σαυτῇ τέκνα· §274καὶ μή τι μέλλειν· ὡς ἐγὼ βραβεὺς λόγου §275τοῦδ’ εἰμί, κοὐκ ἄπειμι πρὸς δόμους πάλιν, §276πρὶν ἄν σε γαίας τερμόνων ἔξω βάλω.
你,那个面容阴郁、对丈夫心怀怨恨的人,美狄亚,我命令你离开这片土地,成为流亡者,带上你的两个孩子一起;并且不要有片刻延迟;因为我是这道决定的仲裁者,在将你驱逐到这片土地的国境之外前,我绝不会返回家殿。
§277αἰαῖ·
哀哉!
πανώλης ἡ τάλαιν’ ἀπόλλυμαι.
无惨的我,彻底毁灭,我正走向灭亡。
§278ἐχθροὶ γὰρ ἐξιᾶσι πάντα δὴ κάλων,
因为仇敌们正降下所有的缆绳全力逼近,