她将悲惨地死去,凡是触碰这少女的人也一样;我将在礼物上涂抹这样的毒药。
§790ἐνταῦθα μέντοι τόνδ’ ἀπαλλάσσω λόγον· §791ᾤμωξα δ’ οἷον ἔργον ἔστ’ ἐργαστέον §792τοὐντεῦθεν ἡμῖν· τέκνα γὰρ κατακτενῶ §793τἄμ’· οὔτις ἔστιν ὅστις ἐξαιρήσεται· §794δόμον τε πάντα συγχέασ’ Ἰάσονος §795ἔξειμι γαίας, φιλτάτων παίδων φόνον §796φεύγουσα καὶ τλᾶσ’ ἔργον ἀνοσιώτατον.
然而,在这里我将结束这个话题;而一想到我们接下来必须做出的勾当,我就禁不住哀哭;因为我将杀死我的孩子们,我自己的骨肉;没有人能将他们救走;在彻底搞乱伊阿宋的整个家室之后,我将离开这片土地,逃离杀害最亲爱子嗣的罪,去敢作这最不虔敬的恶事。
§797οὐ γὰρ γελᾶσθαι τλητὸν ἐξ ἐχθρῶν, φίλαι.
朋友们,因为被仇敌嘲笑是绝不能容忍的。
§798ἴτω· τί μοι ζῆν κέρδος;
随它去吧;我活着还有什么好处?
οὔτε μοι πατρὶς §799οὔτ’ οἶκος ἔστιν οὔτ’ ἀποστροφὴ κακῶν.
我既没有祖国,也没有家,更没有逃避灾祸的避难所。
§800ἡμάρτανον τόθ’ ἡνίκ’ ἐξελίμπανον §801δόμους πατρῴους, ἀνδρὸς Ἕλληνος λόγοις §802πεισθεῖσ’, ὃς ἡμῖν σὺν θεῷ τείσει δίκην.
当时我离开了父家,听信了一个希腊男子的花言巧语,那是我犯下的过错,借着神明的帮助,他将向我们偿还代价。
§803οὔτ’ ἐξ ἐμοῦ γὰρ παῖδας ὄψεταί ποτε §804ζῶντας τὸ λοιπὸν οὔτε τῆς νεοζύγου §805νύμφης τεκνώσει παῖδ’, ἐπεὶ κακῶς κακὴν §806θανεῖν σφ’ ἀνάγκη τοῖς ἐμοῖσι φαρμάκοις.
因为他从今以后再也不会看见我生的孩子们活着,也别想从他的新婚新娘那里生下子嗣,因为那恶毒的女人注定要悲惨地死于我的毒药。
§807μηδείς με φαύλην κἀσθενῆ νομιζέτω §808μηδ’ ἡσυχαίαν, ἀλλὰ θατέρου τρόπου, §809βαρεῖαν ἐχθροῖς καὶ φίλοισιν εὐμενῆ· §810τῶν γὰρ τοιούτων εὐκλεέστατος βίος.
不要让任何人认为我是个平庸懦弱、温顺懦弱的人,而要认为我是相反的性格,对仇敌是严酷的,对朋友是温和的;因为这样的人的一生才是最辉煌的。
§811ἐπείπερ ἡμῖν τόνδ’ ἐκοίνωσας λόγον, §812σέ τ’’ ὠφελεῖν θέλουσα, καὶ νόμοις βροτῶν §813ξυλλαμβάνουσα, δρᾶν σ’ ἀπεννέπω τάδε.
既然你向我们透露了这一计划,我既希望帮助你,又维护凡人的法则,因此我禁止你这样做。
别无选择;但你这么说也是可以原谅的,因为你没有像我这样遭受痛苦。
§816ἀλλὰ κτανεῖν σὸν σπέρμα τολμήσεις, γύναι;
女人,你真的敢杀死你自己的子嗣吗?
§817οὕτω γὰρ ἂν μάλιστα δηχθείη πόσις.
因为这样你的丈夫才会受到最深的刺痛。
§818σὺ δ’ ἂν γένοιό γ’ ἀθλιωτάτη γυνή.
但你也会成为最悲惨的女人。
§819ἴτω· περισσοὶ πάντες οὑν μέσῳ λόγοι.
随它去吧;中间所有的话都是多余的。
去吧,赶紧去把伊阿宋带来;因为在所有信任的事上,我们都在依靠你。
关于我的决定,你什么也不要说,如果你确实对主人忠诚,并且你是个女人。
§824Ἐρεχθεΐδαι τὸ παλαιὸν ὄλβιοι §825καὶ θεῶν παῖδες μακάρων, ἱερᾶς §826χώρας ἀπορθήτου τ’ ἄπο, φερβόμενοι §827κλεινοτάταν σοφίαν, αἰεὶ διὰ λαμπροτάτου §830βαίνοντες ἁβρῶς αἰθέρος, ἔνθα ποθ’ ἁγνὰς §831ἐννέα Πιερίδας Μούσας λέγουσι §832ξανθὰν Ἁρμονίαν φυτεῦσαι· §835τοῦ καλλινάου τ’ ἐπὶ Κηφισοῦ ῥοαῖς §836τὰν Κύπριν κλῄζουσιν ἀφυσσαμέναν §837χώραν καταπνεῦσαι μετρίας ἀνέμων §840ἡδυπνόους αὔρας· αἰεὶ δ’ ἐπιβαλλομέναν §841χαίταισιν εὐώδη ῥοδέων πλόκον ἀνθέων §842τᾷ Σοφίᾳ παρέδρους πέμπειν Ἔρωτας, §845παντοίας ἀρετᾶς ξυνεργούς.
埃雷赫修斯的子孙自古以来就是幸福的,他们是福乐神明的子孙,来自神圣且未被蹂躏的土地,他们以最显赫的智慧为食,永远优雅地穿行在最明亮的天空下,据说昔日清透的九位皮埃里亚的缪斯曾在此孕育了金发的哈摩尼亚;人们歌颂塞菲索斯美丽清流旁的塞浦路斯女神,说她汲取了溪水,朝这片土地吹拂温和、香甜的微风;她总是把芬芳的玫瑰花环戴在发际,派遣“爱神们”作为“智慧”的伴侣,成为各种美德的同盟。
§846πῶς οὖν ἱερῶν ποταμῶν §847ἢ πόλις; ἦ φίλων §848πόμπιμός σε χώρα §849τὰν παιδολέτειραν ἕξει, §850τὰν οὐχ ὁσίαν μετ’ ἄλλων;
那么,这圣河之城,或这接待朋友的向导之国,怎能接纳你这杀子之人、与众人同在的污秽不洁之女?
不,我们用尽各种方法,向你跪求,请千万不要杀害你的孩子。
你从哪里能获得心灵的胆量,或是用手和心对你的孩子们痛下毒手,并承担这可怕的冒险?
当你投注目光到孩子们身上,你怎能保持无泪的命运面对杀戮?
你无法做到,当孩子们跪下哀求,用你冷酷的心,使你的双手沾满鲜血。
§866ἥκω κελευσθείς· καὶ γὰρ οὖσα δυσμενὴς §867οὔ τἂν ἁμάρτοις τοῦδέ γ’, ἀλλ’ ἀκούσομαι §868τί χρῆμα βούλῃ καινὸν ἐξ ἐμοῦ, γύναι.
我是奉命而来的;因为即使你对我怀有敌意,你也不会连这个请求都得不到,我会听听你想从我这里得到什么新花样,女人。
§869Ἰᾶσον, αἰτοῦμαί σε τῶν εἰρημένων §870συγγνώμον’ εἶναι· τὰς δ’ ἐμὰς ὀργὰς φέρειν §871εἰκός σ’, ἐπεὶ νῷν πόλλ’ ὑπείργασται φίλα.
伊阿宋,我请求你原谅我之前说过的那些话;你忍受我的脾气也是合情合理的,因为我们之间曾有过许多亲密。
§872ἐγὼ δ’ ἐμαυτῇ διὰ λόγων ἀφικόμην §873κἀλοιδόρησα· Σχετλία, τί μαίνομαι §874καὶ δυσμεναίνω τοῖσι βουλεύουσιν εὖ, §875ἐχθρὰ δὲ γαίας κοιράνοις καθίσταμαι
我同自己进行了谈话,并责备自己说:“可怜的女人,我为什么发疯,对那些为我们出谋划策的人心怀敌意,并使自己成为这片土地的主宰者以及丈夫的仇敌?
§876πόσει θ’, ὃς ἡμῖν δρᾷ τὰ συμφορώτατα, §877γήμας τύραννον καὶ κασιγνήτους τέκνοις §878ἐμοῖς φυτεύων;
他正为我们做最有利的事,迎娶公主,并为我的孩子们生育兄弟。
οὐκ ἀπαλλαχθήσομαι §879θυμοῦ—τί πάσχω;
我难道不能摆脱愤怒吗——我怎么了?
—θεῶν ποριζόντων καλῶς;
——既然神明提供了这么好的安排?
§880οὐκ εἰσὶ μέν μοι παῖδες, οἶδα δὲ χθόνα
我不是有孩子们吗?
§881φεύγοντας ἡμᾶς καὶ σπανίζοντας φίλων;
我不知道我们正在逃离这土地而且缺乏朋友吗?
” 想到这些,我意识到自己是多么的愚蠢,而且白白地发怒。
§884νῦν οὖν ἐπαινῶ· σωφρονεῖν τ’ ἐμοὶ δοκεῖς §885κῆδος τόδ’ ἡμῖν προσλαβών, ἐγὼ δ’ ἄφρων, §886ᾗ χρῆν μετεῖναι τῶνδε τῶν βουλευμάτων, §887καὶ ξυγγαμεῖν σοι, καὶ παρεστάναι λέχει §888νύμφην τε κηδεύουσαν ἥδεσθαι σέθεν.
所以现在我称赞你;在我看来你是明智的,为我们结下了这门亲事,而我是愚蠢的,我本该参与这些计划,共同协助婚礼,守候在床边,并为照料你的新娘而感到高兴。
§889ἀλλ’ ἐσμὲν οἷόν ἐσμεν, οὐκ ἐρῶ κακόν, §890γυναῖκες· οὔκουν χρῆν σ’ ὁμοιοῦσθαι κακοῖς, §891οὐδ’ ἀντιτείνειν νήπι’ ἀντὶ νηπίων.
但我们就是我们,我不想说坏话,女人;因此你不该仿效我们的恶,也不该用幼稚的对抗来回应幼稚。
§892παριέμεσθα, καί φαμεν κακῶς φρονεῖν
我们请求原谅,并承认我们那时是愚蠢的,