Humanitext Reader

欧里庇得斯 · 美狄亚 §613-707

关于爱情之害的合唱歌与美狄亚向埃勾斯倾诉

第 8 段,共 16 段 · 希腊语

内容简介

伊阿宋在援助遭到拒绝后离去,歌队随后歌唱了过度爱情带来的危害。接着雅典国王埃勾斯登场,美狄亚向他诉说了丈夫的背叛以及自己即将被驱逐的境遇。

§613ξένοις τε πέμπειν σύμβολ’, οἳ δράσουσί σ’ εὖ.
并向客友们发送介绍的信物,他们会好好款待你。
§614καὶ ταῦτα μὴ θέλουσα μωρανεῖς, γύναι· §615λήξασα δ’ ὀργῆς κερδανεῖς ἀμείνονα.
妇人啊,如果你拒绝这些,你就是愚蠢的;如果你息怒,你会得到更好的利益。
§616οὔτ’ ἂν ξένοισι τοῖσι σοῖς χρησαίμεθ’ ἄν, §617οὔτ’ ἄν τι δεξαίμεσθα, μηδ’ ἡμῖν δίδου· §618κακοῦ γὰρ ἀνδρὸς δῶρ’ ὄνησιν οὐκ ἔχει.
我既不愿使用你的客友,也不愿接受任何东西,请不要给我们任何东西;因为恶人的礼物是没有任何益处的。
§619ἀλλ’ οὖν ἐγὼ μὲν δαίμονας μαρτύρομαι, §620ὡς πάνθ’ ὑπουργεῖν σοί τε καὶ τέκνοις θέλω· §621σοὶ δ’ οὐκ ἀρέσκει τἀγάθ’, ἀλλ’ αὐθαδίᾳ §622φίλους ἀπωθῇ· τοιγὰρ ἀλγυνῇ πλέον.
但无论如何,我请求神明作证,我愿意为你和孩子们提供一切帮助;但你却不喜欢好意,而是凭着任性推开你的朋友;因此你会遭受更多的痛苦。
§623χώρει· πόθῳ γὰρ τῆς νεοδμήτου κόρης §624αἱρῇ χρονίζων δωμάτων ἐξώπιος.
走吧;因为你渴望着那个新娶的少女,在屋子外面磨蹭,耽搁了时间。
§625νύμφευ’· ἴσως γάρ—σὺν θεῷ δ’ εἰρήσεται— §626γαμεῖς τοιοῦτον ὥστε σ’ ἀρνεῖσθαι γάμον.
去结婚吧;因为或许——这话要在神明的保佑下说—— 你结的这门亲事,会让你以后想要否认它。
§627ἔρωτες ὑπὲρ μὲν ἄγαν §628ἐλθόντες οὐκ εὐδοξίαν §629οὐδ’ ἀρετὰν παρέδωκαν §630ἀνδράσιν· εἰ δ’ ἅλις ἔλθοι §631Κύπρις, οὐκ ἄλλα θεὸς εὔχαρις οὕτως.
过度的爱到来时,不会给人们带来名声和美德;但如果适度到来,塞浦路斯神是如此令人愉悦。
§632μήποτ’, ὦ δέσποιν’, ἐπ’ ἐμοὶ χρυσέων τόξων ἐφείης §633ἱμέρῳ χρίσασ’ ἄφυκτον οἰστόν.
女主宰啊,愿你永远不要从黄金弓上向我射出涂抹了情欲的、无可逃避的箭。
§635στέργοι δέ με σωφροσύνα, §636δώρημα κάλλιστον θεῶν· §637μηδέ ποτ’ ἀμφιλόγους ὀργὰς §638ἀκόρεστά τε νείκη §639θυμὸν ἐκπλήξασ’ ἑτέροις ἐπὶ λέκτροις §640προσβάλοι δεινὰ Κύπρις, ἀπτολέμους δ’ εὐνὰς σεβίζουσ’ §641ὀξύφρων κρίνοι λέχη γυναικῶν.
愿节制爱护我,这是神明最美丽的礼物;愿可怕的塞浦路斯神永远不要因为别人的床榻而将争吵的愤怒和无休止的纷争注入我的心灵,而是尊重和平的床榻,以敏锐的心裁决妇女们的婚事。
§643ὦ πατρίς, ὦ δώματα, μὴ §644δῆτ’ ἄπολις γενοίμαν §645τὸν ἀμηχανίας ἔχουσα §646δυσπέρατον αἰῶν’, §647οἰκτροτάτων ἀχέων.
啊,祖国,啊,家园,愿我绝不成为失去城邦的人,过着无助、难以度过的极其可怜的痛苦生活。
§648θανάτῳ θανάτῳ πάρος δαμείην §649ἁμέραν τάνδ’ ἐξανύσασα· μό- §650χθων δ’ οὐκ ἄλλος ὕπερθεν ἢ §651γᾶς πατρίας στέρεσθαι.
在此之前,愿我被死亡、被死亡所制服,结束这一天;因为没有比失去祖国更大的痛苦了。
§652εἴδομεν, οὐκ ἐξ ἑτέρων §653μῦθον ἔχω φράσασθαι· §655σὲ γὰρ οὐ πόλις, οὐ φίλων τις §656ᾤκτισεν παθοῦσαν §657δεινότατον παθέων.
我们亲眼看见了,不是听别人说的故事;因为当你遭受最可怕的痛苦时,没有城邦,也没有任何朋友同情你。
§658ἀχάριστος ὄλοιθ’, ὅτῳ πάρεστιν §660μὴ φίλους τιμᾶν καθαρᾶν ἀνοί- §661ξαντα κλῇδα φρενῶν· ἐμοὶ §662μὲν φίλος οὔποτ’ ἔσται.
愿那不肯打开纯洁的心灵钥匙去尊重朋友的恩将仇报之人灭亡;对我来说,他永远不会是朋友。
§663Μήδεια, χαῖρε·
美狄亚,祝你安好!
τοῦδε γὰρ προοίμιον §664κάλλιον οὐδεὶς οἶδε προσφωνεῖν φίλους.
因为没有人知道如何用比这更美丽的开场白来向朋友问候。
§665ὦ χαῖρε καὶ σύ, παῖ σοφοῦ Πανδίονος, §666Αἰγεῦ.
也祝你安好,聪明的潘狄翁之子,埃勾斯。
πόθεν γῆς τῆσδ’ ἐπιστρωφᾷ πέδον;
你从哪片土地来到这片平原?
§667Φοίβου παλαιὸν ἐκλιπὼν χρηστήριον.
我离开了斐波斯的古老神示所。
§668τί δ’ ὀμφαλὸν γῆς θεσπιῳδὸν ἐστάλης;
你为什么去往大地的预言之脐?
§669παίδων ἐρευνῶν σπέρμ’ ὅπως γένοιτό μοι.
去探寻如何能让我获得子嗣的种子。
§670πρὸς θεῶν—ἄπαις γὰρ δεῦρ’ ἀεὶ τείνεις βίον;
凭神明的名义——你难道一直过着无子的生活吗?
§671ἄπαιδές ἐσμεν δαίμονός τινος τύχῃ.
由于某种神明的命运,我们没有孩子。
§672δάμαρτος οὔσης, ἢ λέχους ἄπειρος ὤν;
是结了婚,还是未曾经历过婚姻的床榻?
§673οὐκ ἐσμὲν εὐνῆς ἄζυγες γαμηλίου.
我们并非没有结合于婚姻的床榻。
§674τί δῆτα Φοῖβος εἶπέ σοι παίδων πέρι;
那么斐波斯关于孩子对你说了什么?
§675σοφώτερ’ ἢ κατ’ ἄνδρα συμβαλεῖν ἔπη.
他的话太高深了,非凡人所能领悟。
§676θέμις μὲν ἡμᾶς χρησμὸν εἰδέναι θεοῦ;
我们是否可以知道神明的神示?
§677μάλιστ’, ἐπεί τοι καὶ σοφῆς δεῖται φρενός.
当然可以,因为这也需要一颗聪明的智慧之心。
§678τί δῆτ’ ἔχρησε;
那么神示到底说了什么?
λέξον, εἰ θέμις κλύειν.
如果允许听的话,请告诉我。
§679ἀσκοῦ με τὸν προύχοντα μὴ λῦσαι πόδα— §680πρὶν ἂν τί δράσῃς ἢ τίν’ ἐξίκῃ χθόνα;
“不要解开酒袋那突出的足”—— 直到你做了什么,或者到达了哪片土地?
§681πρὶν ἂν πατρῴαν αὖθις ἑστίαν μόλω.
直到我再次回到祖先的炉灶旁。
§682σὺ δ’ ὡς τί χρῄζων τήνδε ναυστολεῖς χθόνα;
那么你为了寻求什么而乘船来到这片土地?
§683Πιτθεύς τις ἔστι, γῆς ἄναξ Tροζηνίας. . . . §684παῖς, ὡς λέγουσι, Πέλοπος, εὐσεβέστατος.
有一位叫庇透斯的人,是特罗曾之地的国王…… 听人们说,他是珀罗普斯的儿子,是最虔诚的人。
§685τούτῳ θεοῦ μάντευμα κοινῶσαι θέλω.
我想与他分享并请教神明的神示。
§686σοφὸς γὰρ ἁνὴρ καὶ τρίβων τὰ τοιάδε.
因为那是个聪明人,并且精通此类事情。
§687κἀμοί γε πάντων φίλτατος δορυξένων.
而且对我来说,他也是所有客友中最亲爱的一位。
§688ἀλλ’ εὐτυχοίης καὶ τύχοις ὅσων ἐρᾷς.
祝你幸运,并得到你所渴望的一切。
§689τί γὰρ σὸν ὄμμα χρώς τε συντέτηχ’ ὅδε;
但是,为什么你的眼睛和你的这副面容如此消瘦憔悴?
§690Αἰγεῦ, κάκιστός ἐστί μοι πάντων πόσις.
埃勾斯,我的丈夫对我来说是所有人中最卑劣的。
§691τί φῄς;
你说什么?
σαφῶς μοι σὰς φράσον δυσθυμίας.
向我解释清楚你的沮丧。
§692ἀδικεῖ μ’ Ἰάσων οὐδὲν ἐξ ἐμοῦ παθών.
伊阿宋亏待了我,而我没有做任何对不起他的事。
§693τί χρῆμα δράσας;
他做了什么事?
φράζε μοι σαφέστερον.
告诉我得更清楚些。
§694γυναῖκ’ ἐφ’ ἡμῖν δεσπότιν δόμων ἔχει.
他在我们之上,娶了另一个女人作为家里的女主人。
§695οὔ που τετόλμηκ’ ἔργον αἴσχιστον τόδε;
难道他竟敢做出这最可耻的事情吗?
§696σάφ’ ἴσθ’· ἄτιμοι δ’ ἐσμὲν οἱ πρὸ τοῦ φίλοι.
请确切知道这点;而我们,曾经深爱的人,如今却被剥夺了名誉。
§697πότερον ἐρασθεὶς ἢ σὸν ἐχθαίρων λέχος;
是因为恋爱了,还是因为厌恶你的床榻?
§698μέγαν γ’ ἔρωτα πιστὸς οὐκ ἔφυ φίλοις.
确实是一场大恋爱! 他对所爱的人毫无忠诚。
§699ἴτω νυν, εἴπερ, ὡς λέγεις, ἐστὶν κακός.
那就让他去吧,如果真如你所说,他是一个卑劣的人。
§700ἀνδρῶν τυράννων κῆδος ἠράσθη λαβεῖν.
他迷恋于与统治者们建立姻亲关系。
§701δίδωσι δ’ αὐτῷ τίς;
是谁给他的?
πέραινέ μοι λόγον.
向我把话说完。
§702Κρέων, ὃς ἄρχει τῆσδε γῆς Κορινθίας.
克瑞翁,统治这片科林斯土地的人。
§703συγγνωστὰ μέν τἄρ’ ἦν σε λυπεῖσθαι, γύναι.
妇人啊,难怪你会如此悲伤。
§704ὄλωλα· καὶ πρός γ’ ἐξελαύνομαι χθονός.
我毁灭了;而且,我还要被驱逐出这片土地。
§705πρὸς τοῦ;
被谁?
τόδ’ ἄλλο καινὸν αὖ λέγεις κακόν.
你说的这又是另一个新的灾祸。
§706Κρέων μ’ ἐλαύνει φυγάδα γῆς Κορινθίας.
克瑞翁要把我作为流亡者驱逐出科林斯的土地。
§707ἐᾷ δ’ Ἰάσων;
伊阿宋允许吗?
οὐδὲ ταῦτ’ ἐπῄνεσα.
这我也不赞成。 他口头上不赞成,但他却默认了这件事。

词汇与语法注释

  1. §613σύμβολ’ — 指证明客友关系的凭证或信物(symbola),送给异国朋友以确保受到款待。
  2. §625σὺν θεῷ δ’ εἰρήσεται — 直译为“愿此话在神明庇佑下说出”,在做出不祥的预言或激烈言辞时,用以回避神明愤怒或报应(nemesis)的惯用表达。
  3. §679ἀσκοῦ... τὸν προύχοντα... πόδα — 德尔斐神示的著名谜语。直译为“不要解开酒袋那突出的脚”,暗指在回到家乡之前不要进行性行为的隐喻。
  4. §703ἦν — 此处的未完成过去时表达了在事实明朗的当下,对早已存在之状态的确认,即“你(原来)是值得同情的”。

引用这一段

欧里庇得斯, 美狄亚 §613-707. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg003.humanitext-grc2:613-707

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。