Humanitext Reader

欧里庇得斯 · 美狄亚 §535-612

伊阿宋再婚的辩白与美狄亚对援助的拒绝

第 7 段,共 16 段 · 希腊语

内容简介

伊阿宋列举了美狄亚在希腊获得的利益,并辩解说新婚是为了家族的安全与繁荣。美狄亚反驳了他的巧辩,并拒绝了他的资金援助。

§535εἴληφας ἢ δέδωκας, ὡς ἐγὼ φράσω.
你(从我的救助中)究竟是得到的多还是付出的多,且听我说明。
§536πρῶτον μὲν Ἑλλάδ’ ἀντὶ βαρβάρου χθονὸς §537γαῖαν κατοικεῖς καὶ δίκην ἐπίστασαι §538νόμοις τε χρῆσθαι μὴ πρὸς ἰσχύος χάριν·
首先,你搬出了蛮荒之地,住进了希腊的土地,懂得了正义,并学会了使用法律,而不是屈从于暴力的任意支配。
§539πάντες δέ σ’ ᾔσθοντ’ οὖσαν Ἕλληνες σοφὴν §540καὶ δόξαν ἔσχες· εἰ δὲ γῆς ἐπ’ ἐσχάτοις §541ὅροισιν ᾤκεις, οὐκ ἂν ἦν λόγος σέθεν.
所有的希腊人都察觉到了你的聪明,你也因此获得了名声;但如果你居住在大地的最边缘,绝不会有人谈论你。
§542εἴη δ’ ἔμοιγε μήτε χρυσὸς ἐν δόμοις §543μήτ’ Ὀρφέως κάλλιον ὑμνῆσαι μέλος, §544εἰ μὴ’πίσημος ἡ τύχη γένοιτό μοι.
对我而言,宁可屋里没有黄金,也不求唱出比奥尔甫斯更动听的歌声,只要我的命运不能变得显赫。
§545τοσαῦτα μέν σοι τῶν ἐμῶν πόνων πέρι §546ἔλεξ’· ἅμιλλαν γὰρ σὺ προύθηκας λόγων.
关于我自己的劳苦,我就对你说这么多;因为是你挑起了这场言辞的争论。
§547ἃ δ’ ἐς γάμους μοι βασιλικοὺς ὠνείδισας, §548ἐν τῷδε δείξω πρῶτα μὲν σοφὸς γεγώς, §549ἔπειτα σώφρων, εἶτα σοὶ μέγας φίλος §550καὶ παισὶ τοῖς ἐμοῖσιν—ἀλλ’ ἔχ’ ἥσυχος.
至于你指责我与王室联姻一事,在这一点上,我将证明我首先是明智的,其次是克制的,再次是对你和我的孩子们来说,我是极大的恩人——别插嘴,安静听着!
§551ἐπεὶ μετέστην δεῦρ’ Ἰωλκίας χθονὸς §552πολλὰς ἐφέλκων συμφορὰς ἀμηχάνους, §553τί τοῦδ’ ἂν εὕρημ’ ηὗρον εὐτυχέστερον §554ἢ παῖδα γῆμαι βασιλέως φυγὰς γεγώς;
当我拖着许多无法解决的灾祸,从约尔科斯迁居到这里时,作为一个流亡者,能娶到国王的女儿,我还能找到比这更幸运的意外收获吗?
§555οὐχ, ᾗ σὺ κνίζῃ, σὸν μὲν ἐχθαίρων λέχος, §556καινῆς δὲ νύμφης ἱμέρῳ πεπληγμένος, §557οὐδ’ εἰς ἅμιλλαν πολύτεκνον σπουδὴν ἔχων· §558ἅλις γὰρ οἱ γεγῶτες οὐδὲ μέμφομαι· §559ἀλλ’ ὡς, τὸ μὲν μέγιστον, οἰκοῖμεν καλῶς §560καὶ μὴ σπανιζοίμεσθα, γιγνώσκων ὅτι §561πένητα φεύγει πᾶς τις ἐκποδὼν φίλος, §562παῖδας δὲ θρέψαιμ’ ἀξίως δόμων ἐμῶν §563σπείρας τ’ ἀδελφοὺς τοῖσιν ἐκ σέθεν τέκνοις §564ἐς ταὐτὸ θείην, καὶ ξυναρτήσας γένος §565εὐδαιμονοῖμεν.
这并不是因为——像你所嫉恨的那样——我厌恶了你的床榻,也不是因为我被新娘的欲望所打动,更不是因为我想在子孙繁衍上与人竞争;因为已有的孩子已经足够,我并无怨言;而是为了——这是最重要的一点——让我们生活得优裕,不至于贫困,因为我知道任何人在穷人面前都会避开,即便是朋友也一样;并且为了让我能以配得上我门第的方式抚养孩子,并为你所生的孩子生育同胞兄弟,让他们处于平等的地位,将两家血脉联系在一起,使我们幸福。
σοί τε γὰρ παίδων τί δεῖ;
因为你还需要什么孩子?
§566ἐμοί τε λύει τοῖσι μέλλουσιν τέκνοις §567τὰ ζῶντ’ ὀνῆσαι.
而对我而言,通过未来的孩子来造福现有的孩子,是有益的。
μῶν βεβούλευμαι κακῶς;
难道我策划得不好吗?
§568οὐδ’ ἂν σὺ φαίης, εἴ σε μὴ κνίζοι λέχος.
如果不是因为床榻之事的嫉妒,连你也不会这么说。
§569ἀλλ’ ἐς τοσοῦτον ἥκεθ’ ὥστ’ ὀρθουμένης §570εὐνῆς γυναῖκες πάντ’ ἔχειν νομίζετε, §571ἢν δ’ αὖ γένηται ξυμφορά τις ἐς λέχος, §572τὰ λῷστα καὶ κάλλιστα πολεμιώτατα §573τίθεσθε.
但是你们女人竟然到了这种地步:只要床榻之事美满,你们就认为拥有了一切;可一旦床榻之事有什么不顺心,你们就会把最美好、最珍贵的事情当作最凶恶的敌人。
χρῆν γὰρ ἄλλοθέν ποθεν βροτοὺς §574παῖδας τεκνοῦσθαι, θῆλυ δ’ οὐκ εἶναι γένος· §575χοὕτως ἂν οὐκ ἦν οὐδὲν ἀνθρώποις κακόν.
凡人本应该从别处繁衍后代,而不应该有女性这个性别;这样一来,人类就不会有任何灾祸了。
§576Ἰᾶσον, εὖ μὲν τούσδ’ ἐκόσμησας λόγους· §577ὅμως δ’ ἔμοιγε, κεἰ παρὰ γνώμην ἐρῶ, §578δοκεῖς προδοὺς σὴν ἄλοχον οὐ δίκαια δρᾶν.
歌队长:伊阿宋,你把这些话装饰得真漂亮;然而在我看来,即便我的话违背你的心意,我也要说,你背叛了自己的妻子,做得确实不公道。
§579ἦ πολλὰ πολλοῖς εἰμι διάφορος βροτῶν.
美狄亚:的确,在许多事情上,我都与许多凡人不同。
§580ἐμοὶ γὰρ ὅστις ἄδικος ὢν σοφὸς λέγειν §581πέφυκε, πλείστην ζημίαν ὀφλισκάνει· §582γλώσσῃ γὰρ αὐχῶν τἄδικ’ εὖ περιστελεῖν, §583τολμᾷ πανουργεῖν· ἔστι δ’ οὐκ ἄγαν σοφός.
因为在我看来,任何人只要行事不义,却天生擅长言辞,就会招致最大的惩罚;因为他自恃能用舌头把不义粉饰得很好,便敢于作恶;但他其实并没有那么聪明。
§584ὡς καὶ σὺ μή νυν εἰς ἔμ’ εὐσχήμων γένῃ §585λέγειν τε δεινός.
所以你现在也不必对我装出体面的样子,展示你那高超的辩才。
ἓν γὰρ ἐκτενεῖ σ’ ἔπος· §586χρῆν σ’, εἴπερ ἦσθα μὴ κακός, πείσαντά με §587γαμεῖν γάμον τόνδ’, ἀλλὰ μὴ σιγῇ φίλων.
因为只需一句话就能击倒你:如果你不是个卑鄙小人,你就应该先说服我,然后再结这门亲事,而不是瞒着你的亲人。
§588καλῶς γ’ ἄν, οἶμαι, τῷδ’ ὑπηρέτεις λόγῳ, §589εἴ σοι γάμον κατεῖπον, ἥτις οὐδὲ νῦν §590τολμᾷς μεθεῖναι καρδίας μέγαν χόλον.
伊阿宋:我想,如果我把婚事告诉了你,你当时一定会很好地顺从我的提议吧,既然你直到现在都无法释怀心中的满腔怒火。
§591οὐ τοῦτό σ’ εἶχεν, ἀλλὰ βάρβαρον λέχος §592πρὸς γῆρας οὐκ εὔδοξον ἐξέβαινέ σοι.
美狄亚:缠绕着你的并不是这个,而是因为一个蛮族妻子到了老年,对你来说就不是个体面的归宿了。
§593εὖ νῦν τόδ’ ἴσθι, μὴ γυναικὸς οὕνεκα §594γῆμαί με λέκτρα βασιλέων ἃ νῦν ἔχω, §595ἀλλ’, ὥσπερ εἶπον καὶ πάρος, σῷσαι θέλων §596σέ, καὶ τέκνοισι τοῖς ἐμοῖς ὁμοσπόρους §597φῦσαι τυράννους παῖδας, ἔρυμα δώμασι.
伊阿宋:你现在给我听好了,我娶现在的王室之女并不是为了女人的缘故,而是像我之前说的那样,为了救你,并为我的孩子们生育同胞的王室子嗣,作为我们家族的屏障。
§598μή μοι γένοιτο λυπρὸς εὐδαίμων βίος §599μηδ’ ὄλβος ὅστις τὴν ἐμὴν κνίζοι φρένα.
美狄亚:我不要相伴着痛苦的富贵生活,也不要折磨我心灵的财富。
§600οἶσθ’ ὡς μέτευξαι, καὶ σοφωτέρα φανῇ;
伊阿宋:你知道该怎么改口祈祷吗?
§601τὰ χρηστὰ μή σοι λυπρὰ φαίνεσθαι ποτέ, §602μηδ’ εὐτυχοῦσα δυστυχὴς εἶναι δοκεῖν.
这样你会显得更聪明: “愿美好之事永远不让我感到痛苦,愿我身处好运时,不觉得自己是不幸的。
§603ὕβριζ’, ἐπειδὴ σοὶ μὲν ἔστ’ ἀποστροφή, §604ἐγὼ δ’ ἔρημος τήνδε φευξοῦμαι χθόνα.
” 美狄亚:尽情侮辱我吧,因为你还有退路,而我只能孤苦伶仃地逃离这片土地。
§605αὐτὴ τάδ’ εἵλου· μηδέν’ ἄλλον αἰτιῶ.
伊阿宋:这是你自己选择的,不要怨恨别人。
§606τί δρῶσα;
美狄亚:我做了什么?
μῶν γαμοῦσα καὶ προδοῦσά σε;
难道是我结婚并背叛了你吗?
§607ἀρὰς τυράννοις ἀνοσίους ἀρωμένη.
伊阿宋:是因为你对统治者发出了不义的诅咒。
§608καὶ σοῖς ἀραία γ’ οὖσα τυγχάνω δόμοις.
美狄亚:而对于你的家,我也注定是一个诅咒。
§609ὡς οὐ κρινοῦμαι τῶνδέ σοι τὰ πλείονα.
伊阿宋:我不想再和你争论这些事了。
§610ἀλλ’, εἴ τι βούλῃ παισὶν ἢ σαυτῆς φυγῇ §611προσωφέλημα χρημάτων ἐμῶν λαβεῖν, §612λέγ’· ὡς ἕτοιμος ἀφθόνῳ δοῦναι χερὶ
但是,如果你想从我的财产中得到一些对孩子们或你自己的流亡有所帮助的资助,就说吧;我随时准备慷慨解囊。

词汇与语法注释

  1. 535εἴληφας ἢ δέδωκας — 此句承接前一行(上一分区的末尾)的比较级形容词 μείζω,意为“(相较于你付出的,因我的救助而)你得到的要比你付出的多得多”。
  2. 542εἴη δ’ ἔμοιγε μήτε χρυσὸς... εἰ μὴ ’πίσημος ἡ τύχη γένοιτό μοι. — 表示愿望的祈愿语气 εἴη 与表示假设的祈愿语气条件从句 εἰ... γένοιτο 相呼应,表达了一种假设性条件:“如果我的命运不能变得显赫,我宁可屋里没有黄金……”。
  3. 553τί τοῦδ’ ἂν εὕρημ’ ηὗρον εὐτυχέστερον / ἢ παῖδα γῆμαι βασιλέως — 比较属格 τοῦδ’(比这更……)预指了后文的不定词短语 ἢ παῖδα γῆμαι(比娶国王的女儿),在整体上形成了一个双重比较的句式结构。
  4. 580σοφὸς λέγειν — 不定式 λέγειν 是限定形容词 σοφός 的“在……方面(关于说)”的限定不定式,整体意为“擅长言辞的”。
  5. 600οἶσθ’ ὡς μέτευξαι — 这是一个由 οἶσθα(你知道吗)后接 ὡς 和不定过去时中动命令式 μέτευξαι 组成的口语惯用句式,表达一种强烈的建议或促使:“你知道该如何改口祈祷吗?(那就这样祈祷吧)”。
  6. 608τυγχάνω — 连同补充性分词 οὖσα(是),动词 τυγχάνω 起到了强调客观事实的作用,意为“现确实是(一个诅咒)”。

引用这一段

欧里庇得斯, 美狄亚 §535-612. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg003.humanitext-grc2:535-612

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。