Humanitext Reader

欧里庇得斯 · 美狄亚 §455-534

美狄亚指责背叛与伊阿宋的辩解

第 6 段,共 16 段 · 希腊语

内容简介

伊阿宋与美狄亚直接对质,伊阿宋声称自己宽宏大量,而美狄亚则通过详细诉说自己为他做出的巨大牺牲来激烈谴责他的背叛。对此,伊阿宋反驳称真正拯救他的是阿佛洛狄忒的力量,而非美狄亚的智慧。

§455κἀγὼ μὲν αἰεὶ βασιλέων θυμουμένων §456ὀργὰς ἀφῄρουν καί σ’ ἐβουλόμην μένειν· §457σὺ δ’ οὐκ ἀνίεις μωρίας, λέγουσ’ ἀεὶ §458κακῶς τυράννους· τοιγὰρ ἐκπεσῇ χθονός.
当我总是想要在国王们愤怒时,平息他们的怒火,并希望你留下来;你却不肯停止你的愚行,总是恶语中伤统治者们;因此你将被驱逐出这片土地。
§459ὅμως δὲ κἀκ τῶνδ’ οὐκ ἀπειρηκὼς φίλοις §460ἥκω, τὸ σὸν δὲ προσκοπούμενος, γύναι, §461ὡς μήτ’ ἀχρήμων σὺν τέκνοισιν ἐκπέσῃς §462μήτ’ ἐνδεής του· πόλλ’ ἐφέλκεται φυγὴ §463κακὰ ξὺν αὑτῇ.
但尽管如此,即使在这些事情发生之后,我也没有背弃我的亲人,我来到了这里,为你做打算,女人,以免你和孩子们身无分文地被驱逐,或在任何事情上有所匮乏;因为流亡自会带走许多灾祸。
καὶ γὰρ εἰ σύ με στυγεῖς, §464οὐκ ἂν δυναίμην σοὶ κακῶς φρονεῖν ποτε.
因为即使你憎恨我,我也绝不会对你怀有恶念。
§465ὦ παγκάκιστε, τοῦτο γάρ σ’ εἰπεῖν ἔχω,
你这极恶之徒!
§466γλώσσῃ μέγιστον εἰς ἀνανδρίαν κακόν· §467ἦλθες πρὸς ἡμᾶς, ἦλθες ἔχθιστος γεγώς;
因为对于你的懦弱,我可以用言语说出这最大的恶名;你竟然来到了我们这里,来到了你已经变成最可憎之人的地方?
§469οὔτοι θράσος τόδ’ ἐστὶν οὐδ’ εὐτολμία, §470φίλους κακῶς δράσαντ’ ἐναντίον βλέπειν, §471ἀλλ’ ἡ μεγίστη τῶν ἐν ἀνθρώποις νόσων §472πασῶν, ἀναίδει’·
这绝不是大胆,也不是勇敢,在伤害了亲人之后还敢直视对方的眼睛,而是人类所有疾病中最大的一种,无耻。
εὖ δ’ ἐποίησας μολών· §473ἐγώ τε γὰρ λέξασα κουφισθήσομαι §474ψυχὴν κακῶς σε καὶ σὺ λυπήσῃ κλύων.
但你来得正好;因为我通过控诉你的恶行可以减轻我灵魂的重担,而你听了也必感到痛苦。
§475ἐκ τῶν δὲ πρώτων πρῶτον ἄρξομαι λέγειν.
我将从最早的事情开始说起。
§476ἔσῳσά σ’, ὡς ἴσασιν Ἑλλήνων ὅσοι §477ταὐτὸν συνεισέβησαν Ἀργῷον σκάφος, §478πεμφθέντα ταύρων πυρπνόων ἐπιστάτην §479ζεύγλῃσι καὶ σπεροῦντα θανάσιμον γύην· §480δράκοντά θ’, ὃς πάγχρυσον ἀμπέχων δέρας §481σπείραις ἔσῳζε πολυπλόκοις ἄυπνος ὤν, §482κτείνασ’ ἀνέσχον σοὶ φάος σωτήριον.
我救了你,正如所有与你同登阿尔戈号船的希腊人都知道的那样,当你被派去驾驭喷火的公牛套上轭具并播种致命的耕地时;还有那条盘绕着纯金羊毛、不眠不休地守卫着的巨龙,我杀死了它,为你升起了救命的光芒。
§483αὐτὴ δὲ πατέρα καὶ δόμους προδοῦσ’ ἐμοὺς §484τὴν Πηλιῶτιν εἰς Ἰωλκὸν ἱκόμην §485σὺν σοί, πρόθυμος μᾶλλον ἢ σοφωτέρα· §486Πελίαν τ’ ἀπέκτειν’, ὥσπερ ἄλγιστον θανεῖν, §487παίδων ὑπ’ αὐτοῦ, πάντα τ’ ἐξεῖλον δόμον.
而我自己则背叛了父亲和我的家,来到了培利翁山下的约尔科斯,与你同行,凭着一腔热情而非智慧;我杀死了培利亚斯,让他以最痛苦的方式死去,死在自家的女儿们手中,并且我彻底毁灭了他的家。
§488καὶ ταῦθ’ ὑφ’ ἡμῶν, ὦ κάκιστ’ ἀνδρῶν, παθὼν §489προύδωκας ἡμᾶς, καινὰ δ’ ἐκτήσω λέχη— §490παίδων γεγώτων· εἰ γὰρ ἦσθ’ ἄπαις ἔτι, §491συγγνώστ’ ἂν ἦν σοι τοῦδ’ ἐρασθῆναι λέχους.
你这男人中的极恶者,在从我这里得到这些恩惠之后,却背叛了我们,并寻找了新的床榻—— 而且是在孩子们已经出生的前提下;因为如果你还没有孩子,那么你渴望得到这个新的床榻还算是可以原谅的。
§492ὅρκων δὲ φρούδη πίστις, οὐδ’ ἔχω μαθεῖν §493ἦ θεοὺς νομίζεις τοὺς τότ’ οὐκ ἄρχειν ἔτι, §494ἢ καινὰ κεῖσθαι θέσμι’ ἀνθρώποις τὰ νῦν, §495ἐπεὶ σύνοισθά γ’ εἰς ἔμ’ οὐκ εὔορκος ὤν.
但誓言的信用已经丧失,我也无法理解,你究竟是认为当年的神明已不再统治,还是认为如今人类已确立了新的法度,因为你明明知道你对我违背了誓言。
§496φεῦ δεξιὰ χείρ, ἧς σὺ πόλλ’ ἐλαμβάνου, §497καὶ τῶνδε γονάτων, ὡς μάτην κεχρῴσμεθα §498κακοῦ πρὸς ἀνδρός, ἐλπίδων δ’ ἡμάρτομεν.
哀哉,你曾无数次握住的这只右手,以及这些膝盖,我们竟被一个恶人白白地抚摸,并错失了所有的希望。
§499ἄγ’· ὡς φίλῳ γὰρ ὄντι σοι κοινώσομαι §500—δοκοῦσα μὲν τί πρός γε σοῦ πράξειν καλῶς;
来吧,我将把你当作朋友来商量 ——虽然我能期望从你那里得到什么好处?
§501ὅμως δ’· ἐρωτηθεὶς γὰρ αἰσχίων φανῇ— §502νῦν ποῖ τράπωμαι;
但尽管如此,因为在被质问时,你将显得更加可耻—— 现在我该投奔何处?
πότερα πρὸς πατρὸς δόμους, §503οὓς σοὶ προδοῦσα καὶ πάτραν ἀφικόμην;
是去往父亲的家园,那是我为你而背叛、并抛弃祖国才来到这里的?
§504ἢ πρὸς ταλαίνας Πελιάδας;
还是去往可怜的培利亚斯的女儿们那里?
καλῶς γ’ ἂν οὖν §505δέξαιντό μ’ οἴκοις ὧν πατέρα κατέκτανον.
如果她们能在家里热烈欢迎我这个杀父仇人,那才真是怪事。
§506ἔχει γὰρ οὕτω· τοῖς μὲν οἴκοθεν φίλοις §507ἐχθρὰ καθέστηχ’, οὓς δέ μ’ οὐκ ἐχρῆν κακῶς §508δρᾶν, σοὶ χάριν φέρουσα πολεμίους ἔχω.
因为事实就是这样:对于家乡的亲人,我已经成了仇敌;而那些我不应该伤害的人,因为要讨好你,我却让他们成了我的敌人。
§509τοιγάρ με πολλαῖς μακαρίαν Ἑλληνίδων §510ἔθηκας ἀντὶ τῶνδε· θαυμαστὸν δέ σε §511ἔχω πόσιν καὶ πιστὸν ἡ τάλαιν’ ἐγώ, §512εἰ φεύξομαί γε γαῖαν ἐκβεβλημένη, §513φίλων ἔρημος, σὺν τέκνοις μόνη μόνοις— §514καλόν γ’ ὄνειδος τῷ νεωστὶ νυμφίῳ, §515πτωχοὺς ἀλᾶσθαι παῖδας ἥ τ’ ἔσῳσά σε.
因此,你确实让我在众多希腊妇女眼中,以此为代价换来了“幸福”;而我这个可怜的人,却拥有了你这样一个奇妙而忠诚的丈夫,如果我真的要被驱逐出这片土地而流亡,失去朋友,唯有我和孤零零的孩子们相依为命—— 这对于新郎来说,确实是个绝妙的耻辱,让你的孩子和救了你的我,作为乞丐流浪。
§516ὦ Ζεῦ, τί δὴ χρυσοῦ μὲν ὃς κίβδηλος ᾖ §517τεκμήρι’ ἀνθρώποισιν ὤπασας σαφῆ, §518ἀνδρῶν δ’ ὅτῳ χρὴ τὸν κακὸν διειδέναι, §519οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματι;
哦,宙斯啊,你既然已经赐予人类明确的检验真伪黄金的证据,但对于男人,要如何辨别其恶劣,其身体上为什么没有任何天然的印记呢?
§520δεινή τις ὀργὴ καὶ δυσίατος πέλει, §521ὅταν φίλοι φίλοισι συμβάλωσ’ ἔριν.
当曾经亲近的人彼此发生争斗时,那真是一种可怕且难以治愈的愤怒。
§522δεῖ μ’, ὡς ἔοικε, μὴ κακὸν φῦναι λέγειν, §523ἀλλ’ ὥστε ναὸς κεδνὸν οἰακοστρόφον §524ἄκροισι λαίφους κρασπέδοις ὑπεκδραμεῖν §525τὴν σὴν στόμαργον, ὦ γύναι, γλωσσαλγίαν.
看来,我绝不能在言辞上显得拙劣,而是必须像一位优秀的船只舵手一样,仅用帆的最边缘,来避开你这大言不惭、令人厌烦的喋喋不休,女人。
§526ἐγὼ δ’, ἐπειδὴ καὶ λίαν πυργοῖς χάριν, §527Κύπριν νομίζω τῆς ἐμῆς ναυκληρίας §528σώτειραν εἶναι θεῶν τε κἀνθρώπων μόνην.
而我,既然你把你的恩情吹得太高,我认为在神明和凡人中,只有塞浦路斯神是我这次航行的唯一救星。
§529σοὶ δ’ ἔστι μὲν νοῦς λεπτός—ἀλλ’ ἐπίφθονος §530λόγος διελθεῖν, ὡς Ἔρως σ’ ἠνάγκασε §531τόξοις ἀφύκτοις τοὐμὸν ἐκσῷσαι δέμας.
你确实有着敏锐的头脑——但这却是一个令人反感的故事,如果细说厄洛斯如何用他那无法逃脱的箭强迫你救了我的生命。
§532ἀλλ’ οὐκ ἀκριβῶς αὐτὸ θήσομαι λίαν· §533ὅπῃ γὰρ οὖν ὤνησας, οὐ κακῶς ἔχει.
但我不想把这件事算得太精确;因为无论你以何种方式帮助了我,那都不算坏。
§534μείζω γε μέντοι τῆς ἐμῆς σωτηρίας
然而,你从我的获救中得到了更大的东西……

词汇与语法注释

  1. 465γλώσσῃ — γλώσσῃ 是表示手段或限定的与格,意为“在言语上”。接下来的 μέγιστον κακόν(最大的恶)与 465 行的 τοῦτο(指代 455 行中的骂名 παγκάκιστε“极恶之徒”)构成同格。εἰς ἀνανδρίαν 表达这一言语攻击的目标,即“针对你的懦弱/无耻”。
  2. 478πεμφθέντα — 宾格分词 πεμφθέντα(被派遣)与 476 行的宾格人称代词 σέ(你)一致并修饰它,描绘了伊阿宋被派往科尔基斯时所经历的磨难。
  3. 485πρόθυμος μᾶλλον ἢ σοφωτέρα — 带有 μᾶλλον 的原级形容词(πρόθυμος μᾶλλον)与比较级形容词(σοφωτέρα)通过 ἤ 连接。这种不对称的比较级并列在古典希腊语中可见,意为“热情多于智慧(思虑)”。
  4. 490παίδων γεγώτων — 使用了完成时分词的属格独立结构(genitive absolute)。它表达了基于既定事实的让步或伴随状况:“尽管(对你而言)孩子们已经出生了”。
  5. 523-524ἄκροισι λαίφους κρασπέδοις — 一个航海比喻,意为“仅用帆的最边缘(顶风前行)”。它象征着伊阿宋试图通过将暴露的船帆减至最小,来躲避和度过美狄亚狂暴的言语风暴(γλωσσαλγίαν)。

引用这一段

欧里庇得斯, 美狄亚 §455-534. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg003.humanitext-grc2:455-534

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。