§358φεῦ φεῦ, μελέα τῶν σῶν ἀχέων.
哀哉,痛哉! 可怜的人啊,为了你的痛苦!
§359ποῖ ποτε τρέψῃ;
你究竟要投奔何方?
τίνα πρὸς ξενίαν;
去往怎样的客旅之地?
§364κακῶς πέπρακται πανταχῇ· τίς ἀντερεῖ;
事态处处不妙;谁能否认?
§365ἀλλ’ οὔτι ταύτῃ ταῦτα, μὴ δοκεῖτέ πω.
但事情绝非就此结束,千万不要这样想。
新婚夫妇面前仍有争斗,而对于缔结婚约的人来说,也有不小的痛苦。
你以为,如果不是为了谋取利益或有所企图,我会去向这个男人奉承迎合吗?
§370οὐδ’ ἂν προσεῖπον οὐδ’ ἂν ἡψάμην χεροῖν.
我绝不会对他说一句话,也不会用手去碰他。
§371ὃ δ’ ἐς τοσοῦτον μωρίας ἀφίκετο, §372ὥστ’ ἐξὸν αὐτῷ τἄμ’ ἑλεῖν βουλεύματα §373γῆς ἐκβαλόντι, τήνδ’ ἀφῆκεν ἡμέραν
但他竟然愚蠢到了这种地步,本来他可以通过把我驱逐出境来挫败我的计划,却允许我留下了这一天。
在这一天里,我将让我的三个仇人变成尸体:父亲、女儿,以及我的丈夫。
§376πολλὰς δ’ ἔχουσα θανασίμους αὐτοῖς ὁδούς, §377οὐκ οἶδ’ ὁποίᾳ πρῶτον ἐγχειρῶ, φίλαι· §378πότερον ὑφάψω δῶμα νυμφικὸν πυρί, §379ἢ θηκτὸν ὤσω φάσγανον δι’ ἥπάτος, §380σιγῇ δόμους ἐσβᾶσ’, ἵν’ ἔστρωται λέχος.
虽然我有许多种致他们于死地的方法,我却不知道该先尝试哪一种,朋友们;是用火烧毁新婚的洞房,还是将锋利的剑刺穿他们的肝脏,悄悄潜入那铺设着床榻的宫殿?
§381ἀλλ’ ἕν τί μοι πρόσαντες· εἰ ληφθήσομαι §382δόμους ὑπεσβαίνουσα καὶ τεχνωμένη, §383θανοῦσα θήσω τοῖς ἐμοῖς ἐχθροῖς γέλων.
但有一件事对我不利:如果我在潜入宫殿或施展计谋时被抓获,我就会死,并成为仇敌们的笑柄。
最好是走那条最直接的路,这也是我们天生最擅长的——用毒药来除掉他们。
§386εἶἑν·
好吧。
§386aκαὶ δὴ τεθνᾶσι· τίς με δέξεται πόλις;
就算他们死了;又有什么城邦会接纳我?
有什么异邦人会提供安全的土地和可靠的家园,来拯救我的身体?
§389οὐκ ἔστι.
没有。
μείνασ’ οὖν ἔτι σμικρὸν χρόνον, §390ἢν μέν τις ἡμῖν πύργος ἀσφαλὴς φανῇ, §391δόλῳ μέτειμι τόνδε καὶ σιγῇ φόνον· §392ἢν δ’ ἐξελαύνῃ ξυμφορά μ’ ἀμήχανος, §393αὐτὴ ξίφος λαβοῦσα, κεἰ μέλλω θανεῖν, §394κτενῶ σφε, τόλμης δ’ εἶμι πρὸς τὸ καρτερόν.
所以再等待片刻,如果向我们显现出某种安全的堡垒,我就用诡计与沉默来实施这次谋杀;但如果无法抗拒的灾祸将我驱逐,我将亲自拔剑,即使注定要死,我也要杀掉他们,走向坚决的大胆。
§395οὐ γὰρ μὰ τὴν δέσποιναν ἣν ἐγὼ σέβω §396μάλιστα πάντων καὶ ξυνεργὸν εἱλόμην, §397Ἑκάτην, μυχοῖς ναίουσαν ἑστίας ἐμῆς, §398χαίρων τις αὐτῶν τοὐμὸν ἀλγυνεῖ κέαρ.
因为,凭着我所敬奉的、最崇敬并选为助手的女主人,那居住在我家炉灶深处的赫卡忒起誓,他们中绝没有一个人在伤害了我的心之后还能安然无事。
我要让他们的婚礼变得痛苦而凄惨,让这场姻盟变得苦涩,让我被驱逐出国境成为他们的痛悔。
§401ἀλλ’ εἶα·
来吧!
φείδου μηδὲν ὧν ἐπίστασαι, §402Μήδεια, βουλεύουσα καὶ τεχνωμένη· §403ἕρπ’ ἐς τὸ δεινόν· νῦν ἀγὼν εὐψυχίας.
不要吝惜你所懂得的任何技艺,美狄亚,去谋划、去施展诡计吧;走向那可怕的深渊;现在是勇气交锋的时刻。
§404ὁρᾷς ἃ πάσχεις· οὐ γέλωτα δεῖ σ’ ὀφλεῖν §405τοῖς Σισυφείοις τοῖς τ’ Ἰάσονος γάμοις, §406γεγῶσαν ἐσθλοῦ πατρὸς Ἡλίου τ’ ἄπο.
你看到了你所遭受的痛苦;你绝不能成为笑柄,在这西绪福斯一族和伊阿宋的婚礼中,你可是出身于高贵的父亲并源自太阳神赫利俄斯。
§407ἐπίστασαι δέ· πρὸς δὲ καὶ πεφύκαμεν §408γυναῖκες, ἐς μὲν ἔσθλ’ ἀμηχανώταται, §409κακῶν δὲ πάντων τέκτονες σοφώταται.
而且你懂得方法;况且,我们女人天生对于善事最是无能为力,对于一切恶行却是最聪明的制造者。
§412ἀνδράσι μὲν δόλιαι βουλαί, θεῶν δ’ §414οὐκέτι πίστις ἄραρε· §415τὰν δ’ ἐμὰν εὔκλειαν ἔχειν βιοτὰν στρέψουσι φᾶμαι· §419ἔρχεται τιμὰ γυναικείῳ γένει· §420οὐκέτι δυσκέλαδος φάμα γυναῖκας ἕξει.
男人们的心思充满诡诈,而神明的誓言也已不再牢固;但世人的传闻将扭转我的一生,使其享有美名;荣耀正降临于女性的族类;恶毒的传言将不再笼罩女人。
§423οὐ γὰρ ἐν ἁμετέρᾳ γνώμᾳ λύρας §425ὤπασε θέσπιν ἀοιδὰν §426Φοῖβος, ἀγήτωρ μελέων· ἐπεὶ ἀντάχησ’ ἂν ὕμνον §427ἀρσένων γέννᾳ.
因为在我们的心智中,旋律之主福玻斯并没有赋予我们里拉琴的神圣歌喉;否则,我定会向男人的族类唱出回敬的歌章。
μακρὸς δ’ αἰὼν ἔχει §430πολλὰ μὲν ἁμετέραν ἀνδρῶν τε μοῖραν εἰπεῖν.
但漫长的岁月里,有太多关于我们和男人的命运可以诉说。
§431σὺ δ’ ἐκ μὲν οἴκων πατρίων ἔπλευσας §432μαινομένᾳ κραδίᾳ, διδύμους ὁρίσασα πόντου §433πέτρας· ἐπὶ δὲ ξένᾳ §435ναίεις χθονί, τᾶς ἀνάνδρου §436κοίτας ὀλέσασα λέκτρον, §437τάλαινα, φυγὰς δὲ χώρας §438ἄτιμος ἐλαύνῃ.
你怀着疯狂的心航离了父辈的家园,穿过了海上的双重岩石;并在异乡的土地上居住,失去了那没有丈夫的床榻,可怜的人啊,作为这片土地的流亡者,你正蒙受耻辱地被驱逐。
誓言的尊严已经逝去,在伟大的希腊,敬畏(aidos)已不复存在,它已飞向了高空。
§441σοὶ δ’ οὔτε πατρὸς δόμοι, §442δύστανε, μεθορμίσασθαι §443μόχθων πάρα, τῶν τε λέκτρων §444ἄλλα βασίλεια κρείσσων §445δόμοισιν ἐπέστα.
而你,既没有父亲的家园,可怜的人啊,可以让你停泊以避开痛苦,而在你的床榻之上,另一个更为强大的王后已经凌驾于宫殿之中。
这已不是我第一次,而是很多次看到,暴烈之怒是多么不可救药的灾祸。