§1157ἀλλ’ ᾔνεσ’ ἀνδρὶ πάντα, καὶ πρὶν ἐκ δόμων §1158μακρὰν ἀπεῖναι πατέρα καὶ παῖδας, §1159λαβοῦσα πέπλους ποικίλους ἠμπέσχετο, §1160χρυσοῦν τε θεῖσα στέφανον ἀμφὶ βοστρύχοις §1161λαμπρῷ κατόπτρῳ σχηματίζεται κόμην, §1162ἄψυχον εἰκὼ προσγελῶσα σώματος.
但她向丈夫允诺了这一切,在父亲和孩子们还没有走远离开宫殿之前,她便拿来那件色彩斑斓的衣裳穿在身上;她把金冠戴在发卷上,对着明亮的镜子整理头发,向着自己那毫无生气的躯壳影像微笑。
§1163κἄπειτ’ ἀναστᾶσ’ ἐκ θρόνων διέρχεται §1164στέγας, ἁβρὸν βαίνουσα παλλεύκῳ ποδί, §1165δώροις ὑπερχαίρουσα, πολλὰ πολλάκις §1166τένοντ’ ἐς ὀρθὸν ὄμμασι σκοπουμένη.
随后,她从宝座上站起来,穿过房间,用雪白的双脚优雅地迈着步子,因礼物而狂喜万分,一次又一次地转过眼光,端详着自己绷直的脚筋。
§1167τοὐνθένδε μέντοι δεινὸν ἦν θέαμ’ ἰδεῖν·
然而,此后的景象却惨不忍睹。
§1168χροιὰν γὰρ ἀλλάξασα λεχρία πάλιν §1169χωρεῖ τρέμουσα κῶλα καὶ μόλις φθάνει §1170θρόνοισιν ἐμπεσοῦσα μὴ χαμαὶ πεσεῖν.
因为她脸色顿变,浑身颤抖着倒退着走,双腿战栗,幸好倒在了宝座上,才免于摔倒在地上。
§1171καί τις γεραιὰ προσπόλων, δόξασά που §1172ἢ Πανὸς ὀργὰς ἢ τινὸς θεῶν μολεῖν, §1173ἀνωλόλυξε, πρίν γ’ ὁρᾷ διὰ στόμα §1174χωροῦντα λευκὸν ἀφρόν, ὀμμάτων τ’ ἄπο §1175κόρας στρέφουσαν, αἷμά τ’ οὐκ ἐνὸν χροΐ· §1176εἶτ’ ἀντίμολπον ἧκεν ὀλολυγῆς μέγαν §1177κωκυτόν.
一位年老的侍女心想这大概是潘神或某位神明降下的震怒,便发出了一声祈祷的欢呼,直到她看见那白沫从公主口中涌出,眼珠翻转,皮肤全无血色;接着,她发出一声巨大的哀号,与之前的呼喊截然相反。
εὐθὺς δ’ ἣ μὲν ἐς πατρὸς δόμους §1178ὥρμησεν, ἣ δὲ πρὸς τὸν ἀρτίως πόσιν §1179φράσουσα νύμφης συμφοράν· ἅπασα δὲ §1180στέγη πυκνοῖσιν ἐκτύπει δρομήμασιν.
顿时,有人奔向父亲的宫殿,有人奔向新郎那里,去报告新娘的厄运;整座屋宇都因急促奔跑的脚步声而发出回响。
§1181ἤδη δ’ ἀνέλκων κῶλον ἔκπλεθρον δρόμου §1182ταχὺς βαδιστὴς τερμόνων ἂν ἥπτετο, §1183ἣ δ’ ἐξ ἀναύδου καὶ μύσαντος ὄμματος §1184δεινὸν στενάξασ’ ἡ τάλαιν’ ἠγείρετο.
直到快步的跑者抬起双腿、本已快要到达六普勒特拉赛跑的终点时,这位不幸的女子才从无言而闭目的状态中,发出一声可怕的呻吟,苏醒了过来。
§1185διπλοῦν γὰρ αὐτῇ πῆμ’ ἐπεστρατεύετο· §1186χρυσοῦς μὲν ἀμφὶ κρατὶ κείμενος πλόκος §1187θαυμαστὸν ἵει νᾶμα παμφάγου πυρός, §1188πέπλοι δὲ λεπτοί, σῶν τέκνων δωρήματα, §1189λεπτὴν ἔδαπτον σάρκα τῆς δυσδαίμονος.
因为双重的灾难正向她袭来:戴在她头上的金冠喷射出令人惊骇的、吞噬一切的熊熊烈火,而那件精致的衣裳——你孩子们的礼物—— 正在啃噬着这不幸女子的娇嫩肌肤。
§1190φεύγει δ’ ἀναστᾶσ’ ἐκ θρόνων πυρουμένη, §1191σείουσα χαίτην κρᾶτά τ’ ἄλλοτ’ ἄλλοσε, §1192ῥῖψαι θέλουσα στέφανον· ἀλλ’ ἀραρότως §1193σύνδεσμα χρυσὸς εἶχε, πῦρ δ’, ἐπεὶ κόμην §1194ἔσεισε, μᾶλλον δὶς τόσως ἐλάμπετο.
她从宝座上站起来,满身是火地四处逃奔,把头发和脑袋摇向四面八方,企图甩掉金冠;但是那金饰牢固地扣着,当她摇晃头发时,火焰反而燃烧得比之前还要旺盛一倍。
她终于被灾难击倒,跌落在地,除了她的父亲,旁人极难认出她来。
§1197οὔτ’ ὀμμάτων γὰρ δῆλος ἦν κατάστασις §1198οὔτ’ εὐφυὲς πρόσωπον, αἷμα δ’ ἐξ ἄκρου §1199ἔσταζε κρατὸς συμπεφυρμένον πυρί, §1200σάρκες δ’ ἀπ’ ὀστέων ὥστε πεύκινον δάκρυ §1201γναθμοῖς ἀδήλοις φαρμάκων ἀπέρρεον, §1202δεινὸν θέαμα·
因为她的眼睛已看不出原来的神采,美丽的脸庞也已不复存在,鲜血夹杂着烈火从头顶滴落,骨头上的血肉像松脂一样剥落下来,这是在毒药无形力量的啃噬下—— 这景象真是骇人听闻。
πᾶσι δ’ ἦν φόβος θιγεῖν §1203νεκροῦ· τύχην γὰρ εἴχομεν διδάσκαλον.
每个人都害怕触碰尸体,因为眼前的惨状成了我们的教训。
而不幸的父亲在对灾难一无所知的情况下,突然走进房里,扑在尸体上。
§1206ᾤμωξε δ’ εὐθύς, καὶ περιπτύξας χέρας §1207κυνεῖ προσαυδῶν τοιάδ’· Ὦ δύστηνε παῖ, §1208τίς σ’ ὧδ’ ἀτίμως δαιμόνων ἀπώλεσε;
他登时恸哭起来,紧紧搂住她,亲吻着她,这样说道:“我可怜的孩子啊,究竟是哪位神明如此残酷地毁灭了你?
οἴμοι, συνθάνοιμί σοι, τέκνον.
唉,孩子,让我与你同死吧!
§1211ἐπεὶ δὲ θρήνων καὶ γόων ἐπαύσατο, §1212χρῄζων γεραιὸν ἐξαναστῆσαι δέμας §1213προσείχεθ’ ὥστε κισσὸς ἔρνεσιν δάφνης §1214λεπτοῖσι πέπλοις, δεινὰ δ’ ἦν παλαίσματα·
” 当他停止了哭诉和哀悼,想要撑起年迈的身躯时,他却像常春藤缠绕在月桂树枝上一样,被那件精致的衣裳紧紧粘住;随之而来的是可怕的纠缠。
§1215ὃ μὲν γὰρ ἤθελ’ ἐξαναστῆσαι γόνυ, §1216ἣ δ’ ἀντελάζυτ’. εἰ δὲ πρὸς βίαν ἄγοι, §1217σάρκας γεραιὰς ἐσπάρασσ’ ἀπ’ ὀστέων.
因为他想挺起膝盖,她却拉住他不放;如果他用力挣脱,就会把年老的皮肉从骨头上撕扯下来。
最终,这不幸的老人精疲力竭,断了气,因为他再也无法战胜这灾难。
他们躺在那里,死去的女儿和年迈的父亲相依,成了令人泪下的惨剧。
至于你的事,暂且不在我的话下;因为你自然会懂得如何逃避惩罚。
§1224τὰ θνητὰ δ’ οὐ νῦν πρῶτον ἡγοῦμαι σκιάν, §1225οὐδ’ ἂν τρέσας εἴποιμι τοὺς σοφοὺς βροτῶν §1226δοκοῦντας εἶναι καὶ μεριμνητὰς λόγων §1227τούτους μεγίστην ζημίαν ὀφλισκάνειν.
不过,我认为凡尘之事如今已不再是第一次显现为虚影,我甚至毫不畏惧地断言:凡人中那些自作聪明、深究言辞之人,他们招致的惩罚才是最沉重的。
§1228θνητῶν γὰρ οὐδείς ἐστιν εὐδαίμων ἀνήρ· §1229ὄλβου δ’ ἐπιρρυέντος εὐτυχέστερος §1230ἄλλου γένοιτ’ ἂν ἄλλος, εὐδαίμων δ’ ἂν οὔ.
因为凡人之中没有谁是真正幸福的;当财富滚滚而来时,可能有人会比别人更幸运一些,但绝谈不上幸福。
神明似乎在今天把许多灾难理所当然地降在伊阿宋身上。
§1233ὦ τλῆμον, ὥς σου συμφορὰς οἰκτίρομεν, §1234κόρη Κρέοντος, ἥτις εἰς Ἅιδου δόμους §1235οἴχῃ γάμων ἕκατι τῶν Ἰάσονος.
可怜的人啊,我们是多么同情你的不幸,克瑞翁的女儿,你竟为了和伊阿宋的婚事,走入了冥府的殿堂。
§1236φίλαι, δέδοκται τοὔργον ὡς τάχιστά μοι §1237παῖδας κτανούσῃ τῆσδ’ ἀφορμᾶσθαι χθονός, §1238καὶ μὴ σχολὴν ἄγουσαν ἐκδοῦναι τέκνα §1239ἄλλῃ φονεῦσαι δυσμενεστέρᾳ χερί.
朋友们,我已经下定了决心:尽快杀死我的孩子们,然后离开这片土地,绝不能因为迟疑拖延,而把孩子们拱手送给其他更加充满敌意的手去残杀。
无论如何,他们都非死不可;既然势在必行,那就由生养他们的我来动手杀死他们。
§1242ἀλλ’ εἶ’ ὁπλίζου, καρδία.
来吧,武装起来,我的心啊。
τί μέλλομεν §1243τὰ δεινὰ κἀναγκαῖα μὴ πράσσειν κακά;
我们为什么还在迟疑,不去着手做这可怕而又无可奈何的恶事?
§1244ἄγ’, ὦ τάλαινα χεὶρ ἐμή, λαβὲ ξίφος,
来吧,我这可怜的手啊,拿起宝剑!