Humanitext Reader

欧里庇得斯 · 阿尔克斯提斯 §458-540

歌颂阿尔克斯提斯与赫拉克勒斯的到来

第 6 段,共 13 段 · 希腊语

内容简介

歌队歌颂了阿尔克斯提斯的崇高并送别她前往冥府。此时赫拉克勒斯登场,说明自己正前往捕获狄奥墨得斯烈马的劳役途中,并与处于丧期中的阿德墨托斯相遇。

§458καὶ Κωκυτοῖο ῥεέθρων §459ποταμίᾳ νερτέρᾳ τε κώπᾳ.
并且从科库托斯之流,以冥府之河的船桨(但愿我能将你送回)。
§460σὺ γὰρ ὤ, μόνα, ὦ φίλα γυναικῶν, §461σὺ τὸν αὑτᾶς §462ἔτλας πόσιν ἀντὶ σᾶς ἀμεῖψαι §462aψυχᾶς ἐξ Ἅιδα.
因为唯有你,啊,女人中最亲爱的人啊,你竟敢用你自己的生命,从哈德斯那里换回你的丈夫。
κούφα σοι §463χθὼν ἐπάνωθε πέσοι, γύναι.
愿泥土轻柔地落在你身上,妻子。
εἰ δέ τι §464καινὸν ἕλοιτο πόσις λέχος, ἦ μάλ’ ἂν ἔμοιγ’ ἂν εἴη §465στυγηθεὶς τέκνοις τε τοῖς σοῖς.
如果你的丈夫选择任何新的床榻,那他确实会极大地被我和你的孩子们所憎恨。
§466ματέρος οὐ θελούσας §467πρὸ παιδὸς χθονὶ κρύψαι §468δέμας, οὐδὲ πατρὸς γεραιοῦ, §469ὃν ἔτεκον δʼ, οὐκ ἔτλαν ῥύεσθαι, §470σχετλίω, πολιὰν ἔχοντε χαίταν.
因为他的母亲不愿为自己的孩子将身体藏入土中,他那年迈的父亲也是如此;他们所生的孩子,他们竟不敢去营救,虽然他们满头白发,这可怜的两个人!
§470aσὺ δ’ ἐν ἥβᾳ §471νέᾳ προθανοῦσα φωτὸς οἴχῃ.
而你却在年轻的青春岁月里,为丈夫而死,离开了光明。
§472τοιαύτας εἴη μοι κῦρσαι §473συνδυάδος φιλίας· τοῦτο γὰρ §474ἐν βιότῳ σπάνιον μέρος· ἦ γὰρ ἂν ἔμοιγ’ ἄλυπος §475δι’ αἰῶνος ἂν ξυνείη.
愿我也能有幸遇到这样慈爱的伴侣;因为这在人生中是罕见的命运;若能如此,她确实会终生无忧地与我相伴。
§476ξένοι, Φεραίας τῆσδε κωμῆται χθονός, §477Ἄδμητον ἐν δόμοισιν ἆρα κιγχάνω;
(赫拉克勒斯)异乡人啊,这费赖之地的村民们,我能在府邸中找到阿德墨托斯吗?
§478ἔστ’ ἐν δόμοισι παῖς Φέρητος, Ἡράκλεις.
(歌队长)费雷斯之子就在府邸中,赫拉克勒斯。
§479ἀλλ’ εἰπὲ χρεία τίς σε Θεσσαλῶν χθόνα §480πέμπει, Φεραῖον ἄστυ προσβῆναι τόδε.
但请告诉我们,是什么需要将你送到色萨利人的土地,从而来到这费赖城?
§481Τιρυνθίῳ πράσσω τιν’ Εὐρυσθεῖ πόνον.
(赫拉克勒斯)我正在为提任斯的欧律斯透斯执行一项劳役。
§482καὶ ποῖ πορεύῃ;
(歌队长)你要去往何处?
τῷ προσέζευξαι πλάνῳ;
你被套在了怎样的流浪旅程上?
§483Θρῃκὸς τέτρωρον ἅρμα Διομήδους μέτα.
(赫拉克勒斯)去寻找色雷斯的狄奥墨得斯的四马战车。
§484πῶς οὖν δυνήσῃ;
(歌队长)那你该如何做到呢?
μῶν ἄπειρος εἶ ξένου;
难道你对那宿主一无所知吗?
§485ἄπειρος· οὔπω Βιστόνων ἦλθον χθόνα.
(赫拉克勒斯)一无所知;我还从未去过比斯托内斯人的土地。
§486οὐκ ἔστιν ἵππων δεσπόσαι σ’ ἄνευ μάχης.
(歌队长)不经过战斗是不可能降服那些马匹的。
§487ἀλλ’ οὐδ’ ἀπειπεῖν μὴν πόνους οἷόν τ’ ἐμοί.
(赫拉克勒斯)但是,拒绝劳役对我来说也是不可能的。
§488κτανὼν ἄρ’ ἥξεις ἢ θανὼν αὐτοῦ μενεῖς.
(歌队长)那么,你要么杀了他回来,要么就死在那里留下。
§489οὐ τόνδ’ ἀγῶνα πρῶτον ἂν δράμοιμ’ ἐγώ.
(赫拉克勒斯)这不会是我进行的第一次较量。
§490τί δ’ ἂν κρατήσας δεσπότην πλέον λάβοις;
(歌队长)如果你战胜了主人,你还能得到什么更多的好处?
§491πώλους ἀπάξω κοιράνῳ Τιρυνθίῳ.
(赫拉克勒斯)我将把马匹带回给提任斯的统治者。
§492οὐκ εὐμαρὲς χαλινὸν ἐμβαλεῖν γνάθοις.
(歌队长)把缰绳套在它们的颚上可不容易。
§493εἰ μή γε πῦρ πνέουσι μυκτήρων ἄπο.
(赫拉克勒斯)除非它们从鼻孔里喷出火来。
§494ἀλλ’ ἄνδρας ἀρταμοῦσι λαιψηραῖς γνάθοις.
(歌队长)不,它们会用敏捷的颚把人撕碎。
§495θηρῶν ὀρείων χόρτον, οὐχ ἵππων, λέγεις. §496φάτνας ἴδοις ἂν αἵμασιν πεφυρμένας. §497τίνος δ’ ὁ θρέψας παῖς πατρὸς κομπάζεται; §498Ἄρεος, ζαχρύσου Θρῃκίας πέλτης ἄναξ. §499καὶ τόνδε τοὐμοῦ δαίμονος πόνον λέγεις· §500σκληρὸς γὰρ αἰεὶ καὶ πρὸς αἶπος ἔρχεται· §501εἰ χρή με παισὶν οἷς Ἄρης ἐγείνατο §502μάχην συνάψαι, πρῶτα μὲν Λυκάονι, §503αὖθις δὲ Κύκνῳ, τόνδε δ’ ἔρχομαι τρίτον §504ἀγῶνα πώλοις δεσπότῃ τε συμβαλῶν.
(赫拉克勒斯)你说的这正是我命运所课的劳役;因为它总是艰辛并走向险阻;如果我必须与阿瑞斯所生的孩子们交战,首先是吕卡翁,然后是库克诺斯,而现在我正要去进行第三次较量,与马匹及其主人搏斗。
§505ἀλλ’ οὔτις ἔστιν ὃς τὸν Ἀλκμήνης γόνον §506τρέσαντα χεῖρα πολεμίαν ποτ’ ὄψεται.
但绝不会有人看到阿尔克墨涅的子孙在敌人面前颤抖退缩。
§507καὶ μὴν ὅδ’ αὐτὸς τῆσδε κοίρανος χθονὸς §508Ἄδμητος ἔξω δωμάτων πορεύεται.
(歌队长)看啊,这片土地的统治者本人,阿德墨托斯正从府邸中走出来。
§509χαῖρʼ, ὦ Διὸς παῖ Περσέως τ’ ἀφ’ αἵματος.
(阿德墨托斯)致敬,啊,宙斯之子,佩尔修斯血脉的后裔。
§510Ἄδμητε, καὶ σὺ χαῖρε, Θεσσαλῶν ἄναξ.
(赫拉克勒斯)阿德墨托斯,也祝你安好,色萨利人的君王。
§511θέλοιμ’ ἄν· εὔνουν δ’ ὄντα σ’ ἐξεπίσταμαι.
(阿德墨托斯)但愿如此;我也深知你对我的好意。
§512τί χρῆμα κουρᾷ τῇδε πενθίμῳ πρέπεις;
(赫拉克勒斯)你为何以这般服丧的剪发出行?
§513θάπτειν τιν’ ἐν τῇδ’ ἡμέρᾳ μέλλω νεκρόν.
(阿德墨托斯)我今天准备安葬某位死者。
§514ἀπ’ οὖν τέκνων σῶν πημονὴν εἴργοι θεός.
(赫拉克勒斯)愿神明保佑你的孩子们免受灾祸。
§515ζῶσιν κατ’ οἴκους παῖδες οὓς ἔφυσ’ ἐγώ.
(阿德墨托斯)我所生的孩子们都还活在府邸里。
§516πατήρ γε μὴν ὡραῖος, εἴπερ οἴχεται.
(赫拉克勒斯)那一定是你的父亲寿终正寝了吧,如果他离世的话。
§517κἀκεῖνος ἔστι χἡ τεκοῦσά μʼ, Ἡράκλεις.
(阿德墨托斯)赫拉克勒斯,他和我母亲都还活着。
§518οὐ μὴν γυνή γ’ ὄλωλεν Ἄλκηστις σέθεν;
(赫拉克勒斯)那该不会是你的妻子阿尔克斯提斯去世了吧?
§519διπλοῦς ἐπ’ αὐτῇ μῦθος ἔστι μοι λέγειν.
(阿德墨托斯)关于她,我有双重的话要说。
§520πότερα θανούσης εἶπας ἢ ζώσης ἔτι;
(赫拉克勒斯)你是指她已经死了,还是依然活着?
§521ἔστιν τε κοὐκέτ’ ἔστιν, ἀλγύνει δ’ ἐμέ.
(阿德墨托斯)她既在又不在,这令我痛苦。
§522οὐδέν τι μᾶλλον οἶδʼ· ἄσημα γὰρ λέγεις.
(赫拉克勒斯)我依然不明白;因为你言语晦涩。
§523οὐκ οἶσθα μοίρας ἧς τυχεῖν αὐτὴν χρεών;
(阿德墨托斯)你难道不知道她必须面对的命运吗?
§524οἶδʼ, ἀντὶ σοῦ γε κατθανεῖν ὑφειμένην.
(赫拉克勒斯)我知道,她同意代你而死。
§525πῶς οὖν ἔτ’ ἔστιν, εἴπερ ᾔνεσεν τάδε;
(阿德墨托斯)那么,既然她同意了这一点,她怎么还会如你所说的那样?
§526ἆ, μὴ πρόκλαι’ ἄκοιτιν, ἐς τότ’ ἀμβαλοῦ.
(阿德墨托斯)啊,不要提前为妻子哀悼,请推迟到那个时候。
§527τέθνηχ’ ὁ μέλλων, κοὐκέτ’ ἔσθ’ ὁ κατθανών.
(阿德墨托斯)将死之人已死,死去的人已不复存在。
§528χωρὶς τό τ’ εἶναι καὶ τὸ μὴ νομίζεται.
(赫拉克勒斯)存在与不存在,在人们看来是不同的两件事。
§529σὺ τῇδε κρίνεις, Ἡράκλεις, κείνῃ δ’ ἐγώ.
(阿德墨托斯)赫拉克勒斯,你这样看,而我那样看。
§530τί δῆτα κλαίεις;
(赫拉克勒斯)那你究竟为什么哭泣?
τίς φίλων ὁ κατθανών;
你的亲友中谁去世了?
§531γυνή· γυναικὸς ἀρτίως μεμνήμεθα.
(阿德墨托斯)一个女人;我们刚才正谈到一个女人。
§532ὀθνεῖος ἢ σοὶ συγγενὴς γεγῶσά τις;
(赫拉克勒斯)是外邦人,还是与你血脉相连的人?
§533ὀθνεῖος, ἄλλως δ’ ἦν ἀναγκαία δόμοις.
(阿德墨托斯)是外邦人,但从其他方面来说她对这府邸是不可或缺的。
§534πῶς οὖν ἐν οἴκοις σοῖσιν ὤλεσεν βίον;
(赫拉克勒斯)那么她是如何在你的府邸里丧命的?
§535πατρὸς θανόντος ἐνθάδ’ ὠρφανεύετο.
(阿德墨托斯)她的父亲去世后,她在这里被当成孤儿抚养。
§536φεῦ.
(赫拉克勒斯)唉。
§536aεἴθ’ ηὕρομέν σʼ, Ἄδμητε, μὴ λυπούμενον.
(赫拉克勒斯)阿德墨托斯,但愿我们是在你没有悲伤的时候找到你的。
§537ὡς δὴ τί δράσων τόνδ’ ὑπορράπτεις λόγον;
(阿德墨托斯)你这样说话,究竟是想做什么?
§538ξένων πρὸς ἄλλων ἑστίαν πορεύσομαι.
(赫拉克勒斯)我将前往其他主人的壁炉(家)。
§539οὐκ ἔστιν, ὦναξ· μὴ τοσόνδ’ ἔλθοι κακόν.
(阿德墨托斯)不可以,王啊;愿这样的不幸不要发生。
§540λυπουμένοις ὀχληρός, εἰ μόλοι, ξένος.
(赫拉克勒斯)对于悲伤的人来说,如果有客到访会很麻烦。

词汇与语法注释

  1. 470σχετλίω — 主格双数形容词 σχετλίω 和分词 ἔχοντε 指代由属格独立结构 ματέρος οὐ θελούσας... 和 οὐδὲ πατρὸς... 引入的“母亲”和“父亲”。在语法上,它们以叹咏的方式修饰这两个先行词,意为“那两个无情/可怜的人,尽管满头白发”。
  2. 489ἂν δράμοιμʼ — 伴随语气助词 ἄν 的希求法(潜在希求法)表示未来的可能性或确信(“我将不会奔跑/经历……”)。此外,ἀγῶνα(竞赛、斗争)与动词 τρέχω(奔跑,在此为希求法形式 δράμοιμι)构成同族宾语关系,形成“奔跑一场较量”(即经历一场斗争)的比喻性表达。
  3. 519ἔστι μοι λέγειν — 非人称使用的 ἔστι(意为“可能……”)后接与格 μοι 和不定式 λέγειν 的构文。阿德墨托斯使用这种表达方式——“我可以述说双重的话语”——来模糊地表达阿尔克斯提斯的状态(肉体虽然还活着,但由于死期已定,已经形同死亡)。
  4. 527ὁ μέλλων — 名词性使用的现在分词 ὁ μέλλων 在语境中意为“将要(死亡)的人”,本是 ὁ μέλλων θανεῖσθαι 的省略。它作为现在完成时动词 τέθνηκ’(意为“已经死了”)的主语,展现了阿德墨托斯“注定要死的人形同已死”这一反讽逻辑。

引用这一段

欧里庇得斯, 阿尔克斯提斯 §458-540. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg002.humanitext-grc2:458-540

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。