手握船桨、引渡亡魂的卡戎,在将你的生命带回光明之前,也是无法阻挡我的。
所以,当我死去时,请在那边等待我,并准备好房屋,以便与我共同居住。
§365ἐν ταῖσιν αὐταῖς γάρ μ’ ἐπισκήψω κέδροις §366σοὶ τούσδε θεῖναι πλευρά τ’ ἐκτεῖναι πέλας §367πλευροῖσι τοῖς σοῖς· μηδὲ γὰρ θανών ποτε §368σοῦ χωρὶς εἴην τῆς μόνης πιστῆς ἐμοί.
因为我将嘱咐这些孩子们,将我放入与你相同的雪松棺木之中,并让我的身体靠近你的身躯躺下;即使在死后,我也绝不与你分离,因为唯有你对我保持着忠贞。
(歌队)而且,我也将如同朋友对待朋友一般,与你共同承担对她的这份深重哀痛;因为她确实值得。
§371ὦ παῖδες, αὐτοὶ δὴ τάδ’ εἰσηκούσατε §372πατρὸς λέγοντος μὴ γαμεῖν ἄλλην ποτὲ §373γυναῖκ’ ἐφ’ ὑμῖν μηδ’ ἀτιμάσειν ἐμέ.
(阿尔克斯提斯)孩子们,你们自己亲耳听到了父亲说他绝不娶别的女人来压在你们头上,也绝不轻视我。
§374καὶ νῦν γέ φημι, καὶ τελευτήσω τάδε.
(阿德墨托斯)我现在也这样说,并且我一定会履行这些诺言。
§375ἐπὶ τοῖσδε παῖδας χειρὸς ἐξ ἐμῆς δέχου.
(阿尔克斯提斯)在这些条件下,从我手中接管孩子们吧。
§376δέχομαι, φίλον γε δῶρον ἐκ φίλης χερός.
(阿德墨托斯)我接管他们,这是来自亲爱之手的亲爱礼物。
§377σὺ νῦν γενοῦ τοῖσδ’ ἀντ’ ἐμοῦ μήτηρ τέκνοις.
(阿尔克斯提斯)现在,请你代替我成为这些孩子们的母亲。
§378πολλή μ’ ἀνάγκη, σοῦ γ’ ἀπεστερημένοις.
(阿德墨托斯)这十分必要,因为他们已经失去了你。
§379ὦ τέκνʼ, ὅτε ζῆν χρῆν μʼ, ἀπέρχομαι κάτω.
(阿尔克斯提斯)孩子们,在本来应该活下去的时候,我却要到地下去了。
§380οἴμοι, τί δράσω δῆτα σοῦ μονούμενος;
(阿德墨托斯)哀哉,失去了你,我究竟该怎么办?
§381χρόνος μαλάξει σʼ· οὐδέν ἐσθ’ ὁ κατθανών.
(阿尔克斯提斯)时间会抚平你的痛苦;死去的人已化为虚无。
§382ἄγου με σὺν σοί, πρὸς θεῶν, ἄγου κάτω.
(阿德墨托斯)带我一起走吧,看在神明的份上,把我带到地下。
§383ἀρκοῦμεν ἡμεῖς οἱ προθνῄσκοντες σέθεν.
(阿尔克斯提斯)替你而死的,有我一个人就足够了。
§384ὦ δαῖμον, οἵας συζύγου μ’ ἀποστερεῖς.
(阿德墨托斯)命运啊,你夺走了我怎样的一位妻子。
§385καὶ μὴν σκοτεινὸν ὄμμα μου βαρύνεται.
(阿尔克斯提斯)我的双眼正渐渐变黑、变得沉重。
§386ἀπωλόμην ἄρ’, εἴ με δὴ λείψεις, γύναι.
(阿德墨托斯)妻子,如果你真的要离我而去,我就彻底完蛋了。
§387ὡς οὐκέτ’ οὖσαν οὐδὲν ἂν λέγοις ἐμέ.
(阿尔克斯提斯)你可以把我当作已经不复存在的人了。
§388ὄρθου πρόσωπον, μὴ λίπῃς παῖδας σέθεν.
(阿德墨托斯)抬起你的脸,不要抛弃你的孩子们。
§389οὐ δῆθ’ ἑκοῦσά γʼ, ἀλλὰ χαίρετʼ, ὦ τέκνα.
(阿尔克斯提斯)我绝非自愿,但是,再见了,孩子们。
§390βλέψον πρὸς αὐτοὺς βλέψον.
(阿德墨托斯)看着他们,看着他们。
§390bοὐδέν εἰμ’ ἔτι.
(阿尔克斯提斯)我已经什么都不是了。
§391τί δρᾷς;
(阿德墨托斯)你在做什么?
προλείπεις;
你要离去吗?
§391bχαῖρʼ.
(阿尔克斯提斯)再见。
§391cἀπωλόμην τάλας.
(阿德墨托斯)我这可怜的人完蛋了。
§392βέβηκεν, οὐκέτ’ ἔστιν Ἀδμήτου γυνή.
(歌队)她去了,阿德墨托斯的妻子不复存在了。
§393ἰώ μοι τύχας.
(欧墨洛斯)悲叹我的命运。
§398ἴδε γὰρ ἴδε βλέφαρον καὶ παρατόνους χέρας.
看啊,看她的眼睑和无力垂下的双手。
§400ὑπάκουσον ἄκουσον, ὦ μᾶτερ, ἀντιάζω.
答应我,听听我吧,母亲,我恳求你。
是我,是我,母亲,在呼唤着你,你的幼雏贴在你的嘴唇上。
(阿德墨托斯)她在呼唤一个既听不见也看不见的人;因此我和你们两个都被沉重的灾祸所击倒。
§406νέος ἐγώ, πάτερ, λείπομαι φίλας §407μονόστολός τε ματρός· ὦ §408σχέτλια δὴ παθὼν §409ἐγὼ ἐργὰ. . ,
(欧墨洛斯)父亲,我还年幼,就被我亲爱的母亲抛弃,孤身一人;我遭受了多么悲惨的折磨,还有你,我的姐妹,你也与我共同承受。
§410σύ τέ μοι σύγκασι κούρα §411συνέτλας· ὦ πάτερ, §412ἀνόνατ’ ἀνόνατ’ ἐνύμφευσας, οὐδὲ γήρως §413ἔβας τέλος σὺν τᾷδʼ· §414ἔφθιτο γὰρ πάρος· οἰχομένας δὲ σοῦ, §415μᾶτερ, ὄλωλεν οἶκος.
父亲啊,你徒然、徒然地娶妻成家,你没能与她携手走到白头;因为她先一步离世;母亲,随着你的离去,整个家也毁灭了。
§416Ἄδμητʼ, ἀνάγκη τάσδε συμφορὰς φέρειν· §417οὐ γάρ τι πρῶτος οὐδὲ λοίσθιος βροτῶν §418γυναικὸς ἐσθλῆς ἤμπλακες· γίγνωσκε δὲ §419ὡς πᾶσιν ἡμῖν κατθανεῖν ὀφείλεται.
(歌队长)阿德墨托斯,必须承受这些不幸;因为你既非凡人中第一个,也非最后一个失去贤妻的人;要明白,死亡是我们所有人必须偿还的债。
(阿德墨托斯)我知道,这灾祸并非突然降临于我;我早已知晓,并且长久以来备受折磨。
§422ἀλλʼ, ἐκφορὰν γὰρ τοῦδε θήσομαι νεκροῦ, §423πάρεστε καὶ μένοντες ἀντηχήσατε §424παιᾶνα τῷ κάτωθεν ἀσπόνδῳ θεῷ.
但是,因为我将为她举行葬礼,你们请留在这里,向地底那不接受奠酒的神同声高唱挽歌。
§425πᾶσιν δὲ Θεσσαλοῖσιν ὧν ἐγὼ κρατῶ §426πένθους γυναικὸς τῆσδε κοινοῦσθαι λέγω §427κουρᾷ ξυρήκει καὶ μελαμπέπλῳ στολῇ·
我命令所有我所统治的色萨利人,共同为这位妻子服丧:剃去头发,身着黑衣。
无论你们是驾驭四匹战车还是骑乘单骏,都要用铁器剪去马颈上的鬃毛。
§430αὐλῶν δὲ μὴ κατ’ ἄστυ, μὴ λύρας κτύπος §431ἔστω σελήνας δώδεκ’ ἐκπληρουμένας· §432οὐ γάρ τιν’ ἄλλον φίλτερον θάψω νεκρὸν §433τοῦδ’ οὐδ’ ἀμείνον’ εἰς ἔμʼ·
在城中不要有笛音,也不要有竖琴的声音,直到十二个满月过去;因为我不会埋葬比她更亲爱的亡者,也不会埋葬对我更好的人。
ἀξία δέ μοι §434τιμῆς, ἐπεὶ τέθνηκεν ἀντ’ ἐμοῦ μόνη.
她值得我最高的敬意,因为唯有她替我而死。
(歌队)佩利亚斯的女儿,愿你在哈德斯的府邸中,在无光的居所里欢喜度日。
§438ἴστω δ’ Ἀίδας ὁ μελαγχαίτας θεὸς ὅς τ’ ἐπὶ κώπᾳ §440πηδαλίῳ τε γέρων §441νεκροπομπὸς ἵζει, §442πολὺ δὴ πολὺ δὴ γυναῖκ’ ἀρίσταν §443λίμναν Ἀχεροντίαν πορεύ- §444σας ἐλάτᾳ δικώπῳ.
愿黑发的哈德斯以及那手握船桨与舵柄、运送亡者的衰老老人知道,他用双桨的松木小船,渡过了阿刻戎湖的,是多么、多么优秀的一位女子。
§445πολλά σε μουσοπόλοι §446μέλψουσι καθ’ ἑπτάτονόν τ’ ὀρείαν §447χέλυν ἔν τ’ ἀλύροις κλέοντες ὕμνοις, §448Σπάρτᾳ κύκλος ἁνίκα Καρνείου περινίσσεται ὥρας §450μηνός, ἀειρομένας §451παννύχου σελάνας,
诗人们将经常伴着七弦的林中龟甲琴,或在无乐器伴奏的颂歌中赞美你,当斯巴达的卡涅亚节季节循环月亮彻夜高悬升起的时候。
§452λιπαραῖσί τ’ ἐν ὀλβίαις Ἀθάναις.
同样,在光辉而幸福的雅典。