Humanitext Reader

欧里庇得斯 · 独眼巨人 §269-352

奥德修斯的哀求与巨人的威胁

第 4 段,共 8 段 · 希腊语

内容简介

尽管歌队揭露了西勒诺斯的谎言,但巨人还是选择相信西勒诺斯并敌视奥德修斯。奥德修斯以宾客之法和过去的恩情请求宽恕,但巨人坚持自己无神论的享乐主义,宣布要吃掉他们,迫使奥德修斯向雅典娜求助。

§269οἱ παῖδες ἀπόλοινθ’, οὓς μάλιστ’ ἐγὼ φιλῶ.
西勒诺斯:愿我最爱的小孩子们灭亡(如果我撒谎的话)。
§270αὐτὸς ἔχ’.
歌队:停下!
ἔγωγε τοῖς ξένοις τὰ χρήματα §271περνάντα σ’ εἶδον·
我亲眼看见你把那些财物卖给了异乡人。
εἰ δ’ ἐγὼ ψευδῆ λέγω, §272ἀπόλοιθ’ ὁ πατήρ μου·
如果我说了假话,愿我的父亲灭亡。
τοὺς ξένους δὲ μὴ ἀδίκει.
但请你不要伤害异乡人。
§273ψεύδεσθ’·
巨人:你们在撒谎。
ἔγωγε τῷδε τοῦ Ῥαδαμάνθυος §274μᾶλλον πέποιθα καὶ δικαιότερον λέγω.
比起拉达曼迪斯,我更信任这个人,而且我说他说得更公道。
§275θέλω δ’ ἐρέσθαι· πόθεν ἐπλεύσατ’, ὦ ξένοι;
但我想问:异乡人们,你们是从哪里航行来的?
§276ποδαποί;
你们是哪国人?
τίς ὑμᾶς ἐξεπαίδευσεν πόλις;
哪座城市培养了你们?
§277Ἰθακήσιοι μὲν τὸ γένος, Ἰλίου δ’ ἄπο, §278πέρσαντες ἄστυ, πνεύμασιν θαλασσίοις §279σὴν γαῖαν ἐξωσθέντες ἥκομεν, Κύκλωψ.
奥德修斯:我们是伊萨卡人,从伊利翁来,在摧毁了那座城市之后,被海风驱逐到了你的土地上,巨人啊。
§280ἦ τῆς κακίστης οἳ μετήλθεθ’ ἁρπαγὰς §281Ἑλένης Σκαμάνδρου γείτον’ Ἰλίου πόλιν;
巨人:难道你们就是为了追夺那最邪恶的海伦,去了斯卡曼德洛斯邻近的伊利翁城的人吗?
§282οὗτοι, πόνον τὸν δεινὸν ἐξηντληκότες.
奥德修斯:正是我们,历尽了那可怕的劳苦。
§283αἰσχρὸν στράτευμά γ’, οἵτινες μιᾶς χάριν §284γυναικὸς ἐξεπλεύσατ’ ἐς γαῖαν Φρυγῶν.
巨人:真是一支可耻的军队,竟然为了一个女人,开拔到弗里吉亚人的土地上。
§285θεοῦ τὸ πρᾶγμα· μηδέν’ αἰτιῶ βροτῶν.
奥德修斯:这是神明的作为,不要归咎于任何凡人。
§286ἡμεῖς δέ σ’, ὦ θεοῦ ποντίου γενναῖε παῖ, §287ἱκετεύομέν τε καὶ λέγομεν ἐλευθέρως· §288μὴ τλῇς πρὸς ἄντρα σοι ἐσαφιγμένους φίλους §289κτανεῖν βοράν τε δυσσεβῆ θέσθαι γνάθοις·
我们恳求你,海神高贵的儿子啊,并且直言不讳地对你说:请不要忍心杀害来到你洞穴的友人,并把他们当成不敬神明的食物塞进你的下巴里。
§290οἳ τὸν σόν, ὦναξ, πατέρ’ ἔχειν νεῶν ἕδρας §291ἐρρυσάμεσθα γῆς ἐν Ἑλλάδος μυχοῖς.
我们曾经,国王啊,在希腊土地的深处保护了你父亲的战船神殿之座。
§292ἱερεύς τ’ ἄθραυστος Ταινάρου μένει λιμὴν §293Μαλέας τ’ ἄκροι κευθμῶνες ἥ τε Σουνίου §294δίας Ἀθάνας σῶς ὑπάργυρος πέτρα §295Γεραίστιοί τε καταφυγαί·
完好无损的泰纳隆港口依然在,还有马里亚的高耸隐秘处,以及苏尼翁的神圣雅典娜的安全的、产银之石,还有格赖斯托斯的避难所。
τὰ θ’ Ἑλλάδος §296δύσφρον’ ὀνείδη Φρυξὶν οὐκ ἐδώκαμεν·
我们没有把希腊的痛心耻辱留给弗里吉亚人。
§297ὧν καὶ σὺ κοινοῖ· γῆς γὰρ Ἑλλάδος μυχοὺς §298οἰκεῖς ὑπ’ Αἴτνῃ, τῇ πυριστάκτῳ πέτρᾳ.
这些你也有份,因为你居住在希腊土地的片隅,就在埃特纳火山之下,这喷火的岩石旁。
§299νόμος δὲ θνητοῖς, εἰ λόγους ἀποστρέφῃ, §300ἱκέτας δέχεσθαι ποντίους ἐφθαρμένους §301ξένιά τε δοῦναι καὶ πέπλοις ἐπαρκέσαι, §302οὐκ ἀμφὶ βουπόροισι πηχθέντας μέλη §303ὀβελοῖσι νηδὺν καὶ γνάθον πλῆσαι σέθεν.
对于凡人来说,有一条法律,即使你对我的话不屑一顾:应当接待海难落水、走投无路的乞求者,赠予他们客礼,提供衣物,而不是用烤牛的铁叉穿透他们的肢体,来填饱你的肚子和嘴巴。
§304ἅλις δὲ Πριάμου γαῖ’ ἐχήρωσ’ Ἑλλάδα, §305πολλῶν νεκρῶν πιοῦσα δοριπετῆ φόνον, §306ἀλόχους τ’ ἀνάνδρους γραῦς τ’ ἄπαιδας ὤλεσεν §307πολιούς τε πατέρας.
普里阿摩斯的土地已经让希腊失去了足够多的丈夫,饮尽了无数死于枪箭的杀戮之血,摧毁了失去丈夫的妻子,失去孩子的白发老母,和白发苍苍的父亲。
εἰ δὲ τοὺς λελειμμένους §308σὺ συμπυρώσας δαῖτ’ ἀναλώσεις πικράν, §309ποῖ τρέψεταί τις;
如果你把剩下的人一起烧烤,当作一顿痛苦的盛宴享用,人们还能投奔何方?
ἀλλ’ ἐμοὶ πιθοῦ, Κύκλωψ· §310πάρες τὸ μάργον σῆς γνάθου, τὸ δ’ εὐσεβὲς §311τῆς δυσσεβείας ἀνθελοῦ·
所以,听我的话吧,巨人:放弃你嘴巴的贪婪,选择虔敬而非不敬。
πολλοῖσι γὰρ §312κέρδη πονηρὰ ζημίαν ἠμείψατο.
因为对许多人来说,邪恶的利益换来的只是损失。
§313παραινέσαι σοι βούλομαι· τῶν γὰρ κρεῶν §314μηδὲν λίπῃς τοῦδ’, ἤν τε τὴν γλῶσσαν δάκῃς,
西勒诺斯:我想给你一个建议:他的肉一点也不要剩下。
§315κομψὸς γενήσῃ καὶ λαλίστατος, Κύκλωψ.
如果你咬他的舌头,你就会变得聪明且极其健谈,巨人啊。
§316ὁ πλοῦτος, ἀνθρωπίσκε, τοῖς σοφοῖς θεός, §317τὰ δ’ ἄλλα κόμποι καὶ λόγων εὐμορφίαι.
巨人:财富,小人啊,才是智者的神,其他的一切都只是吹嘘和华丽的辞藻。
§318ἄκρας δ’ ἐναλίας ἃς καθίδρυται πατὴρ §319χαίρειν κελεύω·
至于我父亲所坐落的海边岬角神殿,我才不在乎呢!
τί τάδε προυστήσω λόγῳ;
你为什么要用言语把这些作为盾牌?
§320Ζηνὸς δ’ ἐγὼ κεραυνὸν οὐ φρίσσω, ξένε, §321οὐδ’ οἶδ’ ὅ τι Ζεύς ἐστ’ ἐμοῦ κρείσσων θεός.
异乡人,我并不惧怕宙斯的雷霆,我也不知道宙斯在什么方面是比我更强的神。
§322οὔ μοι μέλει τὸ λοιπόν·
剩下的我都不在乎。
ὡς δ’ οὔ μοι μέλει, §323ἄκουσον. ὅταν ἄνωθεν ὄμβρον ἐκχέῃ, §324ἐν τῇδε πέτρᾳ στέγν’ ἔχων σκηνώματα, §325ἢ μόσχον ὀπτὸν ἤ τι θήρειον δάκος §326δαινύμενος, εὖ τέγγων τε γαστέρ’ ὑπτίαν, §327ἐπεκπιὼν γάλακτος ἀμφορέα, πέπλον §328κρούω, Διὸς βρονταῖσιν εἰς ἔριν κτυπῶν.
至于我为什么不在乎,听着:当他从上面倾泻雨水时,我在这岩石里有避雨的住所,吃着烤小牛或某种野兽的肉,舒适地浸润着我仰卧的肚子,再喝下一大罐牛奶,然后拍打着我的外衣,发出声响与宙斯的雷鸣竞争。
§329ὅταν δὲ βορέας χιόνα Θρῄκιος χέῃ, §330δοραῖσι θηρῶν σῶμα περιβαλὼν ἐμὸν §331καὶ πῦρ ἀναίθων—χιόνος οὐδέν μοι μέλει.
当色雷斯的北风撒下雪花时,我用野兽的皮毛包裹我的身体,生起火来——雪花对我来说根本无所谓。
§332ἡ γῆ δ’ ἀνάγκῃ, κἂν θέλῃ κἂν μὴ θέλῃ, §333τίκτουσα ποίαν τἀμὰ πιαίνει βοτά.
大地迫于无奈,无论她愿意与否,都会长出草来养肥我的牲畜。
§334ἁγὼ οὔτινι θύω πλὴν ἐμοί, θεοῖσι δ’ οὔ, §335καὶ τῇ μεγίστῃ, γαστρὶ τῇδε, δαιμόνων.
我除了向我自己,绝不向任何人,更不向神明献祭,只献给这最大的神明——我的肚子。
§336ὡς τοὐμπιεῖν γε κὰμφαγεῖν τοὐφ’ ἡμέραν §337Ζεὺς οὗτος ἀνθρώποισι τοῖσι σώφροσιν, §338λυπεῖν δὲ μηδὲν αὑτόν.
因为每天吃吃喝喝,对明白事理的人来说,这就是宙斯,并且不要让自己有一丝烦恼。
οἳ δὲ τοὺς νόμους §339ἔθεντο ποικίλλοντες ἀνθρώπων βίον, §340κλαίειν ἄνωγα·
至于那些制定法律、使人类生活复杂化的人,我叫他们去哭泣。
τὴν δ’ ἐμὴν ψυχὴν ἐγὼ §341οὐ παύσομαι δρῶν εὖ—κατεσθίων τε σέ.
而我绝不停止善待我自己的灵魂——也就是说,吃掉你。
§342ξένιά τε λήψῃ τοιάδ’, ὡς ἄμεμπτος ὦ, §343πῦρ καὶ πατρῷον τόνδε λέβητά γ’, ὃς ζέσας §344σὴν σάρκα διαφόρητον ἀμφέξει καλῶς.
你你会得到这样的款待,免得我被指责:烈火,以及我父亲的这个大锅,它沸腾起来会把你的碎肉很好地包裹。
§345ἀλλ’ ἕρπετ’ εἴσω, τῷ κατ’ αὔλιον θεῷ §346ἵν’ ἀμφὶ βωμὸν στάντες εὐωχῆτέ με.
去吧,进里面去,到洞穴里的神那儿,这样你们站在祭坛周围,就可以款待我了。
§347αἰαῖ, πόνους μὲν Τρωικοὺς ὑπεξέδυν
奥德修斯:哀哉!
§348θαλασσίους τε, νῦν δ’ ἐς ἀνδρὸς ἀνοσίου §349γνώμην κατέσχον ἀλίμενόν τε καρδίαν.
我逃脱了特洛伊的劳苦和海上的艰辛,如今却陷入了一个不敬神之人的心思与无港可依的心灵之中。
§350ὦ Παλλάς, ὦ δέσποινα Διογενὲς θεά, §351νῦν νῦν ἄρηξον·
帕拉斯啊,女主人,宙斯所生的女神,现在,现在请帮助我!
κρείσσονας γὰρ Ἰλίου §352πόνους ἀφῖγμαι κἀπὶ κινδύνου βάθρα.
因为我遇到了比伊利翁更深重的痛苦,且已来到了危险的边缘。

词汇与语法注释

  1. §270αὐτὸς ἔχ’ — 起叹词作用的表达,意为“停下!”或“且慢!”,歌队以此打断西勒诺斯显而易见的谎言并揭露其虚伪。
  2. §290νεῶν ἕδρας — 意为“战船神殿之座”,指建在港口附近的波塞冬神殿圣域。宾格,作第291句中动词 ἐρρυσάμεσθα 的宾语。
  3. §313τῶν γὰρ κρεῶν — 部分属格(partitive genitive)。修饰第314句中的否定代词 μηδέν,构成“他的肉一点也(不要剩下)”的语义结构。
  4. §336ὡς τοὐμπιεῖν γε — 使用了混成缩读的冠词性不定式(toùmpieîn < τὸ ἐμπιεῖν, kàmphageîn < καὶ ἀμφαγεῖν)作主语,与第337句中的“对于聪明人来说,这就是宙斯”(Ζεὺς οὗτος)形成大胆的同位语关系。
  5. §340κλαίειν ἄνωγα — 直译为“我命他们哭泣”,实则是对制定法律规范者的一种惯用的强烈蔑视和拒绝表达,意为“让他们见鬼去吧”。

引用这一段

欧里庇得斯, 独眼巨人 §269-352. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg001.humanitext-grc2:269-352

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。