Humanitext Reader

欧里庇得斯 · 独眼巨人 §353-440

同伴被害的惨剧与奥德修斯的脱逃计划

第 5 段,共 8 段 · 希腊语

内容简介

奥德修斯向宙斯控诉巨人的残暴,随后走出洞穴,向萨堤罗斯们报告了同伴被杀并被吞食的惨剧。他透露了自己如何用酒灌醉巨人的经过,并向他们提议了脱逃计划。

§353σύ τ’, ὦ φαεννῶν ἀστέρων οἰκῶν ἕδρας §354Ζεῦ ξένι’, ὅρα τάδ’·
还有你,居住在璀璨群星之座的、守护客旅之神宙斯啊,请目睹这一切。
εἰ γὰρ αὐτὰ μὴ βλέπεις, §355ἄλλως νομίζῃ Ζεὺς τὸ μηδὲν ὢν θεός.
因为如果你不看着这些,你便是徒有宙斯之名,实则是一个无能为力的神明。
§356Εὐρείας φάρυγγος, ὦ Κύκλωψ, §357ἀναστόμου τὸ χεῖλος·
拥有宽广喉咙的巨人啊,敞开你的嘴唇吧!
ὡς ἕτοιμά σοι §358ἑφθὰ καὶ ὀπτὰ καὶ ἀνθρακιᾶς ἄπο §359χναύειν, βρύκειν, §359aκρεοκοπεῖν μέλη ξένων, §360δασυμάλλῳ ἐν αἰγίδι κλινομένῳ.
已经为你准备妥当,煮好的、烤好的、以及从炭火上取下的,供你咀嚼,供你吞咽,将异乡人的肢体切碎吞食,躺在你那毛茸茸的羊皮垫上。
§361Μή μοι μὴ προσδίδου· §362μόνος μόνῳ γέμιζε πορθμίδος σκάφος.
不要,千万不要分给我;独自一人,去装满你那渡船的船腹吧。
§363χαιρέτω μὲν αὖλις ἅδε, §364χαιρέτω δὲ θυμάτων §365ἀποβώμιος ἃν ἔχει θυσίαν §366Κύκλωψ Αἰτναῖος ξενικῶν §367κρεῶν κεχαρμένος βορᾷ.
再见吧,这处洞穴,再见吧,那远离祭坛的牺牲仪式,那正在进行的,埃特纳的巨人正因享用异乡人的肉食而满心欢喜。
§369Νηλής, ὦ τλᾶμον, ὅστις §370ἐφεστίους ἱκτῆρας ἐκθύει δόμων, §373ἑφθά τε δαινύμενος, μυσαροῖσί τ’ ὀδοῦσιν §372κόπτων βρύκων §374θέρμ’ ἀπ’ ἀνθράκων κρέα, §374bΜή μοι μὴ προσδίδου· §374cμόνος μόνῳ γέμιζε πορθμίδος σκάφος.
无情啊,悲惨的人,他竟然将家门炉灶前的乞求者杀害,享用着煮熟的肉,用那污秽的牙齿切割、吞嚼炭火上热气腾腾的肉,不要,千万不要分给我;独自一人,去装满你那渡船的船腹吧。
§374dχαιρέτω μὲν αὖλις ἅδε, §374eχαιρέτω δὲ θυμάτων §374fἀποβώμιος ἃν ἔχει θυσίαν §374gΚύκλωψ Αἰτναῖος ξενικῶν §374hκρεῶν κεχαρμένος βορᾷ.
再见吧,这处洞穴,再见吧,那远离祭坛的牺牲仪式,那正在进行的,埃特纳的巨人正因享用异乡人的肉食而满心欢喜。
§375ὦ Ζεῦ, τί λέξω, δείν’ ἰδὼν ἄντρων ἔσω
奥德修斯:哦,宙斯啊,我该说什么好?
§376κοὐ πιστά, μύθοις εἰκότ’, οὐδ’ ἔργοις βροτῶν;
我在洞穴里目睹了可怕的、令人难以置信的事,那简直如同神话,而非凡人的所作所为。
§377τί δ’ ἔστ’, Ὀδυσσεῦ;
歌队:怎么了,奥德修斯?
μῶν τεθοίναται σέθεν §378φίλους ἑταίρους ἀνοσιώτατος Κύκλωψ;
难道那最不敬神的巨人,已经吞食了你亲爱的同伴吗?
§379δισσούς γ’ ἀθρήσας κἀπιβαστάσας χεροῖν, §380οἳ σαρκὸς εἶχον εὐτραφέστατον πάχος.
奥德修斯:吞食了两个,他端详并用双手掂量了他们,挑选了其中肌肉最肥厚、长得最壮实的两人。
§381πῶς, ὦ ταλαίπωρ’, ἦτε πάσχοντες τάδε;
歌队:啊,不幸的人,你们是怎么遭受这一切的?
§382ἐπεὶ πετραίαν τήνδ’ ἐσήλθομεν χθόνα, §383ἀνέκαυσε μὲν πῦρ πρῶτον, ὑψηλῆς δρυὸς §384κορμοὺς πλατείας ἐσχάρας βαλὼν ἔπι, §385τρισσῶν ἁμαξῶν ὡς ἀγώγιμον βάρος.
奥德修斯:当我们进入这片岩石地带,他首先升起火来,将高大橡树的树干扔到宽阔的炉灶上,其分量足足有三辆车的载重。
§386ἔπειτα φύλλων ἐλατίνων χαμαιπετῆ §387ἔστρωσεν εὐνὴν πλησίον πυρὸς φλογί.
接着,他在地上铺了松针叶,在燃烧的火光旁做成了睡榻。
§388κρατῆρα δ’ ἐξέπλησεν ὡς δεκάμφορον, §389μόσχους ἀμέλξας, λευκὸν ἐσχέας γάλα.
他榨取了母牛的奶,倒入白色的牛奶,斟满了一个足有十安瓿容量的大酒缸。
§390σκύφος τε κισσοῦ παρέθετ’ εἰς εὖρος τριῶν §391πήχεων, βάθος δὲ τεσσάρων ἐφαίνετο.
他在身旁放了一个常春藤木碗,宽度足有三肘,深度看起来则有四肘。
§392καὶ χάλκεον λέβητ’ ἐπέζεσεν πυρί, §393ὀβελούς τ’, ἄκρους μὲν ἐγκεκαυμένους πυρί, §394ξεστοὺς δὲ δρεπάνῳ τἄλλα, παλιούρου κλάδων, §395Αἰτναῖά τε σφαγεῖα πελέκεων γνάθοις.
他还让青铜锅在火上沸腾,并准备了烤肉叉,顶端已经在火中烧硬,其余部分用镰刀削得光滑,是用鼠刺的枝条制成的,还有备好应对斧刃接血的、埃特纳式的宰杀盆。
§396ὡς δ’ ἦν ἕτοιμα πάντα τῷ θεοστυγεῖ §397Ἅιδου μαγείρῳ, φῶτε συμμάρψας δύο §398ἔσφαζ’ ἑταίρων τῶν ἐμῶν, ῥυθμῷ θ’ ἐνὶ
当一切都为这个被神憎恨的冥府厨子准备就绪时,他抓起我的伙伴中的两个男人,在同一个连贯的动作中将他们宰杀。
§399τὸν μὲν λέβητος ἐς κύτος χαλκήλατον, §400τὸν δ’ αὖ, τένοντος ἁρπάσας ἄκρου ποδός, §401παίων πρὸς ὀξὺν στόνυχα πετραίου λίθου,
他把其中一个扔进了锻青铜大锅的腹部里,至于另一个,他抓住他脚踝处的筋腱,将他摔打在岩石尖锐的棱角上,砸出了脑浆。
§402ἐγκέφαλον ἐξέρρανε, καὶ καθαρπάσας §403λάβρῳ μαχαίρᾳ σάρκας ἐξώπτα πυρί §404τὰ δ’ ἐς λέβητ’ ἐφῆκεν ἕψεσθαι μέλη
他用锋利的大刀切下肉块,放在火上炙烤,并把其余肢体扔进锅里任其煮熟。
§405ἐγὼ δ’ ὁ τλήμων δάκρυ’ ἀπ’ ὀφθαλμῶν χέων §406ἐχριμπτόμην Κύκλωπι κἀδιακόνουν·
而我,这个可怜的人,眼中流着泪,紧挨着巨人并伺候他。
§407ἅλλοι δ’ ὅπως ὄρνιθες ἐν μυχοῖς πέτρας §408πτήξαντες εἶχον, αἷμα δ’ οὐκ ἐνῆν χροΐ.
其余的人就像躲在岩石深处的鸟儿一样,战战兢兢地缩成一团,脸上毫无血色。
§409ἐπεὶ δ’ ἑταίρων τῶν ἐμῶν πλησθεὶς βορᾶς §410ἀνέπεσε, φάρυγος αἰθέρ’ ἐξιεὶς βαρύν, §411ἐσῆλθέ μοί τι θεῖον·
当他饱食了我伴侣的血肉,往后躺倒,从喉咙里吐出沉重的粗气时,我心中升起了一个神圣的念头。
ἐμπλήσας σκύφος §412Μάρωνος αὐτῷ τοῦδε προσφέρω πιεῖν, §413λέγων τάδ’· Ὦ τοῦ ποντίου θεοῦ Κύκλωψ, §414σκέψαι τόδ’ οἷον Ἑλλὰς ἀμπέλων ἄπο §415θεῖον κομίζει πῶμα, Διονύσου γάνος.
我倒满了一杯这马隆的酒送给他喝,并对他这样说:“噢,海神之子巨人啊,看看这个,这是希腊从葡萄藤中带出来的何等神圣的饮料,狄奥尼索斯的喜悦。
§416ὃ δ’ ἔκπλεως ὢν τῆς ἀναισχύντου βορᾶς §417ἐδέξατ’ ἔσπασέν τ’ ἄμυστιν ἑλκύσας §418κἀπῄνεσ’ ἄρας χεῖρα· Φίλτατε ξένων, §419καλὸν τὸ πῶμα δαιτὶ πρὸς καλῇ δίδως.
” 于是,他那因无耻的盛宴而满足的胃口,接受了酒,并一饮而尽,他举起手赞扬道:“异乡人中最亲爱的人啊,在这美味的盛宴上,你献上了如此美妙的饮料。
§420ἡσθέντα δ’ αὐτὸν ὡς ἐπῃσθόμην ἐγώ, §421ἄλλην ἔδωκα κύλικα, γιγνώσκων ὅτι §422τρώσει νιν οἷνος καὶ δίκην δώσει τάχα.
” 当我发觉他十分高兴时,我又递给他一杯,因为我知道酒会伤害他,他很快就会遭到报应。
§423καὶ δὴ πρὸς ᾠδὰς εἷρπ’.
接着他便开始唱歌了。
ἐγὼ δ’ ἐπεγχέων §424ἄλλην ἐπ’ ἄλλῃ σπλάγχν’ ἐθέρμαινον ποτῷ.
而我不断地一杯接一杯地给他倒酒,用酒水温暖他的内脏。
§425ᾄδεῖ δὲ παρὰ κλαίουσι συνναύταις ἐμοῖς §426ἄμουσ’, ἐπηχεῖ δ’ ἄντρον.
他在我那些哭泣的船员身旁唱歌,荒腔走板,洞穴里余音回响。
ἐξελθὼν δ’ ἐγὼ §427σιγῇ.
而我静静地走了出来。
σὲ σῶσαι κἄμ’, ἐὰν βούλῃ, θέλω.
如果你愿意,我想拯救你和我自己。
§428ἀλλ’ εἴπατ’ εἴτε χρῄζετ’ εἴτ’ οὐ χρῄζετε §429φεύγειν ἄμεικτον ἄνδρα καὶ τὰ Βακχίου §430ναίειν μέλαθρα Δαναΐδων νυμφῶν μέτα.
那么请告诉我,你们是想还是不想逃离这个孤僻不群的男人,去和海中的宁芙们一起居住在巴克科斯的宫殿里?
§431ὁ μὲν γὰρ ἔνδον σὸς πατὴρ τάδ’ ᾔνεσεν.
因为你们在里面的父亲已经赞同了这件事。
§432ἀλλ’ ἀσθενὴς γὰρ κἀποκερδαίνων ποτοῦ, §433ὥσπερ πρὸς ἰξῷ τῇ κύλικι λελημμένος §434πτέρυγας ἀλύει·
但他终究虚弱,又贪图那美酒,仿佛被杯子粘住的鸟儿,徒劳地扑腾着翅膀。
σὺ δέ—νεανίας γὰρ εἶ— §435σώθητι μετ’ ἐμοῦ καὶ τὸν ἀρχαῖον φίλον §436Διόνυσον ἀνάλαβ’, οὐ Κύκλωπι προσφερῆ.
而你——因为你还年轻—— 和我一起得救吧,重新找回你昔日的朋友狄奥尼索斯,他可一点也不像这个巨人。
§437ὦ φίλτατ’, εἰ γὰρ τήνδ’ ἴδοιμεν ἡμέραν, §438Κύκλωπος ἐκφυγόντες ἀνόσιον κάρα.
歌队:噢,最亲爱的朋友,愿我们能看到那一天,逃离这巨人那不敬神的首级。
§439ὡς διὰ μακροῦ γε τὸν σίφωνα τὸν φίλον §440χηρεύομεν.
确实很久了,我们被剥夺了我们心爱的吸管。
—τὸν δ’ οὐκ ἔχομεν κατ’ αὗ φαγεῖν.
——而且我们将不再被他吞食。

词汇与语法注释

  1. 355νομίζῃ — 现时被动语态单数第三人称形式(诗歌体异质,雅典散文中通常作 νομίζεται),以 Ζεύς(宙斯)为主语,意为“宙斯被[凡人]视为神”。分词短语 τὸ μηδὲν ὢν θεός(“作为一个虚无的神”)作同位语修饰主语 Ζεύς。
  2. 365ἃν — 关系代名词的阴性单数宾格形式,相当于雅典方言的 ἥν(先行词为前文的 θυσίαν)。由于此处属于歌队合唱部分,根据古希腊戏剧的惯例,采用了带有德里亚方言色彩的长元音 ᾱ 代替 η 的写法。
  3. 379δισσούς γ’ ἀθρήσας — 对前一行歌队提问(μῶν τεθοίναται...; “难道他吞食了……?”)的回答。此处省略了主控动词(如 ἔσφαξε “宰杀了”),而由分词短语修饰宾语“两个男人(δισσούς)”,具体描述了该行为的过程。

引用这一段

欧里庇得斯, 独眼巨人 §353-440. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg001.humanitext-grc2:353-440

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。