§103Ἴθακος Ὀδυσσεύς, γῆς Κεφαλλήνων ἄναξ.
奥德修斯:伊萨卡的奥德修斯,凯法勒尼亚之地的国王。
§104οἶδ’ ἄνδρα, κρόταλον δριμύ, Σισύφου γένος.
西勒诺斯:我认识这人,一个狡黠的多嘴汉,西绪福斯的后代。
§105ἐκεῖνος οὗτός εἰμι· λοιδόρει δὲ μή·
奥德修斯:我正是那个人,但请不要辱骂我。
§106πόθεν Σικελίαν τήνδε ναυστολῶν πάρει;
西勒诺斯:你是航行到何处,才来到这西西里的?
§107ἐξ Ἰλίου γε κἀπὸ Τρωικῶν πόνων.
奥德修斯:正是来自伊利翁,来自特洛伊的苦难。
§108πῶς;
西勒诺斯:怎么会?
πορθμὸν οὐκ ᾔδησθα πατρῴας χθονός;
难道你不知道回你祖国土地的海路吗?
§109ἀνέμων θύελλαι δεῦρό μ’ ἥρπασαν βίᾳ.
奥德修斯:是狂风暴雨强行将我卷到这里的。
§110παπαῖ·
西勒诺斯:哎呀!
τὸν αὐτὸν δαίμον’ ἐξαντλεῖς ἐμοί.
你正承受着和我一模一样的命运。
§111ἦ καὶ σὺ δεῦρο πρὸς βίαν ἀπεστάλης;
奥德修斯:难道你也是被强行送到这里来的吗?
§112λῃστὰς διώκων οἳ Βρόμιον ἀνήρπασαν.
西勒诺斯:我是为了追捕那些劫持了勃罗弥俄斯的海盗。
§113τίς δ’ ἥδε χώρα καὶ τίνες ναίουσί νιν;
奥德修斯:这是什么地方? 又是谁居住在这里?
§114Αἰτναῖος ὄχθος Σικελίας ὑπέρτατος.
西勒诺斯:这是埃特纳山冈,西西里的最高处。
§115τείχη δὲ ποῦ’στι καὶ πόλεως πυργώματα;
奥德修斯:那么城墙和城市的塔楼在哪里?
§116οὐκ εἴσ’· ἔρημοι πρῶνες ἀνθρώπων, ξένε.
西勒诺斯:没有那些东西;异乡人啊,这里只有渺无人烟的荒凉山脊。
§117τίνες δ’ ἔχουσι γαῖαν;
奥德修斯:那又是谁占有着这片土地?
ἦ θηρῶν γένος;
难道是某种野兽?
§118Κύκλωπες, ἄντρ’ ἔχοντες, οὐ στέγας δόμων.
西勒诺斯:是巨人们,他们占有着洞穴,而不是房屋的屋顶。
§119τίνος κλύοντες;
奥德修斯:他们服从于谁?
ἢ δεδήμευται κράτος;
还是说权力归于人民?
§120νομάδες· ἀκούει δ’ οὐδὲν οὐδεὶς οὐδενός.
西勒诺斯:他们是游牧者,谁也不听谁的。
§121σπείρουσι δ’—ἢ τῷ ζῶσι;
奥德修斯:他们播种——或者他们靠什么生活?
—Δήμητρος στάχυν;
——德墨忒尔的谷物吗?
§122γάλακτι καὶ τυροῖσι καὶ μήλων βορᾷ.
西勒诺斯:靠着乳汁、干酪和羊肉。
§123Βρομίου δὲ πῶμ’ ἔχουσιν, ἀμπέλου ῥοαῖς;
奥德修斯:那他们有勃罗弥俄斯的饮品,也就是葡萄树的流汁吗?
§124ἥκιστα· τοιγὰρ ἄχορον οἰκοῦσι χθόνα.
西勒诺斯:绝没有;因此,他们居住在没有舞蹈的土地上。
§125φιλόξενοι δὲ χὥσιοι περὶ ξένους;
奥德修斯:那他们好客吗? 对待异乡人虔敬吗?
§126γλυκύτατά φασι τὰ κρέα τοὺς ξένους φορεῖν.
西勒诺斯:他们说,异乡人身上带着最甜美的肉。
§127τί φῄς;
奥德修斯:你说什么?
βορᾷ χαίρουσιν ἀνθρωποκτόνῳ;
他们喜欢以杀人食肉为乐吗?
§128οὐδεὶς μολὼν δεῦρ’ ὅστις οὐ κατεσφάγη.
西勒诺斯:来到这里的,没有一个不被宰杀的。
§129αὐτὸς δὲ Κύκλωψ ποῦ’στιν;
奥德修斯:那巨人自己呢?
ἦ δόμων ἔσω;
他在屋里吗?
§130φροῦδος πρὸς Αἴτνῃ θῆρας ἰχνεύων κυσίν.
西勒诺斯:他去埃特纳山那边了,正带着狗搜寻野兽。
§131οἶσθ’ οὖν ὃ δρᾶσον, ὡς ἀπαίρωμεν χθονός;
奥德修斯:那么,你知道该怎么做,好让我们离开这片土地吗?
§132οὐκ οἶδ’, Ὀδυσσεῦ· πᾶν δέ σοι δρῴημεν ἄν.
西勒诺斯:我不知道,奥德修斯;但为了你,我们什么都愿意做。
§133ὅδησον ἡμῖν σῖτον, οὗ σπανίζομεν.
奥德修斯:卖给我们食物吧,我们正缺少这个。
§134οὐκ ἔστιν, ὥσπερ εἶπον, ἄλλο πλὴν κρέας.
西勒诺斯:就像我说的,除了肉之外什么也没有。
§135ἀλλ’ ἡδὺ λιμοῦ καὶ τόδε σχετήριον.
奥德修斯:但即便只有这个,也是抵御饥饿的甘美良药。
§136καὶ τυρὸς ὀπίας ἔστι καὶ βοὸς γάλα.
西勒诺斯:还有用无花果汁凝固的干酪,和母牛的奶。
§137ἐκφέρετε· φῶς γὰρ ἐμπολήμασιν πρέπει.
奥德修斯:拿出来吧,因为交易应当在光天化日之下。
§138σὺ δ’ ἀντιδώσεις, εἰπέ μοι, χρυσὸν πόσον;
西勒诺斯:那你呢,告诉我会给多少黄金作为回报?
§139οὐ χρυσόν, ἀλλὰ πῶμα Διονύσου φέρω.
奥德修斯:不是黄金,但我带来了狄奥尼索斯的饮品。
§140ὦ φίλτατ’ εἰπών, οὗ σπανίζομεν πάλαι.
西勒诺斯:啊,说出了最贴心话语的人! 这正是我们渴望已久的东西。
§141καὶ μὴν Μάρων μοι πῶμ’ ἔδωκε, παῖς θεοῦ.
奥德修斯:而且,神之子马戎把这饮品给了我。
§142ὃν ἐξέθρεψα ταῖσδ’ ἐγώ ποτ’ ἀγκάλαις;
西勒诺斯:就是我曾经用这双双臂抚养过的那个孩子吗?
§143ὁ Βακχίου παῖς, ὡς σαφέστερον μάθῃς.
奥德修斯:他是巴克科斯之子,好让你了解得更清楚。
§144ἐν σέλμασιν νεώς ἐστιν, ἢ φέρεις σύ νιν;
西勒诺斯:它在船舱的座板上,还是由你带在身边?
§145ὅδ’ ἁσκὸς ὃς κεύθει νιν· ὡς ὁρᾷς, γέρον.
奥德修斯:藏着它的正是这皮袋,如你所见,老人家。
§146οὗτος μὲν οὐδ’ ἂν τὴν γνάθον πλήσειέ μου.
西勒诺斯:这东西恐怕连我的嘴巴都填不饱。
§147ναί·
奥德修斯:不,能满的。
§147aδὶς γὰρ τόσον πῶμ’ ὅσον ἂν ἐξ ἀσκοῦ ῥυῇ.
因为从这皮袋里流出来的,会有两倍于此的饮料。
§148καλήν γε κρήνην εἶπας ἡδεῖάν τ’ ἐμοί.
西勒诺斯:你对我说的真是一口既美丽又甘甜的泉水啊。
§149βούλῃ σε γεύσω πρῶτον ἄκρατον μέθυ;
奥德修斯:你想让我先让你尝尝这纯净不掺水的美酒吗?
§150δίκαιον· ἦ γὰρ γεῦμα τὴν ὠνὴν καλεῖ.
西勒诺斯:应该如此;因为品尝才能招揽买卖。
§151καὶ μὴν ἐφέλκω καὶ ποτῆρ’ ἀσκοῦ μέτα.
奥德修斯:而且,我还随皮袋带来了一只杯子。
§152φέρ’ ἐκπάταξον, ὡς ἀναμνησθῶ πιών.
西勒诺斯:来,倒出来,好让我喝下去回想起来。
§153ἰδού.
奥德修斯:瞧。
§153bπαπαιάξ, ὡς καλὴν ὀσμὴν ἔχει.
西勒诺斯:哎呀呀,这香味多迷人啊!
§154εἶδες γὰρ αὐτήν;
奥德修斯:你看见它了吗?
§154bοὐ μὰ Δί’, ἀλλ’ ὀσφραίνομαι.
西勒诺斯:不,凭宙斯起誓没有,我是闻出来的。
§155γεῦσαί νυν, ὡς ἂν μὴ λόγῳ’’παινῇς μόνον.
奥德修斯:那就尝尝吧,免得你只在言语上赞美它。
§156βαβαί·
西勒诺斯:哇啊!
χορεῦσαι παρακαλεῖ μ’ ὁ Βάκχιος.
巴克科斯正在召唤我起舞。
§157ἆ ἆ ἆ.
啊,啊,啊。
§158μῶν τὸν λάρυγγα διεκάναξέ σου καλῶς;
奥德修斯:它是不是很舒服地在你的喉咙里汩汩流过?
§159ὥστ’ εἰς ἄκρους γε τοὺς ὄνυχας ἀφίκετο.
西勒诺斯:甚至渗透到了我的脚指甲尖。
§160πρὸς τῷδε μέντοι καὶ νόμισμα δώσομεν.
奥德修斯:除此以外,我们当然还会给你钱币。
§161χάλα τὸν ἀσκὸν μόνον· ἔα τὸ χρυσίον.
西勒诺斯:只要拧开皮袋就行,黄金先放一边吧。
§162ἐκφέρετέ νυν τυρεύματ’ ἢ μήλων τόκον.
奥德修斯:那么拿些干酪或者羊群的后代出来吧。
§163δράσω τάδ’, ὀλίγον φροντίσας γε δεσποτῶν.
西勒诺斯:我就照办,我才不在乎什么主人呢。
§164ὡς ἐκπιεῖν γ’ ἂν κύλικα μαινοίμην μίαν, §165πάντων Κυκλώπων ἀντιδοὺς βοσκήματα, §166ῥῖψαι τ’ ἐς ἅλμην Λευκάδος πέτρας ἄπο, §167ἅπαξ μεθυσθεὶς καταβαλών τε τὰς ὀφρῦς.
为了喝干这仅仅一杯,我甚至甘愿发狂,宁可拿出所有巨人的牲畜作为交换,甚至从莱夫卡斯岩石投身入咸咸的海水中,彻底烂醉一次,不再愁眉苦脸。
§168ὡς ὅς γε πίνων μὴ γέγηθε μαίνεται· §169ἵν’ ἔστι τουτί τ’ ὀρθὸν ἐξανιστάναι §170μαστοῦ τε δραγμὸς καὶ παρεσκευασμένου §171ψαῦσαι χεροῖν λειμῶνος, ὀρχηστύς θ’ ἅμα §172κακῶν τε λῆστις.
因为饮酒而不快乐的人才是疯子;在那醉乡里,人可以挺立起这玩意儿,可以抚摸乳房,可以用双手触碰那整饰好了的草地,还有曼妙的舞蹈,以及对痛苦的忘却。
εἶτ’ ἐγὼ οὐ κυνήσομαι §173τοιόνδε πῶμα, τὴν Κύκλωπος ἀμαθίαν §174κλαίειν κελεύων καὶ τὸν ὀφθαλμὸν μέσον;
既然如此,我怎能不去亲吻这样绝妙的饮品,而让那愚蠢的巨人还有他脸正中的那只眼睛都见鬼去吧?
§175ἄκου’, Ὀδυσσεῦ· διαλαλήσωμέν τί σοι.
歌队:听着,奥德修斯,我们想跟你聊几句。
§176καὶ μὴν φίλοι γε προσφέρεσθε πρὸς φίλον.
奥德修斯:好啊,作为朋友,向朋友走过来吧。
§177ἐλάβετε Τροίαν τὴν Ἑλένην τε χειρίαν;
歌队:你们攻陷了特洛伊,把海伦弄到手了吗?
§178καὶ πάντα γ’ οἶκον Πριαμιδῶν ἐπέρσαμεν.
奥德修斯:是的,我们把普里阿摩斯子孙的整个家族都给毁灭了。
歌队:那么,当你们掳获那个年轻女人的时候,你们难道没有轮流把她给办了吗?
§181ἐπεί γε πολλοῖς ἥδεται γαμουμένη;
因为她本来就喜欢和许多男人交欢嘛。
§182τὴν προδότιν, ἣ τοὺς θυλάκους τοὺς ποικίλους §183περὶ τοῖν σκελοῖν ἰδοῦσα καὶ τὸν χρύσεον §184κλῳὸν φοροῦντα περὶ μέσον τὸν αὐχένα §185ἐξεπτοήθη, Μενέλεων, ἀνθρώπιον §186λῷστον, λιποῦσα.
这个女叛徒,一看见那花哨的裤子裹在两腿上,又看到那个戴在脖颈正中的黄金项圈,便神魂颠倒,抛弃了墨涅拉俄斯那个最优秀的小人儿。
μηδαμοῦ γένος ποτὲ
世间任何地方,都不该让女人