§4.1τήναν τὰν λαύραν τάς τε δρύας αἰπόλε κάμψας §4.2σύκινον εὑρήσεις ἀρτιγλυφὲς ξόανον, §4.3τρισκελὲς αὐτόφλοιον ἀνούατον, ἀλλὰ φάλητι §4.4παιδογόνῳ δυνατὸν Κύπριδος ἔργα τελεῖν.
牧羊人啊,绕过那条小径和那些橡树,你会发现一尊用无花果木新雕成的神像,它有三条腿,带着树皮,没有耳朵,但凭借着能繁衍子嗣的阳物,它有能力行使塞浦路斯女神的欢愉。
§4.5σακός οἱ ἱερὸς περιδέδρομεν, ἀέναον δὲ §4.6ῥεῖθρον ἀπὸ σπιλάδων πάντοσε τηλεθάει §4.7δάφναις καὶ μύρτοισι καὶ εὐώδει κυπαρίσσῳ.
一座神圣的围栏环绕着它,一汪从岩石中涌出、永不干涸的泉水,令四处一片繁茂,尽是月桂、香桃木和芬芳的柏树。
§4.8ἔνθα πέριξ κέχυται βοτρυόπαις ἕλικι §4.9ἄμπελος, εἰαρινοὶ δὲ λιγυφθόγγοισιν ἀοιδαῖς §4.10κόσσυφοι ἀχεῦσιν ποικιλότραυλα μέλη.
在那里,一株结满一串串葡萄的藤蔓缠绕在周围,春天的乌鸫用它们清脆的歌声,啼唱出变化多端的宛转曲调。
黄褐色的夜莺以颤音应和,用它们的歌喉唱出蜜般甜美的声音。
§4.13ἕζεο δὴ τηνεῖ καὶ τῷ χαρίεντι Πριήπῳ §4.14εὔχεʼ ἀποστέρξαι τοὺς Δάφνιδός με πόθους, §4.15κεὐθὺς ἐπιρρέξειν χίμαρον καλόν.
你且在那里坐下,并向那优雅的普里阿普斯祈求,让他消解我因渴望达夫尼斯而起的痛苦,并你将立即献祭一只漂亮的小山羊。
ἢν δʼ ἀνανεύσῃ, §4.16τοῦδε τυχὼν ἐθέλω τρισσὰ θύη τελέσαι· §4.17ῥέξω γὰρ δαμάλαν, λάσιον τράγον, ἄρνα τὸν ἴσχω §4.18σακίταν.
但若他拒绝,若能如愿得到这份爱,我愿意献上三重祭品:因为我将献祭一头小母牛、一只多毛的公山羊,以及一只我养在羊圈里的小羊。
ἀίοι δʼ εὐμενέως ὁ θεός.
愿神明能仁慈地垂听。