§7.79ζωὸν ἐόντα κακαῖσιν ἀτασθαλίαισιν ἄνακτος, §7.80ὥς τέ νιν αἱ σιμαὶ λειμωνόθε φέρβον ἰοῖσαι §7.81κέδρον ἐς ἁδεῖαν μαλακοῖς ἄνθεσσι μέλισσαι, §7.82οὕνεκά οἱ γλυκὺ Μοῖσα κατὰ στόματος χέε νέκταρ.
在他活着的时候,因那君王的邪恶暴虐,那些扁鼻的蜜蜂是如何从草地飞来喂养他,在甘甜的杉木箱里,用柔嫩的花朵,那些蜜蜂,因为缪斯将甘甜的仙馔密酒倾注在在他的口中。
§7.83ὦ μακαριστὲ Κομάτα, τύ θην τάδε τερπνὰ πεπόνθεις, §7.84καὶ τὺ κατεκλᾴσθης ἐς λάρνακα, καὶ τὺ μελισσᾶν §7.85κηρία φερβόμενος ἔτος ὥριον ἐξεπόνασας.
哦,备受祝福的科马塔斯,你确实经历了这些令人愉悦的事,你被关进木箱,而你吃着蜜蜂的蜂巢,熬过了一整年的时光。
§7.86αἴθʼ ἐπʼ ἐμεῦ ζωοῖς ἐναρίθμιος ὤφελες εἶμεν, §7.87ὥς τοι ἐγὼν ἐνόμευον ἀνʼ ὤρεα τὰς καλὰς αἶγας §7.88φωνᾶς εἰσαΐων, τὺ δʼ ὑπὸ δρυσὶν ἢ ὑπὸ πεύκαις §7.89ἁδὺ μελισδόμενος κατεκέκλισο θεῖε Κομάτα.
啊,愿你在我活着的时代也名列生者之中,这样我便能在山间为你放牧那些美丽的山羊,聆听你的歌声,而你则在橡树或松树下甜美地吟唱着躺下,神圣的科马塔斯啊。
§7.90χὡ μὲν τόσσʼ εἰπὼν ἀπεπαύσατο· τὸν δὲ μετʼ αὖθις §7.91κἠγὼ τοῖʼ ἐφάμαν· Λυκίδα φίλε, πολλὰ μὲν ἄλλα §7.92νύμφαι κἠμὲ δίδαξαν ἀνʼ ὤρεα βουκολέοντα §7.93ἐσθλά, τά που καὶ Ζηνὸς ἐπὶ θρόνον ἄγαγε φάμα· §7.94ἀλλὰ τόγʼ ἐκ πάντων μέγʼ ὑπείροχον, ᾧ τυ γεραίρειν §7.95ἀρξεῦμʼ· ἀλλʼ ὑπάκουσον, ἐπεὶ φίλος ἔπλεο Μοίσαις.
他说了这么多便停了下来;而在此之后,我也对他这样说道: “亲爱的吕基达斯,当我在山中放牛时,仙女们也教了我许多其他优秀的歌谣,其名声大概也传到了宙斯的宝座前;但在所有歌谣中,这一首最为杰出,我将用它来向你致敬并开始歌唱;但请倾听,因为你已成为缪斯的朋友。
§7.96Σιμιχίδᾳ μὲν Ἔρωτες ἐπέπταρον· ἦ γὰρ ὁ δειλὸς §7.97τόσσον ἐρᾷ Μυρτοῦς, ὅσον εἴαρος αἶγες ἐρᾶντι.
爱神们对西米希达斯打了个喷嚏;因为那可怜的人爱着米尔托,就像春天的山羊爱着春天一样深。
但对他来说最亲爱的小伙子阿拉托斯,他的心底却怀着对一个少年的渴望。
οἶδεν Ἄριστις, §7.100ἐσθλὸς ἀνήρ, μέγʼ ἄριστος, ὃν οὐδέ κεν αὐτὸς ἀείδειν §7.101Φοῖβος σὺν φόρμιγγι παρὰ τριπόδεσσι μεγαίροι, §7.102ὡς ἐκ παιδὸς Ἄρατος ὑπʼ ὀστέον αἴθετʼ ἔρωτι.
阿里斯蒂斯知道,他是位高尚且极优秀的人,即使是福玻斯在三脚架旁携着里拉琴歌唱时,也不会嫉妒他,他知道阿拉托斯因那少年而爱火烧至骨髓。
§7.103τόν μοι Πάν, Ὁμόλας ἐρατὸν πέδον ὅστε λέλογχας, §7.104ἄκλητον κείνοιο φίλας ἐς χεῖρας ἐρείσαις, §7.105εἴτʼ ἐστʼ ἆρα Φιλῖνος ὁ μαλθακὸς εἴτέ τις ἄλλος.
哦,潘神,你领有霍摩拉那迷人的平原,求你让那少年在未被邀请的情况下,依偎在他(阿拉托斯)温柔的双手中,无论那人是温柔的菲利诺斯,还是其他什么人。
§7.106κἢν μὲν ταῦτʼ ἔρδῃς ὦ Πὰν φίλε, μή τί τυ παῖδες §7.107Ἀρκαδικοὶ σκίλλαισιν ὑπὸ πλευράς τε καὶ ὤμους §7.108τανίκα μαστίσδοιεν, ὅτε κρέα τυτθὰ παρείη· §7.109εἰ δʼ ἄλλως νεύσαις, κατὰ μὲν χρόα πάντʼ ὀνύχεσσι §7.110δακνόμενος κνάσαιο καὶ ἐν κνίδαισι καθεύδοις, §7.111εἴης δʼ Ἠδωνῶν μὲν ἐν ὤρεσι χείματι μέσσῳ §7.112Ἕβρον πὰρ ποταμὸν τετραμμένος ἐγγύθεν ἄρκτω, §7.113ἐν δὲ θέρει πυμάτοισι παρʼ Αἰθιόπεσσι νομεύοις §7.114πέτρᾳ ὕπο Βλεμύων, ὅθεν οὐκέτι Νεῖλος ὁρατός.
亲爱的潘神啊,如果你能做成这件事,愿阿卡迪亚的少年们在祭肉稀少的时候,不再用海葱抽打你的肋旁和肩膀;但如果你拒绝,愿你用指甲抓挠咬破全身的皮肤,在荨麻中入睡,愿你在隆冬时节置身于赫多尼亚人的山中,朝着赫布罗斯河,靠近北极星,而在盛夏时,愿你在最遥远的埃塞俄比亚人那里放牧,在布莱米亚人的岩石下,从那里再也看不见尼罗河。
§7.115ὔμμες δʼ Ὑετίδος καὶ Βυβλίδος ἁδὺ λιπόντες §7.116νᾶμα καὶ Οἰκεῦντα, ξανθᾶς ἕδος αἰπὺ Διώνας, §7.117ὦ μάλοισιν Ἔρωτες ἐρευθομένοισιν ὁμοῖοι, §7.118βάλλετέ μοι τόξοισι τὸν ἱμερόεντα Φιλῖνον, §7.119βάλλετʼ, ἐπεὶ τὸν ξεῖνον ὁ δύσμορος οὐκ ἐλεεῖ μευ.
而你们,离开了雨神泉和比布里斯甘甜泉水,以及金发狄奥涅那险峻居所奥伊克斯的,哦,如同红苹果一般的爱神们,请用你们的弓箭为我射中那迷人的菲利诺斯,射吧,因为那不幸的人并不怜悯我的客人(阿拉托斯)。
§7.120καὶ δὴ μὰν ἀπίοιο πεπαίτερος, αἱ δὲ γυναῖκες §7.121αἰαῖ" φαντὶ "Φιλῖνε, τό τοι καλὸν ἄνθος ἀπορρεῖ.
其实他已经比洋梨还要熟透了,女人们说道:‘哀哉,菲利诺斯,你美丽的花朵正在凋零。
§7.122μηκέτι τοι φρουρέωμες ἐπὶ προθύροισιν Ἄρατε, §7.123μηδὲ πόδας τρίβωμες· ὁ δʼ ὄρθριος ἄλλον ἀλέκτωρ §7.124κοκκύζων νάρκαισιν ἀνιαραῖσι διδοίη, §7.125εἷς δʼ ἀπὸ τᾶσδε φέριστε Μόλων ἄγχοιτο παλαίστρας, §7.126ἄμμιν δʼ ἁσυχία τε μέλοι γραία τε παρείη, §7.127ἅτις ἐπιφθύζοισα τὰ μὴ καλὰ νόσφιν ἐρύκοι.
’ 阿拉托斯啊,我们不要再在他的门前守夜了,也不要再磨损双脚了;让清晨那报晓的公鸡啼叫着给别人带来痛苦的寒冷吧,让莫隆这极优秀的人独自在这个竞技场中受煎熬,而愿我们享有宁静,愿有一位老妇陪伴,她会啐唾沫,驱散那些不吉利的事物。
§7.128τόσσʼ ἐφάμαν· ὁ δέ μοι τὸ λαγωβόλον, ἁδὺ γελάσσας §7.129ὡς πάρος, ἐκ Μοισᾶν ξεινήιον ὤπασεν εἶμεν.
我说了这么多;他甜美地一笑,像以前一样,把那根赶兔棒赠予我,作为来自缪斯们的款待之礼。
§7.130χὡ μὲν ἀποκλίνας ἐπʼ ἀριστερὰ τὰν ἐπὶ Πύξας §7.131εἷρφʼ ὁδόν, αὐτὰρ ἐγώ τε καὶ Εὔκριτος ἐς Φρασιδάυω §7.132στραφθέντες χὡ καλὸς Ἀμύντιχος ἔν τε βαθείαις §7.133ἁδείας σχοίνοιο χαμευνίσιν ἐκλίνθημες §7.134ἔν τε νεοτμάτοισι γεγαθότες οἰναρέοισι.
他折向左边,踏上了通往皮克萨的道路,而我和尤克里托斯,以及美丽的阿敏蒂科斯,转身走向弗拉西达莫斯的家,在甘甜灯心草铺成的深厚床榻上躺下,在刚采摘的葡萄叶上,满怀喜悦。
§7.135πολλαὶ δʼ ἁμὶν ὕπερθε κατὰ κρατὸς δονέοντο §7.136αἴγειροι πτελέαι τε· τὸ δʼ ἐγγύθεν ἱερὸν ὕδωρ §7.137Νυμφᾶν ἐξ ἄντροιο κατειβόμενον κελάρυζε.
在我们的头顶上方,许多杨树和榆树在摇曳;而近旁,那从宁芙洞穴中流淌而下的神圣泉水潺潺作响。
§7.138τοὶ δὲ ποτὶ σκιαραῖς ὀροδαμνίσιν αἰθαλίωνες §7.139τέττιγες λαλαγεῦντες ἔχον πόνον· ἁ δʼ ὀλολυγὼν §7.140τηλόθεν ἐν πυκιναῖσι βάτων τρύζεσκεν ἀκάνθαις.
在阴凉的嫩枝上,那些黑色的蝉忙碌地喧噪着;而那雨蛙在远处茂密的荆棘丛中低语。
百灵鸟和金翅雀在歌唱,斑鸠在叹息,金黄的蜜蜂在泉水旁飞舞。
§7.143πάντʼ ὦσδεν θέρεος μάλα πίονος, ὦσδε δʼ ὀπώρας.
一切都散发着极其丰饶的夏天香气,散发着秋天的香气。
§7.144ὄχναι μὲν πὰρ ποσσί, παρὰ πλευραῖσι δὲ μᾶλα §7.145δαψιλέως ἁμῖν ἐκυλίνδετο· τοὶ δʼ ἐκέχυντο §7.146ὄρπακες βραβίλοισι καταβρίθοντες ἔραζε· §7.147τετράενες δὲ πίθων ἀπελύετο κρατὸς ἄλειφαρ.
梨子在脚边,苹果在身旁,丰盛地滚落;那些压满李子的树枝沉甸甸地垂向地面;而四年陈的酒瓮口上,封泥被启开了。
§7.148νύμφαι Κασταλίδες Παρνάσιον αἶπος ἔχοισαι, §7.149ἆρά γέ πᾳ τοιόνδε Φόλω κατὰ λάινον ἄντρον §7.150κρατῆρʼ Ἡρακλῆι γέρων ἐστήσατο Χείρων;
卡斯塔利亚的宁芙们,领有帕尔纳索斯高处的女神们啊,难道在波洛斯的石洞里,年迈的喀戎曾为赫拉克勒斯设下过如此的混酒缸吗?
§7.151ἆρά γέ πᾳ τῆνον τὸν ποιμένα τὸν ποτʼ Ἀνάπῳ, §7.152τὸν κρατερὸν Πολύφαμον, ὃς ὤρεσι νᾶας ἔβαλλε, §7.153τοῖον νέκταρ ἔπεισε κατʼ αὐλία ποσσὶ χορεῦσαι,
难道在阿纳波斯河畔的那个牧人,那曾用山峦砸向船只的强壮的波吕斐摩斯,曾被如此的琼浆打动,在洞穴里手舞足蹈吗?
宁芙们啊,你们那时在谷物女神德米特里的祭坛旁倾注出的,正是如此的佳酿吗?