Humanitext Reader

忒奥克里托斯 · 牧歌 §4.1-4.63

巴托斯与科律敦关于离开的埃贡的对话

第 7 段,共 44 段 · 希腊语

内容简介

牧人巴托斯与科律敦对话,谈论因埃贡离开而疏于照料的牛群、哀悼已故的阿玛律莉斯,并戏谑地闲聊起当地一个好色老头的风流韵事。

§4.1εἰπέ μοι ὦ Κορύδων, τίνος αἱ βόες;
巴托斯:“告诉我,科律敦,这些牛是谁的?
ἦ ῥα Φιλώνδα;
难道是菲隆达斯的吗?
§4.2οὔκ, ἀλλʼ Αἴγωνος· βόσκειν δέ μοι αὐτὰς ἔδωκεν.
” 科律敦:“不,是埃贡的;他把它们交给我放牧。
§4.3ἦ πᾴ ψε κρύβδαν τὰ ποθέσπερα πάσας ἀμέλγεις;
” 巴托斯:“那你是不是在傍晚时分,把它们全部偷偷地挤奶?
§4.4ἀλλʼ ὁ γέρων ὑφίητι τὰ μοσχία κἠμὲ φυλάσσει.
” 科律敦:“不,那个老头子把小牛放过去吸奶,并且盯着我。
§4.5αὐτὸς δʼ ἐς τίνʼ ἄφαντος ὁ βουκόλος ᾤχετο χώραν;
” 巴托斯:“那么,那个牛倌自己又消失到哪个地方去了?
§4.6οὐκ ἄκουσας;
” 科律敦:“你没听说吗?
ἄγων νιν ἐπʼ Ἀλφεὸν ᾤχετο Μίλων.
米隆带着他去了阿尔斐奥斯河。
§4.7καὶ πόκα τῆνος ἔλαιον ἐν ὀφθαλμοῖσιν ὀπώπει;
” 巴托斯:“那家伙什么时候亲眼见过(锻炼用的)橄榄油?
§4.8φαντί νιν Ἡρακλῆι βίην καὶ κάρτος ἐρίσδειν.
” 科律敦:“人们说他在力量和强壮上能与赫拉克勒斯抗衡。
§4.9κἤμʼ ἔφαθʼ ἁ μάτηρ Πολυδεύκεος εἶμεν ἀμείνω.
” 巴托斯:“我母亲还说我比波吕丢克斯还强呢。
§4.10κᾤχετʼ ἔχων σκαπάναν τε καὶ εἴκατι τουτόθε μᾶλα.
” 科律敦:“他带着一把铁锹和这里的二十只羊走了。
§4.11πείσαι τοι Μίλων καὶ τὼς λύκος αὐτίκα λυσσῆν.
” 巴托斯:“米隆甚至能立刻说服狼群发狂。
§4.12ταὶ δαμάλαι δʼ αὐτὸν μυκώμεναι αἵδε ποθεῦντι.
” 科律敦:“而这些小母牛,正哞哞叫着思念他。
§4.13δειλαῖαί γʼ αὗται·
” 巴托斯:“它们真可怜!
τὸν βουκόλον ὡς κακὸν εὗρον.
居然碰上了这么糟糕的牛倌。
§4.14ἦ μὰν δειλαῖαί γε, καὶ οὐκέτι λῶντι νέμεσθαι.
” 科律敦:“确实可怜,它们甚至都不想再吃草了。
§4.15τήνας μὲν δή τοι τᾶς πόρτιος αὐτὰ λέλειπται §4.16τὠστία.
” 巴托斯:“确实,那只小母牛只剩下骨头了。
μὴ πρῶκας σιτίζεται ὥσπερ ὁ τέττιξ;
难道她像蝉一样吃露水过活吗?
§4.17οὐ Δᾶν, ἀλλʼ ὁκὰ μέν νιν ἐπʼ Αἰσάροιο νομεύω
” 科律敦:“绝非如此,天地良心!
§4.18καὶ μαλακῶ χόρτοιο καλὰν κώμυθα δίδωμι, §4.19ἄλλοκα δὲ σκαίρει τὸ βαθύσκιον ἀμφὶ Λάτυμνον.
我有时在埃萨罗斯河畔放牧她,并给她一大把柔嫩的草,有时她又在阴凉的拉图姆诺斯山周围蹦跳。
§4.20λεπτὸς μὰν χὡ ταῦρος ὁ πυρρίχος.
” 巴托斯:“那只红公牛也瘦骨嶙峋。
εἴθε λάχοιεν §4.21τοὶ τῶ Λαμπριάδα, τοὶ δαμόται, ὅκκα θύωντι §4.22τᾷ Ἡρᾳ, τοιόνδε· κακοχράσμων γὰρ ὁ δᾶμος.
愿兰普里亚达斯的子孙们——那些乡邻们,在向赫拉献祭时,能得到这样一只牛;因为那帮人真是卑劣之徒。
§4.23καὶ μὰν ἐς Στομάλιμνον ἐλαύνεται ἔς τε τὰ Φύσκω, §4.24καὶ ποτὶ τὸν Νήαιθον, ὅπᾳ καλὰ πάντα φύοντι, §4.25αἰγίπυρος καὶ κνύζα καὶ εὐώδης μελίτεια.
” 科律敦:“然而他还是被赶到斯托马林诺斯和菲斯科斯的牧场,以及内埃索斯河畔,那里生长着一切美好的植物:山羊草、蚤草和芬芳的蜜蜂花。
§4.26φεῦ φεῦ βασεῦνται καὶ ταὶ βόες ὦ τάλαν Αἴγων §4.27εἰς Ἀίδαν, ὅκα καὶ τὺ κακᾶς ἠράσσαο νίκας, §4.28χἁ σῦριγξ εὐρῶτι παλύνεται, ἅν ποκʼ ἐπάξα.
” 巴托斯:“唉,不幸的埃贡,你的牛也将归于阴府,因为你也迷恋于那不祥的胜利;而你曾经制作的排箫,如今也布满霉菌。
§4.29οὐ τήνα γʼ, οὐ Νύμφας, ἐπεὶ ποτὶ Πῖσαν ἀφέρπων
” 科律敦:“那支排箫可没有,绝不,向宁芙发誓!
§4.30δῶρον ἐμοί νιν ἔλειπεν· ἐγὼ δέ τις εἰμὶ μελικτάς, §4.31κεὖ μὲν τὰ Γλαύκας ἀγκρούομαι, εὖ δὲ τὰ Πύρρω.
因为当他启程去皮萨时,把她留给我作为礼物;我多少也是个歌手,我能很好地奏起格劳克的歌,也能很好地奏起皮鲁斯的歌。
§4.32αἰνέω τάν τε Κρότωνα—καλὰ πόλις, ἅ τε Ζάκυνθος— §4.33καὶ τὸ ποταῷον, τὸ Λακίνιον ᾇπερ ὁ πύκτας §4.34Αἴγων ὀγδώκοντα μόνος κατεδαίσατο μάζας.
” 科律敦:“我赞美克罗顿——一座美丽的城市——以及扎金索斯,还有那临海的拉奇尼昂神庙,在那里拳击手埃贡独自一人吞下了八十个麦饼。
§4.35τηνεῖ καὶ τὸν ταῦρον ἀπʼ ὤρεος ἆγε πιάξας §4.36τᾶς ὁπλᾶς κἤδωκʼ Ἀμαρυλλίδι, ταὶ δὲ γυναῖκες §4.37μακρὸν ἀνάυσαν, χὡ βουκόλος ἐξεγέλασσεν.
” 科律敦:“在那里,他还抓住公牛的蹄子,把它从山上拽下来,送给了阿玛律莉斯;女人们大声惊叫,而那牛倌则放声大笑。
§4.38ὦ χαρίεσσʼ Ἀμαρυλλί, μόνας σέθεν οὐδὲ θανοίσας §4.39λασεύμεσθʼ· ὅσον αἶγες ἐμὶν φίλαι, ὅσσον ἀπέσβης.
” 巴托斯:“噢,美丽的阿玛律莉斯,唯独你,即使你已离世,我们也不会忘记;就像我的羊对我那样珍贵,你死去的生命也是同样珍贵。
§4.40αἰαῖ τῶ σκληρῶ μάλα δαίμονος, ὅς με λελόγχει.
哀哉,那落在我身上的残酷命运!
§4.41θαρσεῖν χρὴ φίλε Βάττε· τάχʼ αὔριον ἔσσετʼ ἄμεινον.
” 科律敦:“必须振作起来,亲爱的巴托斯;也许明天会更好。
§4.42ἐλπίδες ἐν ζωοῖσιν, ἀνέλπιστοι δὲ θανόντες.
希望在活人之中,死者则没有希望。
§4.43χὡ Ζεὺς ἄλλοκα μὲν πέλει αἴθριος, ἄλλοκα δʼ ὕει.
而宙斯有时晴空万里,有时也会下雨。
§4.44θαρσέω.
” 巴托斯:“我很振作。
βάλλε κάτωθε τὰ μοσχία· τᾶς γὰρ ἐλαίας §4.45τὸν θαλλὸν τρώγοντι τὰ δύσσοα.
把小牛赶下去;那些该死的家伙正在啃食橄榄树的嫩枝。
σίτθʼ ὁ λέπαργος.
嘘,那只白皮牛!
§4.46σίτθʼ ἁ Κυμαίθα ποτὶ τὸν λόφον.
嘘,库麦萨,到山丘那边去!
οὐκ ἐσακούεις;
你听不到吗?
§4.47ἡξῶ ναὶ τὸν Πᾶνα κακὸν τέλος αὐτίκα δωσῶν, §4.48εἰ μὴ ἄπει τουτῶθεν.
” 巴托斯:“凭潘神起誓,如果你不离开那里,我很快就会让你好看!
ἴδʼ αὖ πάλιν ἅδε ποθέρπει.
瞧,她又爬过来了。
§4.49εἴθʼ ἦν μοι ῥοικὸν τὸ λαγωβόλον, ὥς τυ πάταξα.
但愿我有我的弯牧杖,这样我好狠狠揍你一顿!
§4.50θᾶσαί μʼ ὦ Κορύδων πὸτ τῶ Διός·
” 巴托斯:“科律敦啊,看在宙斯的份上,快看看我!
ἁ γὰρ ἄκανθα §4.51ἀρμοῖ μʼ ὧδʼ ἐπάταξʼ ὑπὸ τὸ σφυρόν.
一根刺刚刚扎进了我脚踝下方。
ὡς δὲ βαθεῖαι §4.52τἀτρακτυλλίδες ἐντί.
这草棉蓟刺可真深哪!
κακῶς ἁ πόρτις ὄλοιτο· §4.53ἐς ταύταν ἐτύπην χασμεύμενος.
愿那只小母牛悲惨地死去;我正盯着她发呆时被扎到了。
ἦ ῥά γε λεύσσεις;
你看见了吗?
§4.54ναὶ ναί, τοῖς ὀνύχεσσιν ἔχω τέ νιν· ἅδε καὶ αὐτά.
” 科律敦:“看见了,看见了,我用指甲捏住它了;瞧,就是这个。
§4.55ὁσσίχον ἐστὶ τὸ τύμμα καὶ ἁλίκον ἄνδρα δαμάζει.
” 巴托斯:“伤口这么小,却能制服一个大汉。
§4.56εἰς ὄρος ὅκχʼ ἕρπῃς, μὴ νήλιπος ἔρχεο Βάττε. §4.57ἐν γὰρ ὄρει ῥάμνοί τε καὶ ἀσπάλαθοι κομέονται.
” 科律敦:“你上山的时候,千万不要光着脚,巴托斯;因为山上长满了荆棘和野梨树。
§4.58εἴπʼ ἄγε μʼ ὦ Κορύδων, τὸ γερόντιον ἦ ῥα διώκει, §4.59τήναν τὰν κυάνοφρυν ἐρωτίδα, τᾶς ποκʼ ἐκνίσθη;
” 巴托斯:“快告诉我,科律敦,那个老头子还在追求那曾经让他心碎的黑眉甜心吗?
§4.60ἀκμάν γʼ ὦ δειλαῖε·
” 科律敦:“还追求呢,可怜的人!
πρόαν γε μὲν αὐτὸς ἐπενθὼν §4.61καὶ ποτὶ τᾷ μάνδρᾳ κατελάμβανον ἆμος ἐνήργει.
就在前几天,我自己走过去,在羊圈旁当场抓到他正在干那事呢。
§4.62εὖ γʼ ὤνθρωπε φιλοῖφα.
” 巴托斯:“干得好,好色的老头!
τό τοι γένος ἢ Σατυρίσκοις §4.63ἐγγύθεν ἢ Πάνεσσι κακοκνάμοισιν ἐρίσδεις.
在你的血统上,你确实能与萨堤罗斯或是那些弯腿的潘神一决雌雄。 ”

词汇与语法注释

  1. §4.2βόσκειν — 不定词 βόσκειν 是表示目的的不定词(Infinitive of Purpose),依附于主动词 ἔδωκεν(δίδωμι“给予、委托”的直说法语气不定过去时第三人称单数),意为“他把它们交给我去放牧”。
  2. §4.9Πολυδεύκεος εἶμεν ἀμείνω — 紧跟在比较级 ἀμείνω(ἀμείνων 的宾格单数)之后的属格 Πολυδεύκεος 是比较属格(Genitive of Comparison)。宾格不定词句(A.c.I.)结构 κἤμʼ ἔφαθʼ ... εἶμεν 的主语宾格 με 被紧缩在 κἤμʼ(καὶ ἐμέ)中,比较级形容词也与之呼应呈宾格。
  3. §4.21ὅκκα θύωντι — 时间连词 ὅκκα(多利亚方言中相当于 ὅταν)包含了语气词 κα(相当于 ἄν),引导虚拟语气动词 θύωντι(多利亚方言第三人称复数),用以表示一般性或重复发生的时间条件(“每当他们献祭时”)。
  4. §4.38σέθεν οὐδὲ θανοίσας — 属格代词 σέθεν(多利亚方言的第二人称单数属格,相当于 σοῦ)是用作动词 λασεύμεσθʼ(λανθάνομαι 的多利亚方言第一人称复数将来时,意为“我们将忘记”)的宾语属格。分词 θανοίσας(θανούσης“死去的”的多利亚方言属格单数阴性)与 σέθεν 保持一致。

引用这一段

忒奥克里托斯, 牧歌 §4.1-4.63. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0005.tlg001.humanitext-grc2:4.1-4.63

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。