Humanitext Reader

忒奥克里托斯 · 牧歌 §3.1-3.54

牧羊人在阿玛丽丽丝洞窟前唱的求爱哀歌

第 6 段,共 44 段 · 希腊语

内容简介

一位因对阿玛丽丽丝单相思而痛苦的牧羊人在她的洞窟前唱起小夜曲,诉说爱情的痛苦,以自杀相威胁,并引用神话中的爱情故事来试图打动她冷漠的心。

§3.1Κωμάσδω ποτὶ τὰν Ἀμαρυλλίδα, ταὶ δέ μοι αἶγες §3.2βόσκονται κατʼ ὄρος, καὶ ὁ Τίτυρος αὐτὰς ἐλαύνει.
我要去向阿玛丽丽丝唱小夜曲,而我的山羊正好在山上吃草,提提罗斯赶着它们。
§3.3Τίτυρʼ ἐμὶν τὸ καλὸν πεφιλαμένε, βόσκε τὰς αἶγας, §3.4καὶ ποτὶ τὰν κράναν ἄγε Τίτυρε, καὶ τὸν ἐνόρχαν §3.5τὸν Λιβυκὸν κνάκωνα φυλάσσεο, μή τι κορύψῃ.
提提罗斯,我亲爱的朋友,去给山羊喂草吧,提提罗斯,把它们赶到泉水边去;还要留心防备那只利比亚黄褐色公山羊,免得它用头撞你。
§3.6Ὦ χαρίεσσʼ Ἀμαρυλλί, τί μʼ οὐκέτι τοῦτο κατʼ ἄντρον §3.7παρκύπτοισα καλεῖς τὸν ἐρωτύλον;
噢,迷人的阿玛丽丽丝,为什么你不再从这洞窟里探出头来,呼唤我这情人?
ἦ ῥά με μισεῖς;
难道你真的讨厌我吗?
§3.8ἦ ῥά γέ τοι σιμὸς καταφαίνομαι ἐγγύθεν ἦμεν, §3.9νύμφα, καὶ προγένειος;
还是说,从近处看,你觉得我是个塌鼻子,姑娘,而且下巴突出的家伙?
ἀπάγξασθαί με ποησεῖς.
你会逼得我去上吊的。
§3.10ἠνίδε τοι δέκα μᾶλα φέρω· τηνῶθε καθεῖλον, §3.11ὧ μʼ ἐκέλευ καθελεῖν τύ· καὶ αὔριον ἄλλά τοι οἰσῶ.
瞧,我给你带来了十个苹果;我是从那儿摘来的,就是你叫我摘的地方;明天我还会给你带别的来。
§3.12θᾶσαι μὰν θυμαλγὲς ἐμὸν ἄχος· αἴθε γενοίμαν §3.13ἁ βομβεῦσα μέλισσα καὶ ἐς τεὸν ἄντρον ἱκοίμαν §3.14τὸν κισσὸν διαδὺς καὶ τὰν πτέριν, ᾇ τὺ πυκάσδῃ.
看看我这令人心碎的痛苦吧;但愿我能变成那只嗡嗡作响的蜜蜂,飞进你的洞窟,穿透那遮蔽着你的常春藤和蕨类植物。
§3.15νῦν ἔγνων τὸν Ἔρωτα· βαρὺς θεός·
现在我认识了爱神;一个残酷的神!
ἦ ῥα λεαίνας §3.16μαζὸν ἐθήλαζε, δρυμῷ τέ νιν ἔτρεφε μάτηρ, §3.17ὅς με κατασμύχων καὶ ἐς ὀστίον ἄχρις ἰάπτει.
他一定是吸着母狮的乳汁长大,母亲在林中抚养了他,他用慢火煎熬着我,一直痛到骨髓里。
§3.18ὦ τὸ καλὸν ποθορεῦσα, τὸ πᾶν λίθος·
噢,有着美丽眼神却浑身是石头的姑娘!
ὦ κυάνοφρυ §3.19νύμφα, πρόσπτυξαί με τὸν αἰπόλον, ὥς τυ φιλάσω.
噢,黑眉毛的姑娘,拥抱我这个牧羊人吧,好让亲吻你。
§3.20ἔστι καὶ ἐν κενεοῖσι φιλάμασιν ἁδέα τέρψις.
因为即使在空虚的吻中,也有甜蜜的欢娱。
§3.21τὸν στέφανον τῖλαί με κατʼ αὐτίκα λεπτὰ ποησεῖς, §3.22τόν τοι ἐγὼν Ἀμαρυλλὶ φίλα κισσοῖο φυλάσσω §3.23ἀμπλέξας καλύκεσσι καὶ εὐόδμοισι σελίνοις.
你会逼得我立刻把这花冠扯成碎片,亲爱的阿玛丽丽丝,这是我为你精心保留的,用常春藤、花蕾和芳香芹菜编织而成的花冠。
§3.24Ὤμοι ἐγώ, τί πάθω;
哎呀,我该怎么办?
τί ὁ δύσσοος;
我这倒霉的人该如何是好?
οὐχ ὑπακούεις;
你难道不听吗?
§3.25τὰν βαίταν ἀποδὺς ἐς κύματα τηνῶ ἁλεῦμαι, §3.26ὧπερ τὼς θύννως σκοπιάζεται Ὄλπις ὁ γριπεύς· §3.27καἴκα δἠποθάνω, τό γε μὰν τεὸν ἁδὺ τέτυκται.
我要脱掉外套,跳进那边的波涛里,那里正是渔夫奥尔皮斯窥伺金枪鱼的地方;就算我死了,那对你来说也终归是一件乐事。
§3.28ἔγνων πρᾶν, ὅκα μευ μεμναμένω, εἰ φιλέεις με, §3.29οὐδὲ τὸ τηλέφιλον ποτεμάξατο, τὸ πλατάγημα, §3.30ἀλλʼ αὔτως ἁπαλῷ ποτὶ πάχεος ἐξεμαράνθη.
前几天我就知道了,当时我想测试你是否爱我,甚至连“相思草”的叶子贴在手臂上都没有发出啪啪的响声,反而徒劳地在我柔嫩的手臂上枯萎了。
§3.31εἶπε καὶ ἀγροιῶτις ἀλαθέα κοσκινόμαντις, §3.32ἁ πρᾶν ποιολογεῦσα Παραιβάτις, οὕνεκʼ ἐγὼ μὲν
那个在野外劳作、用筛子占卜的女巫也说了真话,前几天在割草的帕莱巴蒂斯。
§3.33τὶν ὅλος ἔγκειμαι, τὺ δέ μευ λόγον οὐδένα ποιῇ.
她说,尽管我对你全心全意,你却对我毫不理会。
§3.34ἦ μάν τοι λευκὰν διδυματόκον αἶγα φυλάσσω, §3.35τάν με καὶ ἁ Μέρμνωνος ἐριθακὶς ἁ μελανόχρως §3.36αἰτεῖ, καὶ δωσῶ οἱ, ἐπεὶ τύ μοι ἐνδιαθρύπτῃ.
确实,我为你留着一只生了双胞胎的白山羊,默姆农家那个皮肤黑黑的女工也向我讨要过;我要把它送给她,因为你对我总是如此傲慢冷淡。
§3.37Ἅλλεται ὀφθαλμός μευ ὁ δεξιός· ἦ ῥά γʼ ἰδησῶ §3.38αὐτάν;
我的右眼皮在跳;难道我真的会见到她吗?
ᾀσεῦμαι ποτὶ τὰν πίτυν ὧδʼ ἀποκλινθείς, §3.39καί κέ μʼ ἴσως ποτίδοι, ἐπεὶ οὐκ ἀδαμαντίνα ἐστίν.
我要靠在这棵松树上歌唱,也许她会看我一眼,因为她并非金刚石所造。
§3.40Ἱππομένης ὅκα δὴ τὰν παρθένον ἤθελε γᾶμαι, §3.41μᾶλʼ ἐν χερσὶν ἑλὼν δρόμον ἄνυεν· ἁ δʼ Ἀταλάντα §3.42ὡς ἴδεν, ὡς ἐμάνη, ὡς ἐς βαθὺν ἅλατʼ ἔρωτα.
希波墨涅斯,当他想要娶那位姑娘时,手里拿着苹果跑完了全程;而阿塔兰塔一见倾心,便陷入狂热,坠入了爱的深渊。
§3.43τὰν ἀγέλαν χὡ μάντις ἀπʼ Ὄθρυος ἆγε Μελάμπους §3.44ἐς Πύλον· ἁ δὲ Βίαντος ἐν ἀγκοίναισιν ἐκλίνθη, §3.45μάτηρ ἁ χαρίεσσα περίφρονος Ἀλφεσιβοίης.
预言家梅兰普斯也将牛群从奥特律斯山赶到了皮洛斯;于是那依偎在比亚斯怀中的,正是聪慧的阿尔斐西玻亚的那位美丽母亲。
§3.46τὰν δὲ καλὰν Κυθέρειαν ἐν ὤρεσι μᾶλα νομεύων §3.47οὐχ οὑτῶς ὥδωνις ἐπὶ πλέον ἄγαγε λύσσας, §3.48ὥστʼ οὐδὲ φθίμενόν νιν ἄτερ μαζοῖο τίθητι;
还有在山中放牧的阿多尼斯,岂非将美丽的库塞蕾亚引向了那般狂热的爱欲深渊,以至于即使他已死去,她也舍不得将他从怀中放下?
§3.49ζαλωτὸς μὲν ἐμὶν ὁ τὸν ἄτροπον ὕπνον ἰαύων §3.50Ἐνδυμίων, ζαλῶ δὲ φίλα γύναιἸασίωνα, §3.51ὃς τοσσῆνʼ ἐκύρησεν, ὅσʼ οὐ πευσεῖσθε βέβαλοι.
让我羡慕的是那安享长眠不醒之梦的恩底弥翁;亲爱的姑娘,我也羡慕伊阿西翁,他得到了那么多财富,那是你们未入秘境的凡人永远无法知晓的。
§3.52Ἀλγέω τὰν κεφαλάν, τὶν δʼ οὐ μέλει.
我头疼得厉害,你却毫不在意。
οὐκέτʼ ἀείδω, §3.53κεισεῦμαι δὲ πεσών, καὶ τοὶ λύκοι ὧδέ μʼ ἔδονται.
我不再唱歌了,我要倒在这里,让狼群在这里把我吃掉。
§3.54ὡς μέλι τοι γλυκὺ τοῦτο κατὰ βρόχθοιο γένοιτο.
愿这痛苦对你而言,就如甜美的蜜糖流下喉咙。

词汇与语法注释

  1. §3.1Κωμάσδω — 表示决心或劝诱的虚拟语气(“我要去唱小夜曲”),具有类似将来时态的力量,这是多里斯方言的特征。
  2. §3.8ἐγγύθεν ἦμεν — ἦμεν 是多里斯方言的现在时不定式(相当于 εἶναι)。它与 ἐγγύθεν 连用,用于限定形容词 σιμός 和 προγένειος(“从近处看”)。
  3. §3.18τὸ καλὸν ποθορεῦσα — τὸ καλὸν 是中性单数宾语(宾格)用作副词(“美妙地”或“以美丽的眼神”),修饰分词 ποθορεῦσα(“注视”)。
  4. §3.24τί πάθω; — 过去时(不定过去时)虚拟语气,用于自问的疑虑语气(“我该怎么办?”或“我会变成怎样?”),带有表达绝望的传统套语色彩。
  5. §3.42ὡς ἴδεν, ὡς ἐμάνη — 重复 ὡς 的关联句式,模仿荷马式表达紧密同步性与因果关系的套语(“一见之下,立即陷入疯狂”)。

引用这一段

忒奥克里托斯, 牧歌 §3.1-3.54. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0005.tlg001.humanitext-grc2:3.1-3.54

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。