Humanitext Reader

忒奥克里托斯 · 牧歌 §26.1-26.38

彭透斯之死与狄奥尼索斯秘仪

第 40 段,共 44 段 · 希腊语

内容简介

卡德摩斯的女儿们在举行狄奥尼索斯的祭祀仪式时被彭透斯窥视,处于狂乱状态的女人们随之残忍地将他分尸,诗人对此神罚表示赞同并赞美了神明。

§26.1Ἰνὼ καὐτονόα χἁ μαλοπάραυος Ἀγαύα §26.2τρεῖς θιάσως ἐς ὄρος τρεῖς ἄγαγον αὐταὶ ἐοῖσαι.
伊诺、奥托诺埃和脸颊红润的阿高埃,她们三人亲自将三个信徒集会领向了山林。
§26.3χαἱ μὲν ἀμερξάμεναι λασίας δρυὸς ἄγρια φύλλα §26.4κισσόν τε ζώοντα καὶ ἀσφόδελον τὸν ὑπὲρ γᾶς §26.5ἐν καθαρῷ λειμῶνι κάμον δυοκαίδεκα βωμούς, §26.6τὼς τρεῖς τᾷ Σεμέλᾳ, τὼς ἐννέα τῷ Διονύσῳ.
她们采摘了枝叶茂密的橡树野叶、常青的常春藤以及生长在地面之上的阿斯福代洛斯,在一片纯净的草地上建起了十二座祭坛,其中三座献给塞墨勒,九座献给狄奥尼索斯。
§26.7ἱερὰ δʼ ἐκ κίστας ποπανεύματα χερσὶν ἑλοῖσαι §26.8εὐφάμως κατέθεντο νεοδρέπτων ἐπὶ βωμῶν, §26.9ὡς ἐδίδασχʼ, ὡς αὐτὸς ἐθυμάρει Διόνυσος.
她们用手从圣箧中取出神圣的面饼祭品,庄严地安放在新割草木筑成的祭坛上,正如狄奥尼索斯亲自指教的那样,正如他自己所喜悦的那样。
§26.10Πενθεὺς δʼ ἀλιβάτου πέτρας ἄπο πάντʼ ἐθεώρει, §26.11σχῖνον ἐς ἀρχαίαν καταδύς, ἐπιχώριον ἔρνος.
然而彭透斯却在一座高耸的岩石上窥视着一切,他潜入了一株古老的乳香黄连木灌木丛,那是当地的植物。
§26.12Αὐτονόα πράτα νιν ἀνέκραγε δεινὸν ἰδοῖσα, §26.13σὺν δʼ ἐτάραξε ποσὶν μανιώδεος ὄργια Βάκχου, §26.14ἐξαπίνας ἐπιοῖσα, τὰ δʼ οὐχ ὁρέοντι βέβηλοι.
奥托诺埃首先看到了他,发出了可怕的惊呼,她用脚践踏并搅乱了狂乱的巴克科斯秘仪,突然袭击,而这些秘仪对于不洁的凡俗之人是不可窥见的。
§26.15μαίνετο μέν θʼ αὕτα, μαίνοντο δʼ ἄρʼ εὐθὺ καὶ ἄλλαι.
她自己陷入狂乱,其余的女人也立刻一同发狂。
§26.16Πενθεὺς μὲν φεῦγεν πεφοβημένος, αἱ δʼ ἐδίωκον, §26.17πέπλως ἐκ ζωστῆρος ἐπʼ ἰγνύαν ἐρύσαισαι.
彭透斯惊恐地逃跑,而她们在后追赶,她们将衣袍从腰带拉起,露出膝盖后侧。
§26.18Πενθεὺς μὲν τόδʼ ἔειπε· τίνος κέχρησθε γυναῖκες;
彭透斯这样说道: “女人们,你们想要干什么?
§26.19Αὐτονόα τόδʼ ἔειπε τάχα γνώσῃ πρὶν ἀκοῦσαι.
” 奥托诺埃这样说道: “无需听闻,你很快就会知道。
§26.20μάτηρ μὲν κεφαλὰν μυκήσατο παιδὸς ἑλοῖσα, §26.21ὅσσόν περ τοκάδος τελέθει μύκημα λεαίνας· §26.22Ἰνὼ δʼ ἐξέρρηξε σὺν ὠμοπλάτᾳ μέγαν ὦμον §26.23λὰξ ἐπὶ γαστέρα βᾶσα, καὶ Αὐτονόας ῥυθμὸς ωὑτός· §26.24αἱ δʼ ἄλλαι τὰ περισσὰ κρεανομέοντο γυναῖκες.
” 母亲抱起儿子的头颅,发出一声怒吼,犹如刚刚产仔的母狮的咆哮;伊诺一脚踩在彭透斯的肚子上,将他的大肩膀连同肩胛骨一同撕裂,奥托诺埃也采取了同样的动作;其余的女人则分食了剩下的皮肉。
§26.25ἐς Θήβας δʼ ἀφίκοντο πεφυρμέναι αἵματι πᾶσαι, §26.26ἐξ ὄρεος πένθημα καὶ οὐ Πενθῆα φέροισαι.
她们全都浑身沾满鲜血回到了忒拜,从山上带回的不是彭透斯,而是“痛苦”。
§26.27οὐκ ἀλέγω· μηδʼ ἄλλος ἀπεχθομένω Διονύσῳ §26.28φροντίζοι, μηδʼ εἰ χαλεπώτερα τῶνδʼ ἐμόγησεν, §26.29εἴη δʼ ἐνναέτης ἢ καὶ δεκάτω ἐπιβαίνοι· §26.30αὐτὸς δʼ εὐαγέοιμι καὶ εὐαγέεσσιν ἅδοιμι.
我并不在意;也愿旁人不要去同情被狄奥尼索斯憎恨的人,哪怕他遭受了比这更悲惨的折磨,甚至哪怕他只是个九岁或刚迈入十岁的孩童;但愿我自己保持纯洁,取悦于纯洁之人。
§26.31ἐκ Διὸς αἰγιόχω τιμὰν ἔχει αἰετὸς οὗτος.
这只鹰从执埃吉斯神盾的宙斯那里获得了荣耀。
§26.32εὐσεβέων παίδεσσι τὰ λώια, δυσσεβέων δʼ οὔ.
虔敬者的子嗣得享福祉,而不敬者则不然。
§26.33χαίροι μὲν Διόνυσος, ὃν ἐν Δρακάνῳ νιφόεντι §26.34Ζεὺς ὕπατος μεγάλαν ἐπιγουνίδα κάτθετο λύσας· §26.35χαίροι δʼ εὐειδὴς Σεμέλα καὶ ἀδελφεαὶ αὐτᾶς §26.36Καδμεῖαι πολλαῖς μεμελημέναι ἡρωίναις, §26.37αἳ τόδε ἔργον ἔρεξαν ὀρίναντος Διονύσου
愿狄奥尼索斯安好,在白雪皑皑的德拉卡农,至高无上的宙斯剖开自己硕大的大腿,曾将他安置其中;愿美丽的塞墨勒和她的姐妹们安好,那些受到众多女英雄敬重的卡德摩斯的女儿们,她们在狄奥尼索斯的驱使下完成了这番功业,这不应受到责备。
§26.38οὐκ ἐπιμωματόν. μηδεὶς τὰ θεῶν ὀνόσαιτο.
任何人都不要指责神明的作为。

词汇与语法注释

  1. §26.2αὐταὶ ἐοῖσαι — 强调代词 `αὐταί`(主格复数阴性)与多利亚方言的现在分词 `ἐοῖσαι`(相当于雅典方言的 `οὖσαι`)结合,强调在没有男子帮助的情况下“仅凭她们三人自己”。
  2. §26.14τὰ δʼ οὐχ ὁρέοντι βέβηλοι — 关系代名词 `τά`(中性复数)指代前文的 `ὄργια`,而 `ὁρέοντι` 是多利亚方言的第三人称复数现在时(相当于雅典方言的 `ὁρῶσι`),表示宗教禁忌,即“凡俗之人不得直视的圣物”。
  3. §26.26πένθημα καὶ οὐ Πενθῆα — 利用 `πένθημα`(悲哀)和 `Πενθῆα`(彭透斯的宾格)之间的读音相似性所作的双关语(paronomasia)。这反映了古典希腊文学中常见的语源学双关手法,尤见于欧里庇得斯的《巴克科斯的小女》。
  4. §26.29εἴη δʼ ἐνναέτης ἢ καὶ δεκάτω ἐπιβαίνοι — 愿望或让步希求语气的 `εἴη` 和 `ἐπιβαίνοι`(步入第十岁)。该句表达了极端的宗教虔敬感,即任何亵渎狄奥尼索斯的人,即使只是个九岁或十岁的孩童,其惨烈下场也不值得同情。

引用这一段

忒奥克里托斯, 牧歌 §26.1-26.38. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0005.tlg001.humanitext-grc2:26.1-26.38

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。