Humanitext Reader

忒奥克里托斯 · 牧歌 §25.211-25.281

赫拉克勒斯斩杀涅墨亚狮子并剥其皮

第 39 段,共 44 段 · 希腊语

内容简介

赫拉克勒斯详细讲述了他与涅墨亚狮子的殊死搏斗。在发现弓箭对其无效后,他用木棒将狮子击晕,赤手空拳将其勒死,并最终利用狮子自己的爪子剥下了皮毛。

§25.211αὐτὰρ ἐπεὶ τὸν χῶρον, ὅθι λῖς ἦεν, ἵκανον, §25.212δὴ τότε τόξον ἑλὼν στρεπτὴν ἐπέλασσα κορώνῃ §25.213νευρειήν, περὶ δʼ ἰὸν ἐχέστονον εἶθαρ ἔβησα.
但是,当我到达那只狮子所在的场所时,就在那时,我拿起弓,将拧紧的弦拉向弓端,随即在上面搭上一支带来痛苦的箭。
§25.214πάντῃ δʼ ὄσσε φέρων ὀλοὸν τέρας ἐσκοπίαζον, §25.215εἴ μιν ἐσαθρήσαιμι, πάρος γʼ ἐμὲ κεῖνον ἰδέσθαι.
我向四方张望,仔细搜寻那只毁灭性的怪物,想在它看见我之前,先发现它的踪影。
§25.216ἤματος ἦν τὸ μεσηγύ, καὶ οὐδέ πῃ ἴχνια τοῖο §25.217φρασθῆναι δυνάμην οὐδʼ ὠρυγμοῖο πυθέσθαι.
那时正值中午,我仍无法在任何地方辨认出它的足迹,也听不到它的咆哮。
§25.218οὐδὲ μὲν ἀνθρώπων τις ἔην ἐπὶ βουσὶ καὶ ἔργοις §25.219φαινόμενος σπορίμοιο διʼ αὔλακος, ὅντινʼ ἐροίμην· §25.220ἀλλὰ κατὰ σταθμοὺς χλωρὸν δέος εἶχεν ἕκαστον.
也没有任何人出现在牛群和农活中,显现在播种的犁沟间,好让我去询问;只有惨白的面色和恐惧笼罩着每个牛棚里的人。
§25.221οὐ μὴν πρὶν πόδας ἔσχον ὄρος τανύφυλλον ἐρευνῶν, §25.222πρὶν ἰδέειν ἀλκῆς τε παραυτίκα πειρηθῆναι.
然而,在搜寻那座落叶茂密的山峦时,我并未停下脚步,直到亲眼看见它,并立刻试探它的威力。
§25.223ἤτοι ὁ μὲν σήραγγα προδείελος ἔστιχεν εἰς ἥν, §25.224βεβρωκὼς κρειῶν τε καὶ αἵματος, ἀμφὶ δὲ χαίτας §25.225αὐχμηρὰς πεπάλακτο φόνῳ χαροπόν τε πρόσωπον §25.226στήθεά τε, γλώσσῃ δὲ περιλιχμᾶτο γένειον.
就在傍晚前,它正朝着自己的洞穴走去,吞食了肉与血之后;在它蓬乱的鬣毛周围沾满了血迹,它那凶猛的脸庞和胸膛也是如此;它还用舌头舔着自己的下巴。
§25.227αὐτὰρ ἐγὼ θάμνοισιν ἄφαρ σκιεροῖσιν ἐκρύφθην §25.228ἐν ῥίῳ ὑλήεντι δεδεγμένος ὁππόθʼ ἵκοιτο, §25.229καὶ βάλον ἆσσον ἰόντος ἀριστερὸν ἐς κενεῶνα §25.230τηϋσίως· οὐ γάρ τι βέλος διὰ σαρκὸς ὄλισθεν §25.231ὀκριόεν, χλωρῇ δὲ παλίσσυτον ἔμπεσε ποίῃ.
于是我立刻隐身于阴凉的灌木丛中,在树木茂密的山脊上,静候它的到来,当它走近时,我朝它左侧的胁部射去,却徒劳无功;因为那锋利的箭根本没有穿透它的肉,反而弹了回来,落进青翠的草丛中。
§25.232αὐτὰρ ὁ κρᾶτα δαφοινὸν ἀπὸ χθονὸς ὦκʼ ἐπάειρε §25.233θαμβήσας, πάντῃ δὲ διέδρακεν ὀφθαλμοῖσι §25.234σκεπτόμενος, λαμυροὺς δὲ χανὼν ὑπʼ ὀδόντας ἔφηνε.
然而它大吃一惊,迅速从地上抬起那血红的头颅,惊异地四处张望,用双眼搜寻,龇牙咧嘴,露出了贪婪的利齿。
§25.235τῷ δʼ ἐγὼ ἄλλον ὀιστὸν ἀπὸ νευρῆς προΐαλλον §25.236ἀσχαλόων, ὅ μοι ὁ πρὶν ἐτώσιος ἔκφυγε χειρός· §25.237μεσσηγὺς δʼ ἔβαλον στηθέων, ὅθι πνεύμονος ἕδρη.
于是,我因先前那一箭徒劳地从手中漏掉而感到愤恨,便又从弦上朝它射出另一支箭;射中了它的胸口正中,那正是肺部所在之处。
§25.238ἀλλʼ οὐδʼ ὣς ὑπὸ βύρσαν ἔδυ πολυώδυνος ἰός, §25.239ἀλλʼ ἔπεσε προπάροιθε ποδῶν ἀνεμώλιος αὔτως.
然而,即使如此,那带来剧痛的箭也未能穿透外皮,只是徒劳无功地落在了它的脚前。
§25.240τὸ τρίτον αὖ μέλλεσκον ἀσώμενος ἐν φρεσὶν αἰνῶς §25.241αὐερύειν· ὁ δέ μʼ εἶδε περιγληνώμενος ὄσσοις §25.242θὴρ ἄμοτος, μακρὴν δὲ περʼ ἰγνύῃσιν ἕλιξε §25.243κέρκον, ἄφαρ δὲ μάχης ἐμνήσατο·
我心中极其懊恼,正准备第三次拉开弓弦;而那只凶残的野兽转动着眼珠看见了我,毫不留情地将长尾巴扫向膝弯,瞬间燃起了战意。
πᾶς δέ οἱ αὐχὴν §25.244θυμοῦ ἐνεπλήσθη, πυρσαὶ δʼ ἔφριξαν ἔθειραι §25.245σκυζομένῳ, κυρτὴ δὲ ῥάχις γένετʼ ἠύτε τόξον, §25.246πάντοθεν εἰληθέντος ὑπὸ λαγόνας τε καὶ ἰξύν.
它的整个脖子因愤怒而膨胀,在它动怒时,赤红的鬣毛倒竖,它的脊背变得像弓一样弯曲,它的整个身体从四面八方蜷缩到胁部与腰部下方。
§25.247ὡς δʼ ὅτʼ ἂν ἁρματοπηγὸς ἀνὴρ πολέων ἴδρις ἔργων §25.248ὄρπηκας κάμπτῃσιν ἐρινεοῦ εὐκεάτοιο, §25.249θάλψας ἐν πυρὶ πρῶτον, ἐπαξονίῳ κύκλα δίφρῳ· §25.250τοῦ μὲν ὑπὲκ χειρῶν ἔφυγεν τανύφλοιος ἐρινεὸς §25.251καμπτόμενος, τηλοῦ δὲ μιῇ πήδησε σὺν ὁρμῇ· §25.252ὣς ἐπʼ ἐμοὶ λῖς αἰνὸς ἀπόπροθεν ἀθρόος ἆλτο §25.253μαιμώων χροὸς ἆσαι·
正如一位精通多门手艺的造车匠,在把易裂的野无花果树嫩枝弯曲时,先在火中烘烤,好用来做带轴战车的车轮;那带厚皮的野无花果枝在被弯曲时从他手中脱落,伴随着一股力量猛地弹向远方;那只可怕的狮子也这样从远处向我猛扑过来,渴望饱餐我的肉体。
ἐγὼ δʼ ἑτέρηφι βέλεμνα §25.254χειρὶ προεσχεθόμην καὶ ἀπʼ ὤμων δίπλακα λώπην, §25.255τῇ δʼ ἑτέρῃ ῥόπαλον κόρσης ὕπερ αὖον ἀείρας §25.256ἤλασα κὰκ κεφαλῆς, διὰ δʼ ἄνδιχα τρηχὺν ἔαξα §25.257αὐτοῦ ἐπὶ λασίοιο καρήατος ἀγριέλαιον §25.258θηρὸς ἀμαιμακέτοιο·
而我则用一只手挡在身前,同时将肩上的双层斗篷扯出当作盾牌,用另一只手,在它的太阳穴上方高高举起那根干木棒,朝它的头上猛击下去,竟将那粗糙的野生橄榄木棒在那凶暴猛兽自己的毛发浓密的头上砸成了两半。
πέσεν δʼ ὅγε πρὶν ἔμʼ ἱκέσθαι §25.259ὑψόθεν ἐν γαίῃ, καὶ ἐπὶ τρομεροῖς ποσὶν ἔστη §25.260νευστάζων κεφαλῇ· περὶ γὰρ σκότος ὄσσέ οἱ ἄμφω §25.261ἦλθε, βίῃ σεισθέντος ἐν ὀστέῳ ἐγκεφάλοιο.
它还未触及我,便从高处坠落于地,颤抖着双脚站立,摇晃着脑袋;因为黑暗笼罩了它的双眼,它的脑髓在颅骨中受到了剧烈的震荡。
§25.262τὸν μὲν ἐγὼν ὀδύνῃσι παραφρονέοντα βαρείαις §25.263νωσάμενος, πρὶν αὖτις ὑπότροπον ἀμπνυνθῆναι, §25.264αὐχένος ἀρρήκτοιο παρʼ ἰνίον ἤλασα προφθάς, §25.265ῥίψας τόξον ἔραζε πολύρραπτόν τε φαρέτρην·
我看出它因剧烈痛苦而神志不清,在它能够再次苏醒并转身反扑之前,我抢先下手,猛击它那坚不可摧的颈部后侧,将弓和缝制精良的箭筒扔在地上。
§25.266ἦγχον δʼ ἐγκρατέως στιβαρὰς σὺν χεῖρας ἐρείσας §25.267ἐξόπιθεν, μὴ σάρκας ὑποδρύψῃ ὀνύχεσσι, §25.268πρὸς δʼ οὖδας πτέρνῃσι πόδας στερεῶς ἐπίεζον §25.269οὐραίους ἐπιβάς, μηροῖσί τε πλεύρʼ ἐφύλασσον, §25.270μέχρί οἱ ἐξετάνυσσα βραχίονας ὀρθὸν ἀείρας §25.271ἄπνευστον, ψυχὴν δὲ πελώριος ἔλλαχεν Ἅιδης.
我从后面使劲压下粗壮的双臂,紧紧勒住它,免得它用爪子抓伤我的肉体;并且我用脚后跟紧紧踩住它的后脚使之贴地,踩在上面,并用我的大腿夹住它的胁部,直到我将它的前肢向上提直,使它无法呼吸;巨大的哈得斯便接纳了这庞然大物的灵魂。
§25.272καὶ τότε δὴ βούλευον, ὅπως λασιαύχενα βύρσαν §25.273θηρὸς τεθνειῶτος ἀπὸ μελέων ἐρυσαίμην, §25.274ἀργαλέον μάλα μόχθον, ἐπεὶ οὐκ ἔσκε σιδήρῳ §25.275τμητὴ οὐδὲ λίθοις πειρωμένῳ, οὐδὲ μὲν ἄλλῃ
在那时,我便开始思忖,如何才能从死去的猛兽身上剥下它那颈部毛发浓密的外皮—— 这真是一项极其艰巨的苦工,因为无论用铁器还是用石头试探,都无法割开它,也无法用其他任何工具。
§25.276ἔνθά μοι ἀθανάτων τις ἐπὶ φρεσὶ θῆκε νοῆσαι §25.277αὐτοῖς δέρμα λέοντος ἀνασχίζειν ὀνύχεσσι.
就在那时,某位永生的神明启发了我的心智,让我想出用狮子自己的爪子去剖开狮皮。
§25.278τοῖσι θοῶς ἀπέδειρα, καὶ ἀμφεθέμην μελέεσσιν §25.279ἕρκος ἐνυαλίου ταμεσίχροος ἰωχμοῖο.
于是我迅速用它们剥下皮,并将其披在我的身上,作为抵御那割裂肉体的战争喧嚣的护具。
§25.280οὗτός τοι Νεμέου γένετʼ ὦ φίλε θηρὸς ὄλεθρος, §25.281πολλὰ πάρος μήλοις τε καὶ ἀνδράσι κήδεα θέντος.
朋友啊,这就是那涅墨亚猛兽的末日,它先前曾给羊群和人类带来了无数的灾难。 ”

词汇与语法注释

  1. §25.215εἴ μιν ἐσαθρήσαιμι, πάρος γʼ ἐμὲ κεῖνον ἰδέσθαι — 连词 εἴ 搭配希求语气(ἐσαθρήσαιμι)表示期待或试探性的目的。在由 πάρος(“在……之前”)引导的带不定式结构中,宾格代词 ἐμέ 是不定式 ἰδέσθαι 的逻辑主语(“我”),而 κεῖνον 是其宾语(“它”)。这构成了一个对比鲜明的句式,强调双方谁先发现对方。
  2. §25.246πάντοθεν εἰληθέντος — 属格分词 εἰληθέντος(源自 εἴλω,“蜷缩”,此处为被动/中动不定过去时分词)充当属格绝对结构(genitive absolute),其逻辑主语为前文提及的 θήρ(“野兽”),因为主句中没有与之直接一致的名词。它描述了狮子“从四面八方蜷缩起来”的状态。
  3. §25.275πειρωμένῳ — 现在分词与格单数阳性 πειρωμένῳ 在此处充当关系与格(dative of relation)或行为者与格,意为“对于尝试(用石头或铁器割开皮)的人而言”。它补充说明了尽管做出了各种尝试,皮毛依然无法被割开的境况。

引用这一段

忒奥克里托斯, 牧歌 §25.211-25.281. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0005.tlg001.humanitext-grc2:25.211-25.281

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。