§25.70θεσπέσιον δʼ ὑλάοντες ἐπέδραμον ἄλλοθεν ἄλλος §25.71Ἀμφιτρυωνιάδῃ Ἡρακλέι· τὸν δὲ γέροντα §25.72ἀχρεῖον κλάζοντε περίσσαινον ἑτέρωθεν.
狗群狂吠着,从四面八方奔来,扑向安菲特律翁之子赫拉克勒斯;但对那老人,它们从另一侧摇尾相迎,无谓地轻吠着。
§25.73τοὺς μὲν ὅγε λάεσσιν ἀπὸ χθόνος ὅσσον ἀείρων §25.74φευγέμεν ἂψ ὀπίσω δειδίσσετο, τρηχὺ δὲ φωνῇ §25.75ἠπείλει μάλα πᾶσιν, ἐρητύσασκε δʼ ὑλαγμοῦ,
他仅从地上拾起石头做出投掷的姿态,吓得它们退缩逃跑,并用粗暴的声音严厉地喝斥所有的狗,制止了它们的吠叫。
§25.76χαίρων ἐν φρεσὶν ᾗσιν, ὁθούνεκεν αὖλιν ἔρυντο §25.77αὐτοῦ γʼ οὐ παρεόντος· ἔπος δʼ ὅγε τοῖον ἔειπεν· §25.78Ὢ πόποι, οἷον τοῦτο θεοὶ ποίησαν ἄνακτες §25.79θηρίον ἀνθρώποισι μετέμμεναι, ὡς ἐπιμηθές.
他内心感到高兴,因为它们守护着牛栏在他自己不在场的时候;他开口说了这样的话: “天啊,统治众神的主宰们为人类创造了何等神奇的猛兽相伴,它是何等懂得体贴!
§25.80εἴ οἱ καὶ φρένες ὧδε νοήμονες ἔνδοθεν ἦσαν, §25.81ᾔδει δʼ, ᾧ τε χρὴ χαλεπαινέμεν ᾧ τε καὶ οὐκί, §25.82οὐκ ἄν οἱ θηρῶν τις ἐδήρισεν περὶ τιμῆς· §25.83νῦν δὲ λίην ζάκοτόν τε καὶ ἀρρηνὲς γένετʼ αὔτως.
如果它内心也拥有如此通人性的智慧,晓得该对谁发怒、对谁不该,就绝没有任何野兽能与它争夺尊荣;可是如今,它实在太易怒、太粗野了。
§25.84Ἦ ῥα, καὶ ἐσσυμένως ποτὶ ταὐλίον ἷξον ἰόντες.
” 他说完,便急匆匆地朝牛栏走去。
§25.85Ἠέλιος μὲν ἔπειτα ποτὶ ζόφον ἔτραπεν ἵππους §25.86δείελον ἦμαρ ἄγων· τὰ δʼ ἐπήλυθε πίονα μῆλα §25.87ἐκ βοτάνης ἀνιόντα μετʼ αὐλία τε σηκούς τε.
随后,太阳神将骏马拨向西方幽暗,带来了暮色;而肥壮的羊群也已来到,它们从草场归来,走向牛棚与羊圈。
§25.88αὐτὰρ ἔπειτα βόες μάλα μυρίαι ἄλλαι ἐπʼ ἄλλαις §25.89ἐρχόμεναι φαίνονθʼ ὡσεὶ νέφη ὑδατόεντα, §25.90ἅσσά τʼ ἐν οὐρανῷ εἶσιν ἐλαυνόμενα προτέρωσε §25.91ἠὲ νότοιο βίῃ ἠὲ Θρῃκὸς βορέαο· §25.92τῶν μέν τʼ οὔτις ἀριθμὸς ἐν ἠέρι γίνετʼ ἰόντων, §25.93οὐδʼ ἄνυσις· τόσα γάρ τε μετὰ προτέροισι κυλίνδει §25.94ἲς ἀνέμου, τὰ δέ τʼ ἄλλα κορύσσεται αὖτις ἐπʼ ἄλλοις· §25.95τόσσʼ αἰεὶ μετόπισθε βοῶν ἐπὶ βουκόλιʼ ᾔει.
紧接着,极多乃至无数的牛群,一队接一队地鱼贯而来,显现出犹如含雨的浓云,那些在天空中被向前驱赶的云彩,或是因着南风的威力,或是因着色雷斯的北风;它们在空中穿行,无从计数,亦无终结;因为风的威力在先前的云后滚滚推来,而其它的云彩又接连不断地重叠升起;便有如此之多的牛群不断在后方跟进。
§25.96πᾶν δʼ ἄρʼ ἐνεπλήσθη πεδίον, πᾶσαι δὲ κέλευθοι §25.97ληίδος ἐρχομένης (στείνοντο δὲ πίονες ἀγροί), §25.98μυκηθμῷ· σηκοὶ δὲ βοῶν ῥεῖα πλήσθησαν §25.99εἰλιπόδων, ὄιες δὲ κατʼ αὐλὰς ηὐλίζοντο.
于是整片平原都被填满,所有的道路也因归来牲畜的过往而阻塞(肥沃的田地变得拥挤),充满着哞哞的鸣叫声;步履蹒跚的牛群轻易便塞满了牛栏,绵羊则在庭院的棚里安歇。
§25.100ἔνθα μὲν οὔτις ἕκηλος ἀπειρεσίων περ ἐόντων §25.101εἱστήκει παρὰ βουσὶν ἀνὴρ κεχρημένος ἔργου· §25.102ἀλλʼ ὁ μὲν ἀμφὶ πόδεσσιν ἐυτμήτοισιν ἱμᾶσι §25.103κωλοπέδας ἀράρισκε περισταδὸν ἐγγὺς ἀμέλγειν· §25.104ἄλλος δʼ αὖ φίλα τέκνα φίλαις ὑπὸ μητράσιν ἵει §25.105πινέμεναι λιαροῖο μεμαότα πάγχυ γάλακτος, §25.106ἄλλος ἀμόλγιον εἶχʼ, ἄλλος τρέφε πίονα τυρόν, §25.107ἄλλος ἐσῆγεν ἔσω ταύρους δίχα θηλειάων.
在那里,尽管牲畜多得无边无际,却无一人渴望劳作却闲立在牛只身旁;而是有人正用裁剪得当的皮带,在牛足周围系上绊脚锁,以便立在近旁挤奶;另有人则放走可爱的小牛,去到它们可亲的母亲身旁,尽情吮吸它们极度渴望的温热乳汁;有人拿着挤奶桶,有人在凝结肥美的奶酪,还有人把公牛牵进内里,与母牛分开。
§25.108Αὐγείης δʼ ἐπὶ πάντας ἰὼν θηεῖτο βοαύλους §25.109ἥντινά οἱ κτεάνων κομιδὴν ἐτίθεντο νομῆες, §25.110σὺν δʼ υἱός τε βίη τε βαρύφρονος Ἡρακλῆος §25.111ὡμάρτευν βασιλῆι διερχομένῳ μέγαν ὄλβον.
奥革阿斯则走遍各处,视察着牛栏,看牧人们对他的财产作出了怎样的打理;他的儿子以及深谋远虑的赫拉克勒斯那强健的身躯,陪伴着国王,一同巡视他那巨大的财富。
§25.112ἔνθα καὶ ἄρρηκτόν περ ἔχων ἐν στήθεσι θυμὸν §25.113Ἀμφιτρυωνιάδης καὶ ἀρηρότα νωλεμὲς αἰεὶ §25.114ἐκπάγλως θαύμαζε θεῶν τόγε μυρίον ἕδνον §25.115εἰσορόων.
在那里,尽管安菲特律翁之子在胸中怀着始终坚如磐石、永不屈服的心志,在目睹神明所赐予的这无尽的恩赐时,依然感到极其惊异。
οὐ γάρ κεν ἔφασκέ τις οὐδὲ ἐώλπει §25.116ἀνδρὸς ληίδʼ ἑνὸς τόσσην ἔμεν οὐδὲ δέκʼ ἄλλων, §25.117οἵτε πολύρρηνες πάντων ἔσαν ἐκ βασιλήων.
因为绝没有人会说起,或指望单一个人的牲畜会有如此之多,哪怕是其他十个在所有国王中羊群最为丰裕的人加在一起也是不及。
§25.118Ἠέλιος δʼ ᾧ παιδὶ τόγʼ ἔξοχον ὤπασε δῶρον, §25.119ἀφνειὸν μήλοις περὶ πάντων ἔμμεναι ἀνδρῶν, §25.120καί ῥά οἱ αὐτὸς ὄφελλε διαμπερέως βοτὰ πάντα §25.121ἐς τέλος· οὐ μὲν γάρ τις ἐπήλυθε νοῦσος ἐκείνου §25.122βουκολίοις, αἵτʼ ἔργα καταφθείρουσι νομήων, §25.123αἰεὶ δὲ πλέονες κερααὶ βόες, αἰὲν ἀμείνους §25.124ἐξ ἔτεος γίνοντο μάλʼ εἰς ἔτος· ἦ γὰρ ἅπασαι §25.125ζωοτόκοι τʼ ἦσαν περιώσια θηλυτόκοι τε.
太阳神将这格外的恩赐赐予了他的儿子,使他在牲畜方面比世人所有人都要富足,甚至神明自己也亲自为他让所有的牲畜不断蕃息,直至终点;因为没有任何疫病曾侵袭那些牛群,就是那些会摧毁牧人劳动成果的疾病,并且,角牛总是变得更多、更好,一年复一年;因为确实它们全都是能产下活仔,且极多产下雌犊。
§25.126ταῖς δὲ τριηκόσιοι ταῦροι συνάμʼ ἐστιχόωντο §25.127κνήμαργοί θʼ ἕλικές τε, διηκόσιοί γε μὲν ἄλλοι §25.128φοίνικες· πάντες δʼ ἐπιβήτορες οἵγʼ ἔσαν ἤδη.
与母牛同行的是三百头公牛,它们有着白色的胫骨和弯弯的角,另有两百头是红色的公牛;所有这些都已经是能够交配的壮牛了。
§25.129ἄλλοι δʼ αὖ μετὰ τοῖσι δυώδεκα βουκολέοντο §25.130ἱεροὶ Ἠελίοιο· χρόην δʼ ἔσαν ἠύτε κύκνοι §25.131ἀργησταί, πᾶσιν δὲ μετέπρεπον εἰλιπόδεσσιν
此外,在这之中还有十二头公牛被放牧着,是献给太阳神的圣牛;它们的肤色如同白天鹅一般闪亮洁白,在所有步履蹒跚的牛群中出类拔萃。
它们还在牧场上脱离群队,独自啃食茂盛的绿草;它们在彼此面前显得如此惊人地骄傲。