Humanitext Reader

忒奥克里托斯 · 牧歌 §25.1-25.69

赫拉克勒斯会见老农与牛棚引路

第 36 段,共 44 段 · 希腊语

内容简介

赫拉克勒斯在奥革阿斯国王的牧场附近遇见了一位老农夫,并表明了自己寻找国王的意图。老农夫为赫拉克勒斯高贵的外表所打动,告知他国王刚从城里回来,并开始引导他前往牛棚。

§25.1τὸν δʼ ὁ γέρων προσέειπε φυτῶν ἐπίουρος ἀροτρεὺς §25.2παυσάμενος ἔργοιο, τό οἱ μετὰ χερσὶν ἔκειτο· §25.3ἔκ τοι ξεῖνε πρόφρων μυθήσομαι ὅσσʼ ἐρεείνεις, §25.4Ἑρμέω ἁζόμενος δεινὴν ὄπιν εἰνοδίοιο· §25.5τὸν γάρ φασι μέγιστον ἐπουρανίων κεχολῶσθαι, §25.6εἴ κεν ὁδοῦ ζαχρεῖον ἀνήνηταί τις ὁδίτην.
那位照管植物、耕作的老人停下了他手中正握着的活计,对那旅人说道: ‘陌生人啊,我愿乐意地向你倾吐你所询问的一切,因我敬畏那司路途之神赫尔墨斯的可怕震怒;因为人们说,天上的神明中以他最易动怒,若是有人拒绝了急需指路之行人的请求。
§25.7ποῖμναι μὲν βασιλῆος εὔτριχες Αὐγείαο §25.8οὐ πᾶσαι βόσκονται ἴαν βόσιν οὐδʼ ἕνα χῶρον· §25.9ἀλλʼ αἱ μέν ῥα νάοντος ἐπʼ ὄχθαις ἀμφʼ Ἐλισοῦντος, §25.10αἱ δʼ ἱερὸν θείοιο παρὰ ῥόον Ἀλφειοῖο, §25.11αἱ δʼ ἐπὶ Βουπρασίου πολυβότρυος, αἱ δὲ καὶ ὧδε.
奥革阿斯国王那些拥有美丽细毛的羊群,并非全部在同一个牧场或同一个地方放牧;而是有些在奔流不息的埃利索斯河畔,有些在神圣的、神圣的阿尔斐俄斯河水旁,有些在葡萄茂密的布普拉西翁,有些也正是在这里。
§25.12χωρὶς δὴ σηκοί σφι τετυγμένοι εἰσὶν ἑκάσταις.
确实,为它们各自建造了独立的圈栏。
§25.13αὐτὰρ βουκολίοισι περιπλήθουσί περ ἔμπης §25.14πάντεσσιν νομοὶ ὧδε τεθηλότες αἰὲν ἔασι, §25.15Μηνίου ἀμμέγα τῖφος, ἐπεὶ πολυειδέα ποίην §25.16λειμῶνες θαλέθουσιν ὑπόδροσοι εἰαμεναί τε §25.17εἰς ἅλις, ἥ ῥα βόεσσι μένος κεραῇσιν ἀέξει.
然而,至于牛群,尽管它们数量极多,但在这里总有为它们所有牛准备的常青牧场,那是梅尼奥斯河畔广阔的湿地;因为那些草地与湿地极其丰盛地生长着各种各样的草草,正能增强有角牛群的体力。
§25.18αὖλις δέ σφισιν ἥδε τεῆς ἐπὶ δεξιὰ χειρὸς §25.19φαίνεται εὖ μάλα πᾶσα πέρην ποταμοῖο ῥέοντος, §25.20κείνῃ, ὅθι πλατάνιστοι ἐπηεταναὶ πεφύασι §25.21χλωρή τʼ ἀγριέλαιος, Ἀπόλλωνος νομίοιο §25.22ἱερὸν ἁγνόν, ξεῖνε, τελειοτάτοιο θεοῖο.
而它们的牛棚就在你的右手边,隔着那条奔流的河水,全部清晰可见,就在那里,茂密的长青悬铃木生长着,还有青绿的野生橄榄树,构成了司牧之神阿波罗—— 那最完美的神明——的一处纯洁圣所,陌生人。
§25.23εὐθὺς δὲ σταθμοὶ περιμήκεες ἀγροιώταις §25.24δέδμηνθʼ, οἳ βασιλῆι πολὺν καὶ ἀθέσφατον ὄλβον §25.25ῥυόμεθʼ ἐνδυκέως, τριπόλοις σπόρον ἐν νειοῖσιν §25.26ἔσθʼ ὅτε βάλλοντες καὶ τετραπόλοισιν ὁμοίως.
紧挨着它,为乡间农人建造了极长的平房,我们在那里为国王忠实地守卫着极大而无法言喻的财富,有时在三度耕作的新垦地里播下种子,有时也在四度耕作的土地上同样播种。
§25.27οὔρους μὴν ἴσασι φυτοσκάφοι οἱ πολύεργοι, §25.28ἐς ληνοὺς δʼ ἱκνεῦνται, ἐπὴν θέρος ὥριον ἔλθῃ.
边界线确实为辛勤工作的植树工人们所熟知,当适时的收获季节到来时,他们便会前往榨汁槽。
§25.29πᾶν γὰρ δὴ πεδίον τόδʼ ἐπίφρονος Αὐγείαο, §25.30πυροφόροι τε γύαι καὶ ἀλωαὶ δενδρήεσσαι, §25.31μέχρις ἐπʼ ἐσχατιὰς πολυπίδακος ἀκρωρείης, §25.32ἃς ἡμεῖς ἔργοισιν ἐποιχόμεθα πρόπαν ἦμαρ, §25.33ἣ δίκη οἰκήων, οἷσιν βίος ἔπλετʼ ἐπʼ ἀγροῦ.
因为这片平原全属于聪慧的奥革阿斯,无论是产麦的耕地还是树木茂盛的果树园,一直延伸到多泉的山脊边缘,我们整天都在这些土地上劳作,这正是生计在田野里的仆人们的职责。
§25.34ἀλλὰ σύ πέρ μοι ἔνισπε, τό τοι καὶ κέρδιον αὐτῷ §25.35ἔσσεται, οὗτινος ὧδε κεχρημένος εἰλήλουθας, §25.36ἠὲ σύγʼ Αὐγείην ἢ καὶ δμώων τινὰ κείνου §25.37δίζεαι, οἵ οἱ ἔασιν.
但请你也告诉我——这于你自身也更为有利—— 你是因为何种需要而如此急切地来到这里,你是在寻找奥革阿斯本人,还是在寻找他的某位仆人?
ἐγὼ δέ κέ τοι σάφα εἰδὼς §25.38ἀτρεκέως εἴποιμʼ, ἐπεὶ οὐ σέγε φημὶ κακῶν ἒξ §25.39ἔμμεναι οὐδὲ κακοῖσιν ἐοικότα φύμεναι αὐτόν, §25.40οἷόν τοι μέγα εἶδος ἐπιπρέπει.
我若清楚,必会准确地告诉你,因为我不认为你出自卑贱的门第,也不认为你像是一个生来卑贱的人,你那高大的仪态在在彰显了这一点。
ἦ ῥά νυ παῖδες §25.41ἀθανάτων τοιοίδε μετὰ θνητοῖσιν ἔασι.
确实,不朽神明的子嗣在凡人之中也正是如此。
§25.42τὸν δʼ ἀπαμειβόμενος προσέφη Διὸς ἄλκιμος υἱός. §25.43ναὶ γέρον Αὐγείην ἐθέλοιμί κεν ἀρχὸν Ἐπειῶν §25.44εἰσιδέειν· τοῦ γάρ με καὶ ἤγαγεν ἐνθάδε χρειώ.
’ 宙斯那勇敢的儿子回答他说: ‘是的,老人,我希望能见到埃裴俄斯人的统治者奥革阿斯;因为正是对他的需要带我来到了这里。
§25.45εἰ δʼ ὁ μὲν ἂρ κατὰ ἄστυ μένει παρὰ οἷσι πολίταις §25.46δήμου κηδόμενος, διὰ δὲ κρίνουσι θέμιστας, §25.47δμώων δή τινα πρέσβυ σύ μοι φράσον ἡγεμονεύσας, §25.48ὅστις ἐπʼ ἀγρῶν τῶνδε γεραίτερος αἰσυμνήτης, §25.49ᾧ κε τὸ μὲν εἴποιμι, τὸ δʼ ἐκ φαμένοιο πυθοίμην.
但如果他与市民们一起留在城里,关怀着人民,而他们正在审理判决,那么,长者啊,请你指引并带我去找他的某位仆人,只要是管理这些田地的最年长的管事者,我好向他说明来意,并从他的口中了解我想知道的事情。
§25.50ἄλλου δʼ ἄλλον ἔθηκε θεὸς ἐπιδευέα φωτῶν.
因为神使人与人之间互有需要。
§25.51τὸν δʼ ὁ γέρων ἐξαῦτις ἀμείβετο δῖος ἀροτρεύς· §25.52Ἀθανάτων ὦ ξεῖνε φραδῇ τινος ἐνθάδʼ ἱκάνεις, §25.53ὥς τοι πᾶν ὃ θέλεις αἶψα χρέος ἐκτετέλεσται.
’ 于是,高贵而年迈的耕作者再次回答他: ‘陌生人啊,你来到这里必定是由于某位神明的指引,因为你所希冀的差事很快就能达成。
§25.54ὧδε γὰρ Αὐγείης, υἱὸς φίλος Ἠελίοιο, §25.55σφωιτέρῳ σὺν παιδί, βίῃ Φυλῆος ἀγαυοῦ,
因为太阳神心爱的儿子奥革阿斯,带着他的儿子,高贵而强壮的菲琉斯,就在昨天刚从城里来到这里。
§25.56χθιζός γʼ εἰλήλουθεν ἀπʼ ἄστεος, ἤμασι πολλοῖς §25.57κτῆσιν ἐποψόμενος, ἥ οἱ νήριθμος ἐπʼ ἀγρῶν· §25.58ὥς που καὶ βασιλεῦσιν ἐείδεται ἐν φρεσὶν ᾗσιν §25.59αὐτοῖς κηδομένοισι σαώτερος ἔμμεναι οἶκος.
许多天来,他都在视察他那在田间无数的产业;因为在国王们自己的心中似乎也是如此认为:只有当他们自己亲自照管时,家产才会更为安全。
§25.60ἀλλʼ ἴομεν μάλα πρός μιν· ἐγὼ δέ τοι ἡγεμονεύσω §25.61αὖλιν ἐφʼ ἡμετέρην, ἵνα κεν τέτμοιμεν ἄνακτα.
但我们现在就去找他吧;我将带你去我们的牛棚,我们在那里也许能找到国王。
§25.62Ὣς εἰπὼν ἡγεῖτο, νόῳ δʼ ἔτι πόλλʼ ἐμενοίνα, §25.63δέρμά τε θηρὸς ὁρῶν χειροπληθῆ τε κορύνην, §25.64ὁππόθεν ὁ ξεῖνος· μέμονεν δέ μιν αἰὲν ἔρεσθαι· §25.65ἂψ δʼ ὄκνῳ ποτὶ χεῖλος ἐλάμβανε μῦθον ἰόντα, §25.66μή τί οἱ οὐ κατὰ καιρὸν ἔπος προτιμυθήσαιτο, §25.67σπερχομένου· χαλεπὸν δʼ ἑτέρου νόον ἴδμεναι ἀνδρός.
’ 他说完便在前面领路,但心中仍在盘算着许多事情,看着那野兽的毛皮(狮皮)和那握满右手的木棒,揣测这位陌生人来自何方;他一直渴望询问,却因为犹豫,又将到了嘴边的话语收了回去,唯恐在对方行色匆匆之际,说了什么不合时宜的话;因为要了解他人的心思是困难的。
§25.68τοὺς δὲ κύνες προσιόντας ἀπόπροθεν αἶψʼ ἐνόησαν, §25.69ἀμφότερον ὀσμῇ τε χροὸς δούπῳ τε ποδοῖιν.
那些狗很快就察觉到了他们从远处走来,无论是凭借身上的气味,还是通过双脚的脚步声。

词汇与语法注释

  1. 25.3ἔκ τοι ξεῖνε πρόφρων μυθήσομαι — 复合动词 ἐκμυθήσομαι 的割裂(tmesis),前缀 ἔκ(ἐκ)与动词 μυθήσομαι 之间插入了语气词 τοι,表示“完全说出、倾诉”。
  2. 25.6εἴ κεν ὁδοῦ ζαχρεῖον ἀνήνηταί τις ὁδίτην — 条件连词 εἰ 伴随语气词 κ源,后接虚拟式 ἀνήνηται(ἀναίνομαι 的不定过去时虚拟式中动态),这是一种荷马式的句法,表示一般性条件或未来确定性高的假设。
  3. 25.38κακῶν ἒξ — 介词 ἐκ 放在它所支配的名词 κακῶν 之后而产生重音前移(anastrophe),写作 ἒξ,意为“出自卑贱的祖先”或“来自恶人”。
  4. 25.65ἂψ δʼ ὄκνῳ ποτὶ χεῖλος ἐλάμβανε μῦθον ἰόντα — 比喻性表达:“由于犹豫(ὄκνῳ),他又将那已经走到嘴边(ποτὶ χεῖλος)的话语(μῦθον ἰόντα)收了回去(ἂψ ... ἐλάμβανε)”,意为把到了嘴边的话又咽了回去。

引用这一段

忒奥克里托斯, 牧歌 §25.1-25.69. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0005.tlg001.humanitext-grc2:25.1-25.69

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。