§25.140ἀστέρι πάντες ἔισκον, ὁθούνεκα πολλὸν ἐν ἄλλοις §25.141βουσὶν ἰὼν λάμπεσκεν, ἀρίζηλος δʼ ἐτέτυκτο.
众人都将它比作一颗星,因为在其它许多牛群中行走时它闪闪发光,显得极为瞩目。
§25.142ὃς δή τοι σκύλος αὖον ἰδὼν χαροποῖο λέοντος §25.143αὐτῷ ἔπειτʼ ἐπόρουσεν ἐυσκόπῳ Ἡρακλῆι §25.144χρίμψασθαι ποτὶ πλευρὰ κάρη στιβαρόν τε μέτωπον.
这头公牛一看到那只凶猛恶煞的狮子的干枯皮毛,便立刻向着目光敏锐的赫拉克勒斯本人冲去,企图将它坚固的头和额头撞向他的肋部。
§25.145τοῦ μὲν ἄναξ προσιόντος ἐδράξατο χειρὶ παχείῃ §25.146σκαιοῦ ἄφαρ κέραος, κατὰ δʼ αὐχένα νέρθʼ ἐπὶ γαίης §25.147κλάσσε βαρύν περ ἐόντα, πάλιν δέ μιν ὦσεν ὀπίσσω §25.148ὤμῳ ἐπιβρίσας· ὁ δέ οἱ περὶ νεῦρα τανυσθεὶς §25.149μυὼν ἐξ ὑπάτοιο βραχίονος ὀρθὸς ἀνέστη.
面对迎面冲来的公牛,王者(赫拉克勒斯)用粗壮的手随即抓住了它左侧的角,顺着脖颈向下朝向地面压弯了它沉重的身躯,并将它向后推去,用肩膀紧紧压住;此时,在他肌腱周围紧绷的肌肉从上臂高高地直立隆起。
§25.150θαύμαζεν δʼ αὐτός τε ἄναξ υἱός τε δαΐφρων §25.151Φυλεὺς οἵ τʼ ἐπὶ βουσὶ κορωνίσι βουκόλοι ἄνδρες, §25.152Ἀμφιτρυωνιάδαο βίην ὑπέροπλον ἰδόντες.
王(奥革阿斯)本人、他那聪慧的儿子菲勒乌斯,以及看管弯角牛群的牧人们都感到惊异,目睹了安菲特律翁之子如此超绝的威力。
两人将肥沃的田地留在原地,朝向城中走去,他们是菲勒乌斯和力大无比的赫拉克勒斯。
§25.155λαοφόρου δʼ ἐπέβησαν ὅθι πρώτιστα κελεύθου, §25.156λεπτὴν καρπαλίμοισι τρίβον ποσὶν ἐξανύσαντες, §25.157ἥ ῥα διʼ ἀμπελεῶνος ἀπὸ σταθμῶν τετάνυστο §25.158οὔτι λίην ἀρίσημος ἐν ὕλῃ χλωρὰ θέουσα,
当他们刚刚踏上宽阔的公共道路时,快速的脚步已经走完了那条狭窄的小径,那条小径穿过葡萄园,从牛棚延伸出来,在绿叶茂密的林木中若隐若现。
§25.159τῇ μιν ἄρα προσέειπε Διὸς γόνον ὑψίστοιο §25.160Αὐγείω φίλος υἱὸς ἕθεν μετόπισθεν ἰόντα, §25.161ἦκα παρακλίνας κεφαλὴν κατὰ δεξιὸν ὦμον· §25.162ξεῖνε, πάλαι τινὰ πάγχυ σέθεν πέρι μῦθον ἀκούσας §25.163ὡσεί περ σφετέρῃσιν ἐνὶ φρεσὶ βάλλομαι ἄρτι.
在那里,奥革阿斯亲爱的儿子对至高无上宙斯的后代说道,对着走在自己身后的他,微微把头向右肩倾斜: “客人啊,很久以前我就完整地听过关于你的某个传闻,如今我正仿佛在自己心中思索着这件事。
§25.164ἤλυθε γὰρ στείχων τις ἀπʼ Ἄργεος ὡς μέσος ἀκμῆς §25.165ἐνθάδʼ Ἀχαιὸς ἀνὴρ Ἑλίκης ἐξ ἀγχιάλοιο· §25.166ὃς δή τοι μυθεῖτο καὶ ἐν πλεόνεσσιν Ἐπειῶν, §25.167οὕνεκεν Ἀργείων τις ἕθεν παρεόντος ὄλεσσε §25.168θηρίον, αἰνολέοντα, κακὸν τέρας ἀγροιώταις, §25.169κοίλην αὖλιν ἔχοντα Διὸς Νεμέοιο παρʼ ἄλσος,
因为有一位正值壮年的阿卡亚人从阿耳戈斯来到这里,他来自海边的赫利刻;确实,他在许多伊佩奥人面前讲述过,称自己在场时,有一位阿耳戈斯人杀死了一只野兽,一只可怕的狮子,它是乡间居民的灾难性怪物,它在涅墨亚宙斯圣林附近的深邃洞穴里筑巢。
我不确切知道他究竟是来自神圣的阿耳戈斯本身,还是住在那里,或是住在梯林斯城或迈锡尼。
§25.172ὣς κεῖνος ἀγόρευε· γένος δέ μιν εἶναι ἔφασκεν, §25.173εἰ ἐτεόν περ ἐγὼ μιμνήσκομαι, ἐκ Περσῆος.
那人就是这样叙说的;他还说那人的出身,如果我确实记得没错的话,是珀耳修斯的后代。
§25.174ἔλπομαι οὐχ ἕτερον τόδε τλήμεναι Αἰγιαλήων §25.175ἠὲ σέ· δέρμα δὲ θηρὸς ἀριφραδέως ἀγορεύει §25.176χειρῶν καρτερὸν ἔργον, ὅ τοι περὶ πλευρὰ καλύπτει.
我想,除了你之外,没有其他艾吉亚莱人(伯罗奔尼撒人)敢于做这件事;而这野兽的皮毛显然表明了你双手的强力业绩,它正覆盖着你的肋部。
§25.177εἴπʼ ἄγε νῦν μοι πρῶτον, ἵνα γνώω κατὰ θυμόν, §25.178ἥρως, εἴτʼ ἐτύμως μαντεύομαι εἴτε καὶ οὐκί, §25.179εἰ σύγʼ ἐκεῖνος, ὃν ἧμιν ἀκουόντεσσιν ἔειπεν §25.180οὑξ Ἑλίκηθεν Ἀχαιός, ἐγὼ δέ σε φράζομαι ὀρθῶς.
来吧,现在请先告诉我,好让我心中明白,英雄啊,我的猜测究竟是真还是假,你是否就是那个赫利刻的阿卡亚人在我们这些听众面前所说的人,而我是否正确地认出了你。
§25.181εἰπὲ δʼ ὅπως ὀλοὸν τόδε θηρίον αὐτὸς ἔπεφνες, §25.182ὅππως τʼ εὔυδρον Νεμέης εἰσήλυθε χῶρον· §25.183οὐ μὲν γάρ κε τοσόνδε κατʼ Ἀπίδα κνώδαλον εὕροις §25.184ἱμείρων ἰδέειν, ἐπεὶ οὐ μάλα τηλίκα βόσκει, §25.185ἀλλʼ ἄρκτους τε σύας τε λύκων τʼ ὀλοφώιον ἔρνος.
还有,请告诉我你自己是如何击杀这只致命野兽的,以及它是如何进入水源丰富的涅墨亚地区的;因为在阿皮斯(伯罗奔尼撒)的土地上,你找不到如此巨大的怪物,即使你渴望见到它,因为这地方并不抚育如此庞大之物,而只繁衍熊、野猪以及毁灭性的狼群。
§25.186τῷ καὶ θαυμάζεσκον ἀκούοντες τότε μῦθον· §25.187οἱ δέ νυ καὶ ψεύδεσθαι ὁδοιπόρον ἀνέρʼ ἔφαντο §25.188γλώσσης μαψιδίοιο χαριζόμενον παρεοῦσιν.
因此,当时听闻这故事的人们也都感到惊异;甚至有人说那旅人在撒谎,用虚妄的舌头去讨好在场的人们。
§25.189Ὣς εἰπὼν μέσσης ἐξηρώησε κελεύθου §25.190Φυλεύς, ὄφρα κιοῦσιν ἅμα σφίσιν ἄρκιος εἴη, §25.191καί ῥά τε ῥηίτερον φαμένου κλύοι Ἡρακλῆος, §25.192ὅς μιν ὁμαρτήσας τοίῳ προσελέξατο μύθῳ· §25.193Ὦ Αὐγηιάδη, τὸ μὲν ὅττί με πρῶτον ἀνήρευ, §25.194αὐτὸς καὶ μάλα ῥεῖα κατὰ στάθμην ἐνόησας.
” 说完这些,菲勒乌斯便从道路中央让开,好让一同行走的他们有足够的空间,并且他能更轻松地听到赫拉克勒斯的叙说,与他同行的赫拉克勒斯便用这样的话对他说道: “奥革阿斯之子啊,关于你首先问我的那件事,你自己确实非常轻松地、正中靶心地猜到了。
§25.195ἀμφὶ δέ σοι τὰ ἕκαστα λέγοιμί κε τοῦδε πελώρου §25.196ὅππως ἐκράανθεν, ἐπεὶ λελίησαι ἀκούειν, §25.197νόσφίν γʼ ἢ ὅθεν ἦλθε· τὸ γὰρ πολέων περ ἐόντων §25.198Ἀργείων οὐδείς κεν ἔχοι σάφα μυθήσασθαι· §25.199οἶον δʼ ἀθανάτων τίνʼ ἐίσκομεν ἀνδράσι πῆμα §25.200ἱρῶν μηνίσαντα Φορωνείδῃσιν ἐφεῖναι.
关于这只怪物的每一处细节,我都可以对你讲述,事情是如何达成的,既然你如此渴望听闻,唯独除开它来自何处;因为虽然有许多阿耳戈斯人,但他们中没有一个人能确切地说明这一点;我们只推测是某位因祭祀而发怒的永生神明将这灾祸降临在福罗纽斯的后代身上。
§25.201πάντας γὰρ πισῆας ἐπικλύζων ποταμὸς ὣς §25.202λῖς ἄμοτον κεράιζε, μάλιστα δὲ Βεμβιναίους, §25.203οἵ ἑθεν ἀγχόμοροι ναῖον πασχόντες ἄτλητα.
因为像泛滥的河流一样席卷了所有谷地的居民,那只狮子肆无忌惮地践踏,尤其是本比纳的居民,他们住在它的近旁,遭受着难以忍受的痛苦。
§25.204τὸν μὲν ἐμοὶ πρώτιστα τελεῖν ἐπέταξεν ἄεθλον §25.205Εὐρυσθεύς, κτεῖναι δέ μʼ ἐφίετο θηρίον αἰνόν.
这项任务是欧律斯透斯命令我完成的最早的劳役,他指示我去杀死那只可怕的野兽。
§25.206αὐτὰρ ἐγὼ κέρας ὑγρὸν ἑλὼν κοίλην τε φαρέτρην §25.207ἰῶν ἐμπλείην νεόμην, ἑτέρηφι δὲ βάκτρον §25.208εὐπαγὲς αὐτόφλοιον ἐπηρεφέος κοτίνοιο §25.209ἔμμητρον, τὸ μὲν αὐτὸς ὑπὸ ζαθέῳ Ἑλικῶνι §25.210εὑρὼν σὺν πυκινῇσιν ὁλοσχερὲς ἔσπασα ῥίζαις.
于是我带上富有弹性的弓和装满箭矢的深邃箭筒,出发了,另一只手里拿着一根木棒,它是用茂密的野生橄榄树做成的、带皮的、坚固的木棒,里面实心,这是我自己神圣的赫利孔山脚下发现的,连同茂密的根部一起,整根拔了出来。 ”