Humanitext Reader

忒奥克里托斯 · 牧歌 §24.71-24.140

忒瑞西阿斯的预言与赫拉克勒斯的受教

第 35 段,共 44 段 · 希腊语

内容简介

忒瑞西阿斯预言赫拉克勒斯未来将成为伟大的英雄,在历经试炼后升入神界,并指示如何消除毒蛇并净化房屋。此后,赫拉克勒斯接受了各领域名师的悉心教育,茁壮成长。

§24.71ἀλλʼ Εὐηρείδα μάλα σε φρονέοντα διδάσκω.
“然而,埃乌埃瑞斯之子啊,我向深思熟虑的你请教。
§24.72τόσσʼ ἔλεγεν βασίλεια· ὁ δʼ ἀνταμείβετο τοίως· §24.73θάρσει ἀριστοτόκεια γύναι, Περσήιον αἷμα.
” 女王说了这些话;而他则如此回答道: “放宽心吧,诞下最杰出之子的妇人啊,佩尔修斯的后裔。
§24.74θάρσει· μελλόντων δὲ τὸ λώιον ἐν φρεσὶ θέσθαι.
放宽心吧;关于未来的事,且将好的一面记在心中。
§24.75ναὶ γὰρ ἐμὸν γλυκὺ φέγγος ἀποιχόμενον πάλαι ὄσσων, §24.76πολλαὶ Ἀχαιιάδων μαλακὸν περὶ γούνατι νῆμα §24.77χειρὶ κατατρίψοντι ἀκρέσπερον ἀείδοισαι §24.78Ἀλκμήναν ὀνομαστί, σέβας δʼ ἔσῃ Ἀργείαισι.
凭着我那早已自双眼中逝去的甘美光芒起誓,许多阿开亚妇女将在膝上用手捻着柔软的线,于黄昏时分高歌,指名道姓地赞美阿尔克墨涅,你将成为阿尔戈斯妇女尊崇的对象。
§24.79τοῖος ἀνὴρ ὅδε μέλλει ἐς οὐρανὸν ἄστρα φέροντα §24.80ἀμβαίνειν τεὸς υἱός, ἀπὸ στέρνων πλατὺς ἥρως, §24.81οὗ καὶ θηρία πάντα καὶ ἀνέρες ἥσσονες ἄλλοι.
你的这位儿子,注定将成为如此伟大的男子,升入那繁星闪烁的天空,他是个宽胸膛的英雄,在他面前,万兽和其余凡人皆显逊色。
§24.82δώδεκά οἱ τελέσαντι πεπρωμένον ἐν Διὸς οἰκεῖν §24.83μόχθους, θνητὰ δὲ πάντα πυρὰ Τραχίνιος ἑξεῖ.
注定在他完成了十二项苦难后,他将居住在宙斯的府邸,而特拉克斯的火葬柴堆将占有他所有必死的部分。
§24.84γαμβρὸς δʼ ἀθανάτων κεκλήσεται, οἳ τάδʼ ἐπῶρσαν §24.85κνώδαλα φωλεύοντα βρέφος διαδηλήσασθαι.
他将被称作不朽神明的女婿,正是这些神明派遣了潜藏在洞穴中的恶兽去残害这名幼婴。
§24.86ἔσται δὴ τοῦτʼ ἆμαρ, ὁπηνίκα νεβρὸν ἐν εὐνᾷ §24.87καρχαρόδων σίνεσθαι ἰδὼν λύκος οὐκ ἐθελήσει.
终将有那一日,当豺狼看见卧榻上的小鹿时,将不愿去伤害它。
§24.88ἀλλὰ γύναι πῦρ μέν τοι ὑπὸ σποδῷ εὔτυκον ἔστω, §24.89κάγκανα δʼ ἀσπαλάθου ξύλʼ ἑτοιμάσατʼ ἢ παλιούρου §24.90ἢ βάτου ἢ ἀνέμῳ δεδονημένον αὖον ἄχερδον· §24.91καῖε δὲ τώδʼ ἀγρίαισιν ἐπὶ σχίζαισι δράκοντε §24.92νυκτὶ μέσᾳ, ὅκα παῖδα κανεῖν τεὸν ἤθελον αὐτοί.
但是,妇人啊,且让灰烬下的火种准备妥当,并准备好刺雀花或黑刺李的干木柴,或是黑莓藤,或是被风吹干的枯野梨木;并在这些荒野劈开的木柴上,烧死那两条毒蛇,就在半夜,它们企图杀死你儿子的那个时刻。
§24.93ἦρι δὲ συλλέξασα κόνιν πυρὸς ἀμφιπόλων τις §24.94ῥιψάτω εὖ μάλα πᾶσαν ὑπὲρ ποταμοῖο φέρουσα §24.95ῥωγάδας ἐς πέτρας ὑπερούριον, ἂψ δὲ νέεσθαι §24.96ἄστρεπτος·
到了清晨,让一名女仆收集起火的灰烬,运送到河的那一边,将其全部狠狠抛弃,丢进国境外的岩石缝隙中;而她回来时,决不可回头。
καθαρῷ δὲ πυρώσατε δῶμα θεείῳ §24.97πρᾶτον, ἔπειτα δʼ ἅλεσσι μεμιγμένον, ὡς νενόμισται, §24.98θαλλῷ ἐπιρραίνειν ἐστεμμένῳ ἀβλαβὲς ὕδωρ· §24.99Ζηνὶ δʼ ἐπιρρέξαι καθυπερτέρῳ ἄρσενα χοῖρον, §24.100δυσμενέων αἰεὶ καθυπέρτεροι ὡς τελέθοιτε.
然后,先用纯净的硫磺熏蒸房屋;接着,按照习俗,用混了盐的纯净之水,用缠绕着叶子的橄榄枝洒下;并向至高无上的宙斯祭献一头公猪,以便使你们永远凌驾于敌人之上。
§24.101φᾶ, καὶ ἐρωήσας ἐλεφάντινον ᾤχετο δίφρον §24.102Τειρεσίας πολλοῖσι βαρύς περ ἐὼν ἐνιαυτοῖς.
” 他说完,推开象牙椅便离去了,忒瑞西阿斯,尽管因年岁深重而身体沉重。
§24.103Ἡρακλέης δʼ ὑπὸ ματρὶ νέον φυτὸν ὣς ἐν ἀλωᾷ §24.104ἐτρέφετʼ Ἀργείου κεκλημένος Ἀμφιτρύωνος.
赫拉克勒斯则在母亲身旁,如园中的一株幼苗,茁壮成长,被称为阿尔戈斯人安菲特律翁之子。
§24.105γράμματα μὲν τὸν παῖδα γέρων Λίνος ἐξεδίδαξεν, §24.106υἱὸς Ἀπόλλωνος μελεδωνεὺς ἄγρυπνος ἥρως,
老人林诺斯教会了这孩子写字,他是阿波罗之子,一位警醒的护卫英雄。
§24.107τόξον δʼ ἐντανύσαι καὶ ἐπίσκοπον εἶναι ὀϊστῶν §24.108Εὔρυτος ἐκ πατέρων μεγάλαις ἀφνειὸς ἀρούραις.
至于拉弓和射箭瞄准,则由继承了祖辈广袤富庶土地的欧律托斯所传授。
§24.109αὐτὰρ ἀοιδὸν ἔθηκε καὶ ἄμφω χεῖρας ἔπλασσε §24.110πυξίνᾳ ἐν φόρμιγγι Φιλαμμονίδας εὔμολπος.
此外,歌声优美的菲拉蒙之子欧摩尔波斯,培育他成为歌者,并训练他的双手去弹奏黄杨木竖琴。
§24.111ὅσσα δʼ ἀπὸ σκελέων ἑδροστρόφοι Ἀργόθεν ἄνδρες §24.112ἀλλάλους σφάλλοντι παλαίσμασιν, ὅσσά τε πύκται §24.113δεινοὶ ἐν ἱμάντεσσιν, ἅ τʼ ἐς γαῖαν προπεσόντες §24.114πάμμαχοι ἐξεύροντο σοφίσματα σύμφορα τέχνᾳ, §24.115πάντʼ ἔμαθʼ Ἑρμείαο διδασκόμενος παρὰ παιδὶ §24.116Ἁρπαλύκῳ Φανοτῆι, τὸν οὐδʼ ἂν τηλόθι λεύσσων §24.117θαρσαλέως τις ἔμεινεν ἀεθλεύοντʼ ἐν ἀγῶνι· §24.118τοῖον ἐπισκύνιον βλοσυρῷ ἐπέκειτο προσώπῳ.
还有,阿尔戈斯善用腰部技巧的男子们,在摔跤中将对方绊倒的所有花招,以及凶悍的拳击手缠上皮革手套后所施展的技巧,还有在地面扭打时全能角斗士们为自己的技艺发明的所有实用诡计,他全都在赫尔墨斯之子法诺忒乌斯的哈尔帕吕科斯那里学到,此人即使在远处看着,也没人敢在比赛对抗中坦然面对他;那是因为他的严厉面孔上悬挂着如此可怕的浓眉。
§24.119ἵππους δʼ ἐξελάσασθαι ὑφʼ ἅρματι, καὶ περὶ νύσσαν §24.120ἀσφαλέως κάμπτοντα τροχῷ σύριγγα φυλάξαι, §24.121Ἀμφιτρύων ὃν παῖδα φίλα φρονέων ἐδίδαξεν §24.122αὐτός, ἐπεὶ μάλα πολλὰ θοῶν ἐξήρατʼ ἀγώνων §24.123Ἄργει ἐν ἱπποβότῳ κειμήλια, καί οἱ ἀαγεῖς §24.124δίφροι, ἐφʼ ὧν ἐπέβαινε, χρόνῳ διέλυσαν ἱμάντας.
至于驾驭战车马匹,以及安全地绕过转弯标志保护车轴不致碰撞,安菲特律翁怀着对爱子的无限深情,亲自传授,因为他在马匹繁衍的阿尔戈斯曾从迅捷的比赛中夺得极多珍宝,而他那不曾损毁的战车——他经常乘坐的那些——仅仅由于时间的久远才使皮革带磨损。
§24.125δούρατι δὲ προβολαίῳ ὑπʼ ἀσπίδι ὦμον ἔχοντα §24.126ἀνδρὸς ὀρέξασθαι ξιφέων τʼ ἀνέχεσθαι ἀμυχμόν, §24.127κοσμῆσαί τε φάλαγγα λόχον τʼ ἀναμετρήσασθαι §24.128δυσμενέων ἐπιόντα καὶ ἱππήεσσι κελεῦσαι §24.129Κάστωρ Ἱππαλίδας δέδαεν, φυγὰς Ἄργεος ἐνθών, §24.130ὁππόκα κλᾶρον ἅπαντα καὶ οἰνόπεδον μέγα Τυδεὺς §24.131ναῖε παρʼ Ἀδρήστοιο λαβὼν ἱππήλατον Ἄργος.
还有,将肩膀护在盾牌下并端起突击长枪,刺向对手并抵挡刀剑的劈砍,以及排兵布阵、审度来犯敌军的营伍规模,并向骑兵发号施令,由希帕罗斯之子卡斯托尔传授,他是从阿尔戈斯流亡至此的,彼时狄丢斯正从阿德拉斯托斯那里接管全部领地和辽阔的葡萄园,居住在适合驱驰战马的阿尔戈斯。
§24.132Κάστορι δʼ οὔτις ὁμοῖος ἐν ἡμιθέοις πολεμιστὴς §24.133ἄλλος ἔην πρὶν γῆρας ἀποτρῖψαι νεότητα.
在半神英雄中,没有别的战士能与卡斯托尔媲美,直到晚年磨灭了他的青春。
§24.134Ὧδε μὲν Ἡρακλῆα φίλα παιδεύσατο μάτηρ.
他的慈母便是如此培育赫拉克勒斯的。
§24.135εὐνὰ δʼ ἦς τῷ παιδὶ τετυγμένα ἀγχόθι πατρὸς §24.136δέρμα λεόντειον μάλα οἱ κεχαρισμένον αὐτῷ, §24.137δεῖπνον δὲ κρέα τʼ ὀπτὰ καὶ ἐν κανέῳ μέγας ἄρτος §24.138Δωρικός· ἀσφαλέως κε φυτοσκάφον ἄνδρα κορέσσαι.
这孩子的床铺就安设在父亲的身旁,那是一张狮子皮,极合他自己的心意;晚餐则是烤肉和盛在篮子里的巨大多利安面包;它足够让一名掘土劳工吃饱饱。
§24.139αὐτὰρ ἐπʼ ἄματι τυννὸν ἄνευ πυρὸς αἴνυτο δόρπον.
然而在白天,他只进用一点不用火烧的简单餐点。
§24.140εἵματα δʼ οὐκ ἀσκητὰ μέσας ὑπὲρ ἕννυτο κνάμας.
他身上穿的是没有装饰的便衣,长及小腿中部。

词汇与语法注释

  1. §24.71διδάσκω — 本意为“教导”,在此处作“请教”、“询问”之意。前文的宾格分词 `φρονέοντα` 修饰 `σε`,构成“请求深思熟虑的你向我说明(即请教你)”的句式结构。
  2. §24.75ναὶ γὰρ ἐμὸν γλυκὺ φέγγος ἀποιχόμενον πάλαι ὄσσων — 忒瑞西阿斯以自己失去的视力发出的庄重誓言。由 `ναί`(确实)引导,伴随夺格性质属格 `ὄσσων`(自双眼)的现在分词 `ἀποιχόμενον` 构成了誓言的对象:“凭我那早已自双眼中逝去的甘美光芒起誓”。
  3. §24.82δώδεκά οἱ τελέσαντι... μόχθους — 与格分词短语。`τελέσαντι` 修饰 `οἱ`(对他),表示时间或条件:“当他完成了十二项苦难之时”。它同时也作为后续无人称句 `πεπρωμένον [ἐστί]`(注定)的与格主体,支配着接下来的不定式 `οἰκεῖν`。
  4. §24.116τὸν οὐδʼ ἂν τηλόθι λεύσσων — 关系代名词 `τόν` 指代前述的哈尔帕吕科斯,与 `ἄν` 及希求法动词 `μείνειεν`(第117行的 `ἔμεινε` 为希求法 `μείνειε` 的异体)结合,构成潜在语气。分词 `λεύσσων` 表示条件(“即使有人从远处望见他”)。
  5. §24.124χρόνῳ διέλυσαν ἱμάντας — 主语是 `δίφροι`(战车)。直译为“(坚固的)战车仅因时间的流逝才松开了它们的皮带”,暗示只有时间的自然流逝(而非战斗中的猛烈冲击)才能使其磨损,从而强调了安菲特律翁战车非同寻常的坚固程度。
  6. §24.138κε ... κορέσσαι — 伴随叙事诗体小词 `κε`(相当于 `ἄν`)的不定过去希求法 `κορέσσαι`,表示潜在可能性(“本足以为……饱腹”)。主语为 `μέγας ἄρτος`(大面包),通过夸张手法说明其分量之大,甚至足以让一个掘土的重体力劳动者感到满足。

引用这一段

忒奥克里托斯, 牧歌 §24.71-24.140. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0005.tlg001.humanitext-grc2:24.71-24.140

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。