§24.1Ἡρακλέα δεκάμηνον ἐόντα πόχʼ ἁ Μιδεᾶτις §24.2Ἀλκμήνα καὶ νυκτὶ νεώτερονἸφικλῆα, §24.3ἀμφοτέρους λούσασα καὶ ἐμπλήσασα γάλακτος, §24.4χαλκείαν κατέθηκεν ἐς ἀσπίδα, τὰν Πτερελάου §24.5Ἀμφιτρύων καλὸν ὅπλον ἀπεσκύλευσε πεσόντος.
昔,米底亚女子阿尔克墨涅,将十个月大的赫拉克勒斯和比他晚出生一夜的伊菲克勒斯,两人都洗过澡并喂饱了乳汁,安放在一面青铜盾牌中,那是安菲特律翁在普忒瑞劳斯倒下时夺来的精美战利品。
§24.6ἁπτομένα δὲ γυνὰ κεφαλᾶς μυθήσατο παίδων· §24.7εὕδετʼ ἐμὰ βρέφεα γλυκερὸν καὶ ἐγέρσιμον ὕπνον, §24.8εὕδετʼ ἐμὰ ψυχά, δύʼ ἀδελφεώ, εὔσοα τέκνα· §24.9ὄλβιοι εὐνάζοισθε καὶ ὄλβιοι ἀῶ ἵκοισθε.
那位妇人抚摩着孩子们的头,说道: “睡吧,我的宝贝们,睡那甜美而易醒的觉,睡吧,我的心魂,两兄弟,安康的孩子们;愿你们安然入梦,愿你们安然迎来晨光。
§24.10Ὣς φαμένα δίνασε σάκος μέγα· τοὺς δʼ ἔλαβʼ ὕπνος.
” 她说完便摇动那巨大的盾牌;睡眠便夺去了他们。
§24.11ἆμος δὲ στρέφεται μεσονύκτιον ἐς δύσιν ἄρκτος §24.12Ὠρίωνα κατʼ αὐτόν, ὁ δʼ ἀμφαίνει μέγαν ὦμον, §24.13τᾶμος ἄρʼ αἰνὰ πέλωρα δύω πολυμήχανος Ἥρη §24.14κυανέαις φρίσσοντας ὑπὸ σπείραισι δράκοντας §24.15ὦρσεν ἐπὶ πλατὺν οὐδόν, ὅθι σταθμὰ κοῖλα θυράων §24.16εἶκεν, ἀπειλήσασα φαγεῖν βρέφος Ἡρακλῆα.
直到半夜,当大熊座朝向猎户座的方向下沉,而猎户座显露出他巨大的肩膀时,诡计多端的赫拉便遣出两只可怕的怪物,那是两条在黑色鳞片盘卷下战栗的毒蛇,驱至那宽阔的门槛,那里门扉的空心门柱留有空隙,命令它们吞噬幼婴赫拉克勒斯。
§24.17τὼ δʼ ἐξειληθέντες ἐπὶ χθονὶ γαστέρας ἄμφω §24.18αἱμοβόρους ἐκύλιον· ἀπʼ ὀφθαλμῶν δὲ κακὸν πῦρ §24.19ἐρχομένοις λάμπεσκε, βαρὺν δʼ ἐξέπτυον ἰόν.
它们在地上舒展开来,蠕动着嗜血的腹部;前行时,从它们的眼中闪烁着恶毒的光芒,并喷吐出浓重的毒液。
§24.20ἀλλʼ ὅτε δὴ παίδων λιχμώμενοι ἐγγύθεν ἦνθον, §24.21καὶ τότʼ ἄρʼ ἐξέγροντο, Διὸς νοέοντος ἅπαντα, §24.22Ἀλκμήνας φίλα τέκνα, φάος δʼ ἀνὰ οἶκον ἐτύχθη.
然而,当它们吐着信子走近孩子们时,就在那时,因着洞悉一切的宙斯的意志,阿尔克墨涅心爱的孩子们醒了过来,屋子里顿时亮起光芒。
§24.23ἤτοι ὅγʼ εὐθὺς ἄυσεν, ὅπως κακὰ θηρίʼ ἀνέγνω §24.24κοίλου ὑπὲρ σάκεος καὶ ἀναιδέας εἶδεν ὀδόντας, §24.25Ἰφικλέης, οὔλαν δὲ ποσὶν διελάκτισε χλαῖναν, §24.26φευγέμεν ὁρμαίνων·
却说伊菲克勒斯,一认出那空心盾牌之上的恶兽,并看见它们凶残的牙齿,便立刻大声惊呼,他用脚踢开那件厚呢斗篷,极力想要逃跑。
ὁ δʼ ἐναντίος εἴχετο χερσὶν §24.27Ἡρακλέης, ἄμφω δὲ βαρεῖ ἐνεδήσατο δεσμῷ, §24.28δραξάμενος φάρυγος, τόθι φάρμακα λυγρὰ κέκρυπται §24.29οὐλομένοις ὀφίεσσιν, ἃ καὶ θεοὶ ἐχθαίροντι.
但与之相对的赫拉克勒斯,则用双手迎面抓住了它们,用沉重的束缚将两条蛇一并锁紧,扼住它们的咽喉,那是毁灭性的毒蛇隐藏着阴惨毒药之处,连神明也对它们深恶痛绝。
§24.30τὼ δʼ αὖτε σπείραισιν ἑλισσέσθην περὶ παῖδα §24.31ὀψίγονον γαλαθηνόν, ὑπὸ τροφῷ αἰὲν ἄδακρυν· §24.32ἂψ δὲ πάλιν διέλυον ἐπεὶ μογέοιεν ἀκάνθας, §24.33δεσμοῦ ἀναγκαίου πειρώμενοι ἔκλυσιν εὑρεῖν.
它们则将身躯盘旋,缠绕在那个刚出生不久、尚在吃奶的婴孩身上,他在乳母身旁从未哭泣过;然而,当它们的脊椎感到痛苦时,便再次松开,企图找到摆脱这无法逃脱之束缚的出口。
阿尔克墨涅听到了哭喊声,最先醒了过来: “快起来,安菲特律翁!
ἐμὲ γὰρ δέος ἴσχει ὀκνηρόν· §24.36ἄνστα, μηδὲ πόδεσσιν ἑοῖς ὑπὸ σάνδαλα θείῃς.
因为一种令人迟疑的恐惧攫住了我;快起来,别往脚上穿鞋子了。
§24.37οὐκ ἀίεις, παίδων ὁ νεώτερος ὅσσον ἀυτεῖ;
你没听见吗,孩子们中较小的那个哭得多么厉害?
§24.38ἢ οὐ νοέεις, ὅτι νυκτὸς ἀωρί που, οἱ δέ τε τοῖχοι §24.39πάντες ἀριφραδέες, καθαρᾶς ἅπερ ἠριγενείας;
难道你没发觉,虽然此时夜色尚未褪去,所有的墙壁都如此清晰,宛如纯净的黎明?
§24.40ἔστί τί μοι κατὰ δῶμα νεώτερον, ἔστι φίλʼ ἀνδρῶν.
屋里一定发生了什么异样的事,亲爱的丈夫。
§24.41Ὣς φάθʼ. ὁ δʼ ἐξ εὐνᾶς ἀλόχῳ κατέβαινε πιθήσας· §24.42δαιδάλεον δʼ ὥρμασε μετὰ ξίφος, ὅ οἱ ὕπερθεν §24.43κλιντῆρος κεδρίνου περὶ πασσάλῳ αἰὲν ἄωρτο.
” 她如此说;他便听从妻子,从床上下来;他冲去拿那柄雕饰精美的宝剑,它平时总是悬挂在他的雪松木床铺上方的木钉上。
确实,他伸手去拿那条新编织的带子,另一只手提着那巨大的剑鞘,那是莲木制成的工艺品。
§24.46ἀμφιλαφὴς δʼ ἄρα παστὰς ἐνεπλήσθη πάλιν ὄρφνας·
就在这时,宽敞的内室再次充满了黑暗。
§24.47δμῶας δὴ τότʼ ἄυσεν ὕπνον βαρὺν ἐκφυσῶντας· §24.48οἴσετε πῦρ ὅτι θᾶσσον ἀπʼ ἐσχαρεῶνος ἑλόντες, §24.49δμῶες ἐμοί, στιβαροὺς δὲ θυρᾶν ἀνακόψατʼ ὀχῆας.
于是他高声呼唤那些正沉睡呼吸的仆人们: “快从火炉里取火来,越快越好,我的仆人们,把门上坚固的闩锁拉开!
§24.50ἄνστατε δμῶες ταλασίφρονες.
起来,坚忍的仆人们!
αὐτὸς ἀυτεῖ.
主人在亲自呼唤你们。
§24.51Ἦ ῥα γυνὰ Φοίνισσα μύλαις ἔπι κοῖτον ἔχουσα.
” 确实,一个在磨石旁安歇的腓尼基妇女回应了呼喊。
§24.52οἱ δʼ αἶψα προγένοντο λύχνοις ἅμα δαιομένοισι §24.53δμῶες· ἐνεπλήσθη δὲ δόμος σπεύδοντος ἑκάστου.
仆人们随即手持燃烧的明灯迅速赶来,随着每个人的奔忙,屋里顿时挤满了人。
§24.54ἤτοι ἄρʼ ὡς εἴδοντʼ ἐπιτίτθιον Ἡρακλῆα §24.55θῆρε δύω χείρεσσιν ἀπρὶξ ἁπαλαῖσιν ἔχοντα, §24.56συμπλήγδην ἰάχησαν· ὁ δʼ ἐς πατέρʼ Ἀμφιτρύωνα §24.57ἑρπετὰ δεικανάασκεν, ἐπάλλετο δʼ ὑψόθι χαίρων §24.58κουροσύνᾳ, γελάσας δὲ πάρος κατέθηκε ποδοῖιν §24.59πατρὸς ἑοῦ θανάτῳ κεκαρωμένα δεινὰ πέλωρα.
却说,当他们看见尚在哺乳期的赫拉克勒斯用他柔嫩的双手机敏地捏住两只恶兽时,他们拍手惊呼;而赫拉克勒斯则向着他的父亲安菲特律翁炫耀着那些爬行动物,并因孩童的喜悦而高高跳起,他笑着把那些因死亡而僵硬的可怕怪物放在了他父亲的脚边。
§24.60Ἀλκμήνα μὲν ἔπειτα ποτὶ σφέτερον βάλε κόλπον §24.61ξηρὸν ὑπαὶ δείους ἀκρόχλοονἸφικλῆα· §24.62Ἀμφιτρύων δὲ τὸν ἄλλον ὑπʼ ἀμνείαν θέτο χλαῖναν §24.63παῖδα, πάλιν δʼ ἐς λέκτρον ἰὼν ἐμνάσατο κοίτου.
随后,阿尔克墨涅将因恐惧而面色惨白、浑身僵直的伊菲克勒斯紧紧搂在怀里;安菲特律翁则给另一个孩子盖上羊毛呢斗篷,重新回到床上,再次入睡。