Humanitext Reader

忒奥克里托斯 · 牧歌 §22.76-22.150

波吕丢克斯的胜利与卡斯托尔的争斗

第 31 段,共 44 段 · 希腊语

内容简介

波吕丢克斯凭借高超的拳击技巧击败了强大的阿米科斯,迫使其立誓不再伤害陌生人。随后,歌谣转向卡斯托尔,描绘了因劫夺勒基波斯之女而与林叩斯和伊达斯两兄弟展开的对抗。

§22.76οἱ δὲ θοῶς συνάγερθεν ὑπὸ σκιερὰς πλατανίστους §22.77κόχλου φυσηθέντος ἀεὶ Βέβρυκες κομόωντες.
海螺吹响,长发的贝布里克斯人很快便聚集在阴凉的悬铃木下。
§22.78ὣς δʼ αὔτως ἥρωας ἰὼν ἐκαλέσσατο πάντας §22.79Μαγνήσσης ἀπὸ νηὸς ὑπείροχος ἐν δαῒ Κάστωρ.
同样,在战斗中杰出的卡斯托尔也走上前去,将所有的英雄从马格内西亚的船上召集起来。
§22.80οἱ δʼ ἐπεὶ οὖν σπείρῃσιν ἐκαρτύναντο βοείαις §22.81χεῖρας καὶ περὶ γυῖα μακροὺς εἵλιξαν ἱμάντας, §22.82ἐς μέσσον σύναγον φόνον ἀλλήλοισι πνέοντες.
当他们用牛皮带紧固了双手,并在手臂周围缠绕上长长的革带之后,他们便走到场中,彼此吞吐着杀气。
§22.83ἔνθα πολύς σφισι μόχθος ἐπειγομένοισιν ἐτύχθη, §22.84ὁππότερος κατὰ νῶτα λάβοι φάος ἠελίοιο·
在那里,在他们的急切中产生了一场巨大的苦斗,争夺谁能让太阳的光芒留在自己的身后。
§22.85ἰδρείῃ μέγαν ἄνδρα παρήλυθες ὦ Πολύδευκες, §22.86βάλλετο δʼ ἀκτίνεσσιν ἅπαν Ἀμύκοιο πρόσωπον.
凭借你的技艺,波吕丢克斯啊,你避开了这个巨人,阿米科斯的整张脸都暴露在太阳的光线之下。
§22.87αὐτὰρ ὅγʼ ἐν θυμῷ κεχολωμένος ἵετο πρόσσω, §22.88χερσὶ τιτυσκόμενος.
然而他心中大怒,向前猛冲,双手瞄准。
τοῦ δʼ ἄκρον τύψε γένειον §22.89Τυνδαρίδης ἐπιόντος· ὀρίνθη δὲ πλέον ἢ πρίν, §22.90σὺν δὲ μάχην ἐτάραξε, πολὺς δʼ ἐπέκειτο νενευκὼς §22.91ἐς γαῖαν.
当他逼近时,廷达柔斯之子击中了他下颌的尖端;这使他比以前更加被激怒,他彻底搅乱了战斗,身体向前倾斜,朝地面猛压过来。
Βέβρυκες δʼ ἐπαΰτεον, οἱ δʼ ἑτέρωθεν §22.92ἥρωες κρατερὸν Πολυδεύκεα θαρσύνεσκον, §22.93δειδιότες μή πώς μιν ἐπιβρίσας δαμάσειε §22.94χώρῳ ἐνὶ στεινῷ Τιτυῷ ἐναλίγκιος ἀνήρ.
贝布里克斯人高声叫喊,而在另一边,英雄们则在为强壮的波吕丢克斯鼓劲,担心这个像提堤俄斯一样的男人,在狭窄的地方会将他压制并击败。
§22.95ἤτοι ὅγʼ ἔνθα καὶ ἔνθα παριστάμενος Διὸς υἱὸς §22.96ἀμφοτέρῃσιν ἄμυσσεν ἀμοιβαδίς, ἔσχεθε δʼ ὁρμῆς §22.97παῖδα Ποσειδάωνος ὑπερφίαλόν περ ἐόντα.
确实,宙斯之子在那儿忽左忽右地站立,用双手交替痛击他,阻挡了这位傲慢的波塞冬之子的冲势。
§22.98ἔστη δὲ πληγαῖς μεθύων, ἐκ δʼ ἔπτυσεν αἷμα §22.99φοίνιον·
他因重击而摇晃站立,吐出了暗红色的鲜血。
οἱ δʼ ἅμα πάντες ἀριστῆες κελάδησαν, §22.100ὡς ἴδον ἕλκεα λυγρὰ περὶ στόμα τε γναθμούς τε· §22.101ὄμματα δʼ οἰδήσαντος ἀπεστείνωτο προσώπου.
所有的首领此时一同欢呼,因为他们看见了他嘴和面颊周围的凄惨伤口;他的眼睛在肿胀的脸上变得细窄。
§22.102τὸν μὲν ἄναξ ἐτάρασσεν ἐτώσια χερσὶ προδεικνὺς §22.103πάντοθεν·
随后,这位王者用双手在各处虚晃招式,使他陷入混乱。
ἀλλʼ ὅτε δή μιν ἀμηχανέοντʼ ἐνόησε, §22.104μέσσης ῥινὸς ὕπερθε κατʼ ὀφρύος ἤλασε πυγμῇ, §22.105πᾶν δʼ ἀπέσυρε μέτωπον ἐς ὀστέον.
但当他看出他已无计可施时,他用拳头重击了他鼻梁中段上方的双眉之间,将他整个额头的皮肉削至骨头。
αὐτὰρ ὁ πληγεὶς §22.106ὕπτιος ἐν φύλλοισι τεθηλόσιν ἐξετανύσθη.
被打中的他,仰面朝天躺倒在茂密的绿叶之中。
§22.107ἔνθα μάχη δριμεῖα πάλιν γένετʼ ὀρθωθέντος· §22.108ἀλλήλους δʼ ὄλεκον στερεοῖς θείνοντες ἱμᾶσιν.
当他挣扎着站起时,激烈的战斗再次爆发,他们用坚硬的革带互殴,伤害着彼此。
§22.109ἀλλʼ ὁ μὲν ἐς στῆθός τε καὶ ἔξω χεῖρας ἐνώμα §22.110αὐχένος ἀρχηγὸς Βεβρύκων· ὁ δʼ ἀεικέσι πληγαῖς §22.111πᾶν συνέφυρε πρόσωπον ἀνίκητος Πολυδεύκης.
贝布里克斯人的首领将手挥向对方的胸口和颈部外侧,而无敌的波吕丢克斯则用无情的重击将他的整张脸打得模糊不堪。
§22.112σάρκες δʼ αἱ μὲν ἱδρῶτι συνίζανον, ἐκ μεγάλου δὲ §22.113αἶψʼ ὀλίγος γένετʼ ἀνδρός· ὁ δʼ αἰεὶ πάσσονα γυῖα §22.114ἁπτομένου φορέεσκε πόνου καὶ χροιῇ ἀμείνων.
他的肌肉因汗水而萎缩,转瞬间,这个庞然大物便变得矮小;但在战斗的持续中,另一人的四肢却愈发强壮,肤色也更加红润。
§22.115πῶς γὰρ δὴ Διὸς υἱὸς ἀδηφάγον ἄνδρα καθεῖλεν;
宙斯之子究竟是如何将这个贪婪的男人击倒的?
§22.116εἰπὲ θεά, σὺ γὰρ οἶσθα· ἐγὼ δʼ ἑτέρων ὑποφήτης §22.117φθέγξομαι, ὡς ἐθέλεις σύ, καὶ ὅππως τοι φίλον αὐτῇ.
女神啊,请告诉我,因为你无所不知;而我,作为他人的代言人,将照你的意愿,照你所喜悦的方式宣说。
§22.118Ἤτοι ὅγε ῥέξαί τι λιλαιόμενος μέγα ἔργον §22.119σκαιῇ μὲν σκαιὴν Πολυδεύκεος ἔλλαβε χεῖρα, §22.120δοχμὸς ἀπὸ προβολῆς κλινθείς, ἑτέρῃ δʼ ἐπιβαίνων §22.121δεξιτερῆς ἤνεγκεν ἀπὸ λαγόνος πλατὺ γυῖον.
确实,他渴望完成某项壮举,用自己的左手抓住了波吕丢克斯的左手,从防守姿势中斜身倾斜;他又伸出另一只手,从右侧肋部挥动他宽阔的手臂。
§22.122καί κε τυχὼν ἔβλαψεν Ἀμυκλαίων βασιλῆα.
若是击中,必会重创阿米克莱之王。
§22.123ἀλλʼ ὅγʼ ὑπεξανέδυ κεφαλῇ, στιβαρῇ δʼ ἅμα χειρὶ §22.124πλῆξεν ὑπὸ σκαιὸν κρόταφον καὶ ἐπέμπεσεν ὤμῳ· §22.125ἐκ δʼ ἐχύθη μέλαν αἷμα θοῶς κροτάφοιο χανόντος·
但波吕丢克斯低头躲过,同时用强有力的手击中了对方左太阳穴下方,并用身体压住他的肩膀;黑色的鲜血顿时从裂开的太阳穴喷涌而出。
§22.126λαιῇ δὲ στόμα κόψε, πυκνοὶ δʼ ἀράβησαν ὀδόντες· §22.127αἰεὶ δʼ ὀξυτέρῳ πιτύλῳ δηλεῖτο πρόσωπον, §22.128μέχρι συνηλοίησε παρήια.
他又用左手痛击对方的嘴巴,密集的牙齿因撞击而格格作响;他以越来越紧凑的攻势不断摧毁对方的脸部,直到将其面颊打碎。
πᾶς δʼ ἐπὶ γαίῃ §22.129κεῖτʼ ἀλλοφρονέων, καὶ ἀνέσχεθε νεῖκος ἀπαυδῶν §22.130ἀμφοτέρας ἅμα χεῖρας, ἐπεὶ θανάτου σχεδὸν ἦεν.
他整个人躺在地上,神志不清,同时举起双手,表示放弃争斗,因为他已濒临死亡。
§22.131τὸν μὲν ἄρα κρατέων περ ἀτάσθαλον οὐδὲν ἔρεξας, §22.132ὦ πύκτη Πολύδευκες· ὄμοσσε δέ τοι μέγαν ὅρκον, §22.133ὃν πατέρʼ ἐκ πόντοιο Ποσειδάωνα κικλήσκων, §22.134μήποτʼ ἔτι ξείνοισιν ἑκὼν ἀνιηρὸς ἔσεσθαι.
对于他,尽管你赢得了胜利,却未做任何残暴之事,拳击手波吕丢克斯啊;他向你立下重誓,呼唤他来自大海的父亲波塞冬,发誓再也不会自愿去伤害陌生人。
§22.135καὶ σὺ μὲν ὕμνησαί μοι ἄναξ.
这位王者,你已由我歌颂完毕。
σὲ δὲ Κάστορ ἀείσω, §22.136Τυνδαρίδη ταχύπωλε δορυσσόε χαλκεοθώρηξ.
现在,卡斯托尔,我将歌唱你,驾驭烈马、挥舞长枪、身披青铜胸甲的廷达柔斯之子。
§22.137τὼ μὲν ἀναρπάξαντε δύω φερέτην Διὸς υἱὼ §22.138δοιὰς Λευκίπποιο κόρας· δοιὼ δʼ ἄρα τώγε §22.139ἐσσυμένως ἐδίωκον ἀδελφεὼ υἷʼ Ἀφαρῆος, §22.140γαμβρὼ μελλογάμω, Λυγκεὺς καὶ ὁ καρτερὸς Ἴδας.
宙斯的这两位儿子,抢夺并带走了勒基波斯的两个女儿;而那两个人,阿法柔斯之子、身为新郎和未婚夫的林叩斯与强悍的伊达斯,则在后面急起直追。
§22.141ἀλλʼ ὅτε τύμβον ἵκανον ἀποφθιμένου Ἀφαρῆος, §22.142ἐκ δίφρων ἅμα πάντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν, §22.143ἔγχεσι καὶ κοίλοισι βαρυνόμενοι σακέεσσι.
但当他们赶到死去的阿法柔斯的坟墓前时,所有人一同从战车上跃下,冲向彼此,手中拿着长矛和凹陷的重盾。
§22.144Λυγκεὺς δʼ αὖ μετέειπεν ὑπὲκ κόρυθος μέγʼ ἀύσας· §22.145δαιμόνιοι, τί μάχης ἱμείρετε;
林叩斯此时从头盔下大声喊叫: “怪人啊,你们为何渴望战斗?
πῶς δʼ ἐπὶ νύμφαις §22.146ἀλλοτρίαις χαλεποί, γυμναὶ δʼ ἐν χερσὶ μάχαιραι;
为何对别人的未婚妻如此无情,手中还握着出鞘的刀剑?
§22.147ἡμῖν τοι Λεύκιππος ἑὰς ἕδνωσε θύγατρας §22.148τάσδε πολὺ προτέροις, ἡμῖν γάμος οὗτος ἐν ὅρκῳ·
勒基波斯很久以前就将他的这些女儿许配给我们;这桩婚事对我们而言是有誓言约束的。
§22.149ὑμεῖς δʼ οὐ κατὰ κόσμον ἐπʼ ἀλλοτρίοις λεχέεσσιν §22.150βουσὶ καὶ ἡμιόνοισι καὶ ἄλλοισι κτεάτεσσιν
但你们,不合礼法地,为了抢夺他人的床第,用牛群、骡子和别的财产……”

词汇与语法注释

  1. §22.84ὁππότερος κατὰ νῶτα λάβοι — 在由疑问代词 `ὁππότερος` 引导的间接疑问从句中,使用了希求语气过去时 `λάβοι`。这是由于主句动词为过去时 `ἐτύخθη` 而采用的斜格希求语气(optativus obliquus),反映了竞技者当时的争夺目标。
  2. §22.93μή πώς μιν ἐπιβρίσας δαμάσειε — 在由表示担忧的分词 `δειδιότες` 引导的 `μή` 从句中,使用了希求语气过去时 `δαμάσειε`。由于主句语境处于未完成过去时 `θαρσύνεσκον` 中,作为历史时态下的希求语气,表示对潜在危险的担忧。
  3. §22.122καί κε τυχὼν ἔβλαψεν — 语气词 `κε`、直陈语气不定过去时 `ἔβλαψεν` 与起条件句作用的主格分词 `τυχών`(意为“若击中的话”)相结合,构成了与过去事实相反的虚拟语气归结句(反实虚拟)。

引用这一段

忒奥克里托斯, 牧歌 §22.76-22.150. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0005.tlg001.humanitext-grc2:22.76-22.150

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。