Humanitext Reader

忒奥克里托斯 · 牧歌 §2.56-2.112

西麦莎向月神诉说与德尔菲斯的相遇及相思之苦

第 4 段,共 44 段 · 希腊语

内容简介

西麦莎在指示塞斯提丽丝完成降伏德尔菲斯的最后魔术仪式后,在静谧的月光下,开始向塞勒涅诉说自己如何与德尔菲斯相遇、陷入热恋并因相思成疾的悲伤往事。

§2.56ἐμφὺς ὡς λιμνᾶτις ἅπαν ἐκ βδέλλα πέπωκας;
像池塘里的水蛭一样吸附着,把它全部吸干了吗?
§2.57ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
扭角羚啊,把那个男人引到我的屋里来吧。
§2.58σαύραν τοι τρίψασα ποτὸν κακὸν αὔριον οἰσῶ.
明天,我定要捣碎一只蜥蜴,给他送去一杯毒药。
§2.59Θεστυλί, νῦν δὲ λαβοῖσα τὺ τὰ θρόνα ταῦθʼ ὑπόμαξον §2.60τᾶς τήνω φλιᾶς καθʼ ὑπέρτερον, ἇς ἔτι καὶ νύξ, §2.62καὶ λέγʼ ἐπιφθύζοισα· τὰ Δέλφιδος ὀστία μάσσω.
塞斯提丽丝,但现在,你拿着这些魔草,涂抹在他家门槛的上端,趁着现在还是黑夜,并在啐唾沫时说道:“我正在揉捏德尔菲斯的骨头。
§2.63ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
” 扭角羚啊,把那个男人引到我的屋里来吧。
§2.64νῦν δὴ μώνα ἐοῖσα πόθεν τὸν ἔρωτα δακρύσω;
如今,我孤身一人,又该从何处开始为我的爱情哭泣?
§2.65ἐκ τίνος ἄρξωμαι;
我该从何说起?
τίς μοι κακὸν ἄγαγε τοῦτο;
是谁给我带来了这桩灾祸?
§2.66ἦνθʼ ἁ τῶὐβούλοιο κανηφόρος ἄμμιν Ἀναξὼ §2.67ἄλσος ἐς Ἀρτέμιδος, τᾷ δὴ τόκα πολλὰ μὲν ἄλλα §2.68θηρία πομπεύεσκε περισταδόν, ἐν δὲ λέαινα.
欧布洛斯之女、捧篮少女阿纳克索,曾为我们前往阿耳忒弥斯的圣林,当时为了敬神,许多其他野兽在周围列队行进,其中还有一只雌狮。
§2.69φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
请告诉我,我的爱从何而来,尊贵的塞勒涅。
§2.70καί μʼ ἁ Θευχαρίδα Θρᾷσσα τροφὸς ἁ μακαρῖτις §2.71ἀγχίθυρος ναίοισα κατεύξατο καὶ λιτάνευσε §2.72τὰν πομπὰν θάσασθαι· ἐγὼ δέ οἱ ἁ μεγάλοιτος §2.73ὡμάρτευν βύσσοιο καλὸν σύροισα χιτῶνα, §2.74κἀμφιστειλαμένα τὰν ξυστίδα τὰν Κλεαρίστας.
邻街住着的修卡里达斯家那已故的色雷斯乳母,曾向我恳求并催促去观看这场游行;而我,这个极度不幸的女子,便与她一同前去,拖着一身细麻制成的美丽长袍,身上披着克利阿里斯塔的华丽斗篷。
§2.75φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
请告诉我,我的爱从何而来,尊贵的塞勒涅。
§2.76ἤδη δʼ εὖσα μέσον κατʼ ἀμαξιτόν, ᾇ τὰ Λύκωνος, §2.77εἶδον ὁμοῦ Δέλφιν τε καὶ Εὐδάμιππον ἰόντας.
而当我走到大路中央、吕孔的产业附近时,我看见德尔菲斯和欧达米普斯一同走来。
§2.78τοῖς δʼ ἦν ξανθοτέρα μὲν ἑλιχρύσοιο γενειάς, §2.79στήθεα δὲ στίλβοντα πολὺ πλέον ἢ τὺ Σελάνα, §2.80ὡς ἀπὸ γυμνασίοιο καλὸν πόνον ἄρτι λιπόντων.
他们的胡须比蜡菊还要金黄,胸膛闪闪发亮,远胜于你,塞勒涅,仿佛他们刚刚结束角力学校里那高尚的锻炼。
§2.81φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
请告诉我,我的爱从何而来,尊贵的塞勒涅。
§2.82χὡς ἴδον, ὡς ἐμάνην, ὥς μευ πέρι θυμὸς ἰάφθη §2.83δειλαίας· τὸ δὲ κάλλος ἐτάκετο, κοὔτέ τι πομπᾶς §2.84τήνας ἐφρασάμαν, οὐδʼ ὡς πάλιν οἴκαδʼ ἀπῆνθον §2.85ἔγνων· ἀλλά μέ τις καπυρὰ νόσος ἐξεσάλαξε, §2.86κείμαν δʼ ἐν κλιντῆρι δέκʼ ἄματα καὶ δέκα νύκτας.
一看见他,我便陷入疯狂,我这可怜人的心仿佛被刺穿;我的容颜消瘦,那场游行我再也无心顾及,甚至连自己如何回到家中也全然不知;只是一场炽热的病痛将我折磨,我整整十天十夜躺在病榻上。
§2.87φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
请告诉我,我的爱从何而来,尊贵的塞勒涅。
§2.88καί μευ χρὼς μὲν ὁμοῖος ἐγίνετο πολλάκι θάψῳ, §2.89ἔρρευν δʼ ἐκ κεφαλᾶς πᾶσαι τρίχες, αὐτὰ δὲ λοιπὰ §2.90ὀστίʼ ἔτʼ ἦς καὶ δέρμα.
我的面色常常变得如同黄木一般枯黄,头上的发丝尽数脱落,最后只剩下皮包骨头。
καὶ ἐς τίνος οὐκ ἐπέρασα §2.91ἢ ποίας ἔλιπον γραίας δόμον, ἅτις ἐπᾷδεν;
我又何尝不曾登门求助,又留下了哪一个会念咒治病的巫医老婆子的家未曾造访?
§2.92ἀλλʼ ἦς οὐδὲν ἐλαφρόν· ὁ δέ χρόνος ἄνυτο φεύγων.
但一切均无济于事,时间却如飞般逝去。
§2.93φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
请告诉我,我的爱从何而来,尊贵的塞勒涅。
§2.94χοὕτω τᾷ δούλᾳ τὸν ἀλαθέα μῦθον ἔλεξα· §2.95εἰ δʼ ἄγε Θεστυλί μοι χαλεπᾶς νόσω εὑρέ τι μῆχος.
于是我对女仆吐露了实情: “来吧,塞斯提丽丝,为我这沉重的病痛想个办法吧。
§2.96πᾶσαν ἔχει με τάλαιναν ὁ Μύνδιος·
那个闵多斯人已经彻底占有了可怜的我。
ἀλλὰ μολοῖσα §2.97τήρησον ποτὶ τὰν Τιμαγήτοιο παλαίστραν· §2.98τηνεῖ γὰρ φοιτῇ, τηνεῖ δέ οἱ ἁδὺ καθῆσθαι.
去吧,到蒂马格托斯的角力学校那里去守着;因为他常去那里,也喜欢坐在那里。
§2.99φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
” 请告诉我,我的爱从何而来,尊贵的塞勒涅。
§2.100κἠπεί κά νιν ἐόντα μάθῃς μόνον, ἅσυχα νεῦσον,
当你得知他独自一人时,便静静地给他个信号,对他说:‘西麦莎叫你。
§2.101κεἴφʼ ὅτι Σιμαίθα τυ καλεῖ, καὶ ὑφαγέο τᾷδε.
’然后带他到这里来。
§2.102ὣς ἐφάμαν· ἁ δʼ ἦνθε καὶ ἄγαγε τὸν λιπαρόχρων §2.103εἰς ἐμὰ δώματα Δέλφιν·
” 我如此说道;她便前去,将肌肤润泽的德尔菲斯引至我屋里。
ἐγὼ δέ νιν ὡς ἐνόησα §2.104ἄρτι θύρας ὑπὲρ οὐδὸν ἀμειβόμενον ποδὶ κούφῳ— §2.105φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα— §2.106πᾶσα μὲν ἐψύχθην χιόνος πλέον, ἐν δὲ μετώπῳ §2.107ἱδρώς μευ κοχύδεσκεν ἴσον νοτίαισιν ἐέρσαις, §2.108οὐδέ τι φωνᾶσαι δυνάμαν, οὐδʼ ὅσσον ἐν ὕπνῳ §2.109κνυζεῦνται φωνεῦντα φίλαν ποτὶ ματέρα τέκνα· §2.110ἀλλʼ ἐπάγην δαγῦδι καλὸν χρόα πάντοθεν ἴσα.
而我,一瞧见他正用轻快的步履跨过门槛—— 请告诉我,我的爱从何而来,尊贵的塞勒涅—— 我全身变得比雪还要寒冷,额头上冷汗如潮湿的露水一般直往下淌,我连一句话也说不出来,甚至不如在梦中对亲爱的母亲哼哼唧唧啼哭的婴孩;但我美丽的肌肤各处都僵硬了,一如蜡像一般。
§2.111φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
请告诉我,我的爱从何而来,尊贵的塞勒涅。
§2.112καί μʼ ἐσιδὼν ὥστοργος, ἐπὶ χθονὸς ὄμματα πήξας
而那个无情的人看着我,双眼紧盯着地面……”

词汇与语法注释

  1. §2.56ἐμφὺς — 动词 ἐμφύω 的第二不定过去时主动分词单数阳性主格。原意为“长入”或“紧紧附着”,此处以主动形式生动地描绘了水蛭紧紧吸附在皮肤上的样子,带有中动或反身的意味。
  2. §2.60ἇς ἔτι καὶ νύξ — 连接词 ἇς 是多里斯方言,相当于雅典方言的 ἕως(当……之时,直到……)。在此处表示“当黑夜依然持续之时”,是一种省略了主要动词的简洁时间状语从句。
  3. §2.82χὡς ἴδον, ὡς ἐμάνην — 源自荷马史诗的呼应句法结构,第一个 ὡς 引导时间从句(“当我看见时”),主句开头的第二个 ὡς 则强调动作的即时性(“就在那一瞬间,便……”)。这表现了看见的动作与陷入疯狂的动作几乎同时发生,毫无延迟。

引用这一段

忒奥克里托斯, 牧歌 §2.56-2.112. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0005.tlg001.humanitext-grc2:2.56-2.112

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。