Humanitext Reader

忒奥克里托斯 · 牧歌 §2.1-2.55

司玛伊萨唤回德尔菲斯的爱情巫术

第 3 段,共 44 段 · 希腊语

内容简介

司玛伊萨在侍女塞斯提丽丝的协助下,举行爱情魔咒仪式以唤回失踪的恋人德尔菲斯。她向月亮女神和赫卡忒祈祷,在一边进行各种巫术活动的同时,一边诉说内心的痛苦。

§2.1πᾷ μοι ταὶ δάφναι;
我的月桂树叶在哪里?
φέρε Θεστυλί· πᾷ δὲ τὰ φίλτρα;
拿来,塞斯提丽丝;爱情魔药又在哪里?
§2.2στέψον τὰν κελέβαν φοινικέῳ οἰὸς ἀώτῳ, §2.3ὡς τὸν ἐμὸν βαρὺν εὖντα φίλον καταθύσομαι ἄνδρα, §2.4ὅς μοι δωδεκαταῖος ἀφʼ ὧ τάλας οὐδέποθʼ ἵκει, §2.5οὐδʼ ἔγνω πότερον τεθνάκαμες ἢ ζοοὶ εἰμές.
用深红色的羊毛绕在木杯上,好让我用咒语束缚我那无情的爱人,那个可怜的家伙,已经十二天没到我这里来了,甚至不知道我是死是活。
§2.6οὐδὲ θύρας ἄραξεν ἀνάρσιος.
他甚至没有敲我的门,这个无情的人。
ἦ ῥά οἱ ἀλλᾷ §2.7ᾤχετʼ ἔχων ὅ τʼ Ἔρως ταχινὰς φρένας ἅ τʼ Ἀφροδίτα;
难道爱神与阿佛洛狄忒一起,带着他那易变的心投向了别处?
§2.8βασεῦμαι ποτὶ τὰν Τιμαγήτοιο παλαίστραν §2.9αὔριον, ὥς νιν ἴδω, καὶ μέμψομαι οἷά με ποιεῖ.
明天,我要去蒂马格托斯的角力学校,好见到他,并责备他对我做出的这些事。
§2.10νῦν δέ νιν ἐκ θυέων καταθύσομαι.
但现在我要用祭品来束缚他。
ἀλλὰ Σελάνα, §2.11φαῖνε καλόν· τὶν γὰρ ποταείσομαι ἅσυχα, δαῖμον, §2.12τᾷ χθονίᾳ θʼ Ἑκάτα, τὰν καὶ σκύλακες τρομέοντι §2.13ἐρχομέναν νεκύων ἀνά τʼ ἠρία καὶ μέλαν αἷμα.
不过,月亮女神啊,请美丽地照耀吧;因为,女神啊,我要向你静静地歌唱,还有地府的赫卡忒,连猎犬在听到她穿行于死者的坟墓和黑血之间时也会战栗不已。
§2.14χαῖρʼ Ἑκάτα δασπλῆτι, καὶ ἐς τέλος ἄμμιν ὀπάδει. §2.15φάρμακα ταῦτʼ ἔρδοισα χερείονα μήτέ τι Κίρκης §2.16μήτέ τι Μηδείας μήτε ξανθᾶς Περιμήδας.
万岁,可怕的赫卡忒,请陪伴我们直到最后,让这些魔药的威力和喀耳刻的魔药相比毫不逊色,也不亚于美狄亚或金发贝里美德的魔药。
§2.17Ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
歪脖鸟啊,把那个属于我的男人引到我的屋里来。
§2.18ἄλφιτά τοι πρᾶτον πυρὶ τάκεται· ἀλλʼ ἐπίπασσε §2.19Θεστυλί.
看啊,大麦粉首先在火中熔化;快洒上去吧,塞斯提丽丝。
δειλαία, πᾷ τὰς φρένας ἐκπεπότασαι;
可怜的姑娘,你的魂魄飞到哪里去了?
§2.20ἦ ῥά γε τρισμυσαρὰ καὶ τὶν ἐπίχαρμα τέτυγμαι;
难道连在你眼里,我也成了被嘲笑的对象,成了一个可怜虫吗?
§2.21πάσσʼ ἅμα καὶ λέγε ταῦτα· τὰ Δέλφιδος ὀστία πάσσω.
边洒边说: “我正在洒德尔菲斯的骨头。
§2.22ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
” 歪脖鸟啊,把那个属于我的男人引到我的屋里来。
§2.23Δέλφις ἔμʼ ἀνίασεν· ἐγὼ δʼ ἐπὶ Δέλφιδι δάφναν
德尔菲斯伤害了我;我为德尔菲斯烧毁月桂树叶。
§2.24αἴθω· χὡς αὕτα λακεῖ μέγα καππυρίσασα §2.25κἠξαπίνας ἅφθη, κοὐδὲ σποδὸν εἴδομες αὐτᾶς, §2.26οὕτω τοι καὶ Δέλφις ἐνὶ φλογὶ σάρκʼ ἀμαθύνοι.
燃烧;正如它噼啪作响,燃起大火,突然化为灰烬,连一点粉末也看不见,愿德尔菲斯的肉体也在火焰中消亡。
§2.27ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
歪脖鸟啊,把那个属于我的男人引到我的屋里来。
§2.28ὡς τοῦτον τὸν κηρὸν ἐγὼ σὺν δαίμονι τάκω, §2.29ὣς τάκοιθʼ ὑπʼ ἔρωτος ὁ Μύνδιος αὐτίκα Δέλφις.
正如我在女神的帮助下熔化这块蜡,愿明多斯的德尔菲斯也立刻因爱情而熔化。
§2.30χὡς δινεῖθʼ ὅδε ῥόμβος ὁ χάλκεος ἐξ Ἀφροδίτας, §2.31ὣς τῆνος δινοῖτο ποθʼ ἁμετέραισι θύραισιν.
正如这铜陀螺在阿佛洛狄忒的魔力下旋转,愿他也徘徊在我们的门前。
§2.32ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
歪脖鸟啊,把那个属于我的男人引到我的屋里来。
§2.33νῦν θυσῶ τὰ πίτυρα.
现在我要烧麦麸。
τὺ δʼ Ἄρτεμι καὶ τὸν ἐν Ἅιδα §2.34κινήσαις ἀδάμαντα καὶ εἴ τί περ ἀσφαλὲς ἄλλο.
阿耳忒弥斯啊,你能移动冥府之中的坚石,以及任何其他不可动摇之物。
§2.35Θεστυλί, ταὶ κύνες ἄμμιν ἀνὰ πτόλιν ὠρύονται. §2.36ἁ θεὸς ἐν τριόδοισι· τὸ χαλκίον ὡς τάχος ἄχει.
塞斯提丽丝,城里的狗在向我们狂吠;女神已临十字路口;快敲响铜器!
§2.37ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
歪脖鸟啊,把那个属于我的男人引到我的屋里来。
§2.38ἠνίδε σιγῇ μὲν πόντος, σιγῶντι δʼ ἀῆται· §2.39ἁ δʼ ἐμὰ οὐ σιγῇ στέρνων ἔντοσθεν ἀνία, §2.40ἀλλʼ ἐπὶ τήνῳ πᾶσα καταίθομαι, ὅς με τάλαιναν §2.41ἀντὶ γυναικὸς ἔθηκε κακὰν καὶ ἀπάρθενον ἦμεν.
看啊,大海寂静,微风也已停息;但我胸中的痛苦却无法平静,我正为他而彻底燃烧,是他让我这个可怜的女人失去了贞洁,变成了一个不幸的、不再是处女的女人。
§2.42ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
歪脖鸟啊,把那个属于我的男人引到我的屋里来。
§2.43ἐς τρὶς ἀποσπένδω καὶ τρὶς τάδε πότνια φωνέω· §2.44εἴτε γυνὰ τήνῳ παρακέκλιται εἴτε καὶ ἀνήρ, §2.45τόσσον ἔχοι λάθας, ὅσσόν ποκα Θησέα φαντὶ §2.46ἐν Δίᾳ λασθῆμεν ἐυπλοκάμω Ἀριάδνας.
我三次奠酒,三次向您表白,尊贵的女神啊:无论此时躺在他身旁的是女人,还是男人,愿他彻底遗忘,就像传说中忒修斯在迪亚岛上遗忘了秀发的美人阿里阿德涅一样。
§2.47ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
歪脖鸟啊,把那个属于我的男人引到我的屋里来。
§2.48ἱππομανὲς φυτόν ἐστι παρʼ Ἀρκάσι· τῷ δʼ ἐπὶ πᾶσαι §2.49καὶ πῶλοι μαίνονται ἀνʼ ὤρεα καὶ θοαὶ ἵπποι.
阿卡迪亚有一种叫作“马狂草”的植物;因为这植物,山里的年轻母马和奔跑的母马都会发狂。
§2.50ὣς καὶ Δέλφιν ἴδοιμι, καὶ ἐς τόδε δῶμα περάσαι §2.51μαινομένῳ ἴκελος λιπαρᾶς ἔκτοσθε παλαίστρας.
愿我也能这样看到德尔菲斯,愿他离开那座明亮的角力场,像发了狂一样,走进我的屋子里来。
§2.52ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
歪脖鸟啊,把那个属于我的男人引到我的屋里来。
§2.53τοῦτʼ ἀπὸ τᾶς χλαίνας τὸ κράσπεδον ὤλεσε Δέλφις, §2.54ὡγὼ νῦν τίλλοισα κατʼ ἀγρίῳ ἐν πυρὶ βάλλω.
这是德尔菲斯从他的斗篷上丢下的边饰,我现在把它撕碎,扔进烈火之中。
§2.55αἰαῖ Ἔρως ἀνιηρέ, τί μευ μέλαν ἐκ χροὸς αἷμα
唉,残酷的爱神,为什么你把我身上的黑血……

词汇与语法注释

  1. §2.3βαρὺν εὖντα — εὖντα 是多里斯方言形式,相当于雅典方言中的 ἐόντα(动词 εἰμί“是”的现在时主动分词阳性单数宾格)。它与 βαρὺν(沉重的、无情的)一同修饰 φίλον ἄνδρα。
  2. §2.4ἀφʼ ὧ — 多里斯方言的 ἀφʼ ὧ 相当于雅典方言的 ἀφʼ οὗ,作为表示“自……以来(since)”的时间连词引导关系从句。
  3. §2.24λακεῖ — 这是 λάσκω(“发出噼啪声、裂开”)的三人称单数过去时直说法(雅典方言作 ἔλακε)缺省前加音的多里斯方言形式。它是连词 ὡς(“正如”)引导的从句中的动词。
  4. §2.33κινήσαις — 这是 κινέω(“移动”)的第二人称单数过去时祈愿时态主动语态(雅典方言作 κινήσειας)。主语是阿耳忒弥斯,作为表示潜在或可能性的祈愿时态(“你能移动”)发挥作用。
  5. §2.41ἦμεν — 动词 εἰμί(“是”)的现在时不定式多里斯方言形式(雅典方言作 εἶναι)。它作为表示结果的不定式,或作为动词 ἔθηκε(“使得”)支配的宾格不定式结构中的补足语(使[我]成为……)发挥作用。

引用这一段

忒奥克里托斯, 牧歌 §2.1-2.55. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0005.tlg001.humanitext-grc2:2.1-2.55

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。