§19.1τὸν κλέπταν πότʼ Ἔρωτα κακὰ κέντασε μέλισσα §19.2κηρίον ἐκ σίμβλων συλεύμενον, ἄκρα δὲ χειρῶν §19.3δάκτυλα πάνθʼ ὑπένυξεν.
曾经,一只蜜蜂狠狠地刺了小偷爱神爱罗斯,当时他正从蜂箱里偷取蜂巢,而它将他手尖的所有手指都刺痛了。
ὁ δʼ ἄλγεε καὶ χέρʼ ἐφύση §19.4καὶ τὰν γᾶν ἐπάταξε καὶ ἅλατο, τᾷ δʼ Ἀφροδίτᾳ §19.5δεῖξεν τὰν ὀδύναν καὶ μέμφετο, ὅττί γε τυτθὸν §19.6θηρίον ἐστὶ μέλισσα καὶ ἁλίκα τραύματα ποιεῖ.
他痛苦不堪,吹着自己的手,直跺脚,疼得直跳,并向阿芙洛狄忒展示他的痛处,抱怨道:竟是如此微小的生灵——蜜蜂,却能制造出如此巨大的伤口。
§19.7χἁ μάτηρ γελάσασα· τί δʼ;
母亲笑着说:“怎么了?
οὐκ ἴσος ἐσσὶ μελίσσαις;
你不就跟蜜蜂一样吗?
§19.8ὡς τυτθὸς μὲν ἔφυς, τὰ δὲ τραύματα χἁλίκα ποιεῖς.
因为你确实如此渺小,却能制造出如此巨大的伤口! ”