§18.1ἔν ποκʼ ἄρα Σπάρτᾳ ξανθότριχι πὰρ Μενελάῳ §18.2παρθενικαὶ θάλλοντα κόμαις ὑάκινθον ἔχοισαι §18.3πρόσθε νεογράπτω θαλάμω χορὸν ἐστάσαντο, §18.4δώδεκα ταὶ πρᾶται πόλιος, μέγα χρῆμα Λακαινᾶν, §18.5ἁνίκα Τυνδαριδᾶν κατεδέξατο τὰν ἀγαπητὰν §18.6μναστεύσας Ἑλέναν ὁ νεώτερος Ἀτρέος υἱός.
从前在斯巴达,在金发的梅涅劳斯家里,少女们,发间插着盛开的雅辛托斯花,在刚刚彩绘的婚房前排起了舞蹈,城中居首的十二名少女,拉科尼亚女子的骄傲,当时阿特柔斯年轻的儿子求婚,娶了丁达柔斯心爱的女儿海伦。 求婚后,阿特柔斯年轻的儿子迎娶了心爱的海伦。
§18.7ἄειδον δʼ ἄρα πᾶσαι ἐς ἓν μέλος ἐγκροτέοισαι §18.8ποσσὶ περιπλέκτοις, ὑπὸ δʼ ἴαχε δῶμʼ ὑμεναίῳ.
她们全都伴着同一旋律起舞击拍,迈着交织的舞步,而府邸在婚礼歌中回响。
§18.9οὕτω δὴ πρωιζὲ κατέδραθες ὦ φίλε γαμβρέ;
“爱的新郎,你竟这般清早就入睡了吗?
§18.10ἦ ῥά τις ἐσσὶ λίαν βαρυγούνατος;
你莫非是个膝盖沉重、极度疲倦的人?
ἦ ῥα φίλυπνος;
还是你生性嗜睡?
§18.11ἦ ῥα πολύν τινʼ ἔπινες, ὅτʼ εἰς εὐνὰν κατεβάλλευ;
抑或当你躺上床榻时,喝了太多的酒?
§18.12εὕδειν μὰν σπεύδοντα καθʼ ὥραν αὐτὸν ἐχρῆν τυ, §18.13παῖδα δʼ ἐᾶν σὺν παισὶ φιλοστόργῳ παρὰ ματρὶ §18.14παίσδειν ἐς βαθὺν ὄρθρον, ἐπεὶ καὶ ἔνας καὶ ἐς ἀῶ §18.15κεἰς ἔτος ἐξ ἔτεος Μενέλαε τεὰ νυὸς ἅδε.
若你急着要睡,本该在合适的时间独自睡去,且让这姑娘与姑娘们一起,在她慈爱的母亲身旁玩耍到深夜,因为无论昨日、清晨,还是年复一年,梅涅劳斯,这新娘都属于你。
§18.16ὄλβιε γάμβρʼ, ἀγαθός τις ἐπέπταρεν ἐρχομένῳ τοι §18.17ἐς Σπάρταν, ἅπερ ὥλλοι ἀριστέες, ὡς ἀνύσαιο.
幸运的新郎,当你来到斯巴达,如同其他英雄那样,有某种吉兆为你打了个喷嚏,使你得遂心愿。
§18.18μοῦνος ἐν ἡμιθέοις Κρονίδαν Δία πενθερὸν ἑξεῖς.
在半神之中,唯有你将以克罗诺斯之子宙斯为岳父。
确实,宙斯的女儿与你同入一袭斗篷之下,阿开亚妇女中,没有哪怕另外一个女子能像她这般行在地上。
§18.21ἦ μέγα κέν τι τέκοιτʼ, εἰ ματέρι τίκτοι ὁμοῖον.
若是她生下像母亲的孩子,那定是一个伟大的生灵。
§18.22ἄμμες δʼ αἱ πᾶσαι συνομάλικες, αἷς δρόμος ωὑτός §18.23χρισαμέναις ἀνδριστὶ παρʼ Εὐρώταο λοετροῖς, §18.24τετράκις ἑξήκοντα κόραι, θῆλυς νεολαία, §18.25τᾶν οὐδέν τις ἄμωμος, ἐπεί χʼ Ἑλένᾳ παρισωθῇ.
而我们这些同龄的伙伴,一同在厄夫罗塔斯河畔涂抹油脂,如男子般沐浴、奔跑,共有二百四十名少女,这一群年轻的女子,若与海伦相比,她们中无一人是完美无瑕的。
§18.26Ἀὼς ἀντέλλοισα καλὸν διέφανε πρόσωπον, §18.27πότνια νὺξ τό τε λευκὸν ἔαρ χειμῶνος ἀνέντος· §18.28ὧδε καὶ ἁ χρυσέα Ἑλένα διαφαίνετʼ ἐν ἁμῖν.
如同升起的黎明展现出她美丽的容颜,庄严的黑夜过后,当冬日消解,洁白的春天来临;金色的海伦也是这般在我们的伙伴中焕发光彩。
§18.29πιείρᾳ μέγα λᾷον ἀνέδραμε κόσμος ἀρούρᾳ §18.30ἢ κάπῳ κυπάρισσος ἢ ἅρματι Θεσσαλὸς ἵππος· §18.31ὧδε καὶ ἁ ῥοδόχρως Ἑλένα Λακεδαίμονι κόσμος.
正如丰饶的田野里长出庄稼成为土地的装饰,或是庭园里的柏树,或是战车上的色萨利骏马;玫瑰色的海伦亦是斯巴达的骄傲。
§18.32οὔτέ τις ἐκ ταλάρω πανίσδεται ἔργα τοιαῦτα, §18.33οὔτʼ ἐνὶ δαιδαλέῳ πυκινώτερον ἄτριον ἱστῷ §18.34κερκίδι συμπλέξασα μακρῶν ἔταμʼ ἐκ κελεόντων.
没有人能从线篮里纺出这般精巧的活计,也无人能在精美的织机上织出更紧密的经线,用穿梭的飞梭交织,并将它从高大的织梁上裁剪下来。
§18.35οὐ μὰν οὐδὲ λύραν τις ἐπίσταται ὧδε κροτῆσαι §18.36Ἄρτεμιν ἀείδοισα καὶ εὐρύστερνον Ἀθάναν, §18.37ὡς Ἑλένα, τᾶς πάντες ἐπʼ ὄμμασιν ἵμεροι ἐντί.
确实,亦无一人懂得这般拨动里拉琴,歌颂阿尔忒弥斯与宽胸的雅典娜,如同海伦一般,她的双眸中洋溢着无限的柔情。
§18.38ὦ καλὰ ὦ χαρίεσσα κόρα, τὺ μὲν οἰκέτις ἤδη, §18.39ἄμμες δʼ ἐς δρόμον ἦρι καὶ ἐς λειμώνια φύλλα §18.40ἑρψοῦμες στεφάνως δρεψούμεναι ἁδὺ πνέοντας, §18.41πολλὰ τεοῦς Ἑλένα μεμναμέναι ὡς γαλαθηναὶ §18.42ἄρνες γειναμένας ὄιος μαστὸν ποθέοισαι.
啊,美丽、优雅的姑娘,你如今已成妇人,而我们清晨将奔向赛跑场,走向繁花盛开的草地,去采集吐露芬芳的花朵以编织花冠,我们会时常思念你,海伦,就像哺乳的羊羔渴望着母羊的乳房一般。
§18.43πρᾶταί τοι στέφανον λωτῶ χαμαὶ αὐξομένοιο §18.44πλέξασαι σκιερὰν καταθήσομεν ἐς πλατάνιστον, §18.45πρᾶται δʼ ἀργυρέας ἐξ ὄλπιδος ὑγρὸν ἄλειφαρ §18.46λαζύμεναι σταξεῦμες ὑπὸ σκιερὰν πλατάνιστον· §18.47γράμματα δʼ ἐν φλοιῷ γεγράψεται, (ὡς παριών τις §18.48ἀννείμῃ,) δωριστί· σέβου μʼ· Ἑλένας φυτὸν εἰμί.
我们将首先为你编织一顶低矮莲花做成的花冠,挂在遮阴的悬铃木上,亦将首先用银瓶盛装流动的香膏,滴洒在遮阴的悬铃木下;树皮上将刻写下文字,(以便行经于此的人得以朗读,)用多利亚方言写着:敬重我吧,我是海伦之树。
§18.49χαίροις ὦ νύμφα, χαίροις εὐπένθερε γαμβρέ.
祝你幸福,新娘;祝你幸福,拥有显赫岳父的新郎。
§18.50Λατὼ μὲν δοίη, Λατὼ κουροτρόφος ὔμμιν §18.51εὐτεκνίαν, Κύπρις δέ, θεὰ Κύπρις ἶσον ἔρασθαι §18.52ἀλλάλων, Ζεὺς δέ, Κρονίδας Ζεὺς ἄφθιτον ὄλβον, §18.53ὡς ἐξ εὐπατριδᾶν εἰς εὐπατρίδας πάλιν ἔνθῃ.
愿勒托,那育儿的勒托,赐予你们子嗣昌盛;愿塞浦路斯的神,塞浦路斯女神赐予你们同等的爱,互相倾慕;愿宙斯,克罗诺斯之子宙斯赐予永恒的福祉,使之能从名门望族再次传至名门后代。
在彼此的胸怀中安睡吧,吐露着爱意与渴望;但切记要在黎明时分醒来。
§18.56νεύμεθα κἄμμες ἐς ὄρθρον, ἐπεί κα πρᾶτος ἀοιδὸς §18.57ἐξ εὐνᾶς κελαδήσῃ ἀνασχὼν εὔτριχα δειράν.
我们也将在清晨归来,当第一名歌手从巢中振起美丽的羽颈唱起歌来。
§18.58Ὑμὴν ὦ Ὑμέναιε, γάμῳ ἐπὶ τῷδε χαρείης.
婚礼之神啊,婚礼之神,愿你因这场婚礼而喜悦!