§17.71Ὣς ἄρα νᾶσος ἔειπεν· ὁ δʼ ὑψόθεν ἔκλαγε φωνᾷ §17.72ἐς τρὶς ἀπὸ νεφέων μέγας αἰετὸς αἴσιος ὄρνις.
岛屿如此说道;而一只巨大的鹰从高空发出声啼鸣,自云端鸣叫了三次,那是一只吉兆之鸟。
§17.73Ζηνός που τόδε σᾶμα.
这无疑是宙斯的征兆。
Διὶ Κρονίωνι μέλοντι §17.74αἰδοῖοι βασιλῆες· ὁ δʼ ἔξοχος, ὅν κε φιλήσῃ §17.75γεινόμενον τὰ πρῶτα· πολὺς δέ οἱ ὄλβος ὀπαδεῖ,
克罗诺斯之子宙斯所关切的,乃是备受尊崇的王们;而他所钟爱的王,在刚诞生之时便受到眷顾者,则是最出类拔萃的;无数的福乐伴随着他,他统治着广袤的大地,也统治着辽阔的海洋。
§17.76πολλᾶς δὲ κρατέει γαίας, πολλᾶς δὲ θαλάσσας. §17.77μυρίαι ἄπειροί τε καὶ ἔθνεα μυρία φωτῶν §17.78λήιον ἀλδήσκουσιν ὀφελλόμεναι Διὸς ὄμβρῳ· §17.79ἀλλʼ οὔτις τόσα φύει, ὅσα χθαμαλὰ Αἴγυπτος, §17.80Νεῖλος ἀναβλύζων διερὰν ὅτε βώλακα θρύπτει.
无数的大陆和无数的人类部族,在宙斯甘霖的滋润下,使其庄稼茁壮成长;但没有哪片土地能像低平的埃及那样产物丰饶,当尼罗河水涌出、滋润并浸碎了湿润的泥土之时。
§17.81οὐδέ τις ἄστεα τόσσα βροτῶν ἔχει ἔργα δαέντων.
亦无一人拥有如此之多由精通技艺的凡人居住的城镇。
§17.82τρεῖς μέν οἱ πολίων ἑκατοντάδες ἐνδέδμηνται, §17.83τρεῖς δʼ ἄρα χιλιάδες τρισσαῖς ἐπὶ μυριάδεσσι, §17.84δοιαὶ δὲ τριάδες, μετὰ δέ σφισιν ἐννεάδες τρεῖς· §17.85τῶν πάντων Πτολεμαῖος ἀλήνωρ ἐμβασιλεύει.
为他而建的城市,其数有三百座,更有三万加三千之数,还有两组三,以及随之同在的三组九;这一切城池,皆由雄健的托勒密作王统治。
况且,他还将腓尼基、阿拉伯、叙利亚、利比亚以及黑肤埃塞俄比亚人的土地纳入版图。
§17.88Παμφύλοισί τε πᾶσι καὶ αἰχμηταῖς Κιλίκεσσι §17.89σαμαίνει, Λυκίοις τε φιλοπτολέμοισί τε Καρσί, §17.90καὶ νάσοις Κυκλάδεσσιν, ἐπεί οἱ νᾶες ἄρισται §17.91πόντον ἐπιπλώοντι, θάλασσα δὲ πᾶσα καὶ αἶα §17.92καὶ ποταμοὶ κελάδοντες ἀνάσσονται Πτολεμαίῳ.
面对所有的潘菲利亚人和执矛的基利家武士,他发号施令,亦统治着吕基亚人和喜好战争的卡里亚人,以及基克拉泽斯群岛,因为当他航行于深渊之上时,他拥有最优秀的船只,而所有的海洋、陆地以及咆哮的河流,皆在托勒密的支配之下。
众多骑兵和众多持盾的步兵,披挂着闪烁青铜光芒的盔甲,集结在他身旁。
§17.95ὄλβῳ μὲν πάντάς κε καταβρίθοι βασιλῆας· §17.96τόσσον ἐπʼ ἆμαρ ἕκαστον ἐς ἀφνεὸν ἔρχεται οἶκον §17.97πάντοθε.
若论财富,他足以压倒所有的君王;每日皆有如此多的财宝,从四面八方流向他那富庶的宫邸。
λαοὶ δʼ ἔργα περιστέλλουσιν ἕκηλοι.
而百工之民皆在安宁中辛勤于己业。
§17.98οὐ γάρ τις δηίων πολυκήτεα Νεῖλον ὑπερβὰς §17.99πεζὸς ἐν ἀλλοτρίαισι βοὰν ἐστάσατο κώμαις, §17.100οὐδέ τις αἰγιαλόνδε θοᾶς ἐξάλατο ναὸς §17.101θωρηχθεὶς ἐπὶ βουσὶν ἀνάρσιος Αἰγυπτίῃσι·
因为绝无仇敌会跨过那巨兽出没的尼罗河,以步卒之姿在异国的村落中宣示战意;亦无外敌会从疾驰的战船中跃上海岸,披坚执锐去劫掠埃及的牛群。
§17.102τοῖος ἀνὴρ πλατέεσσιν ἐνίδρυται πεδίοισι §17.103ξανθοκόμας Πτολεμαῖος, ἐπιστάμενος δόρυ πάλλειν, §17.104ᾧ ἐπὶ πάγχυ μέλει πατρώια πάντα φυλάσσειν §17.105οἷʼ ἀγαθῷ βασιλῆι, τὰ δὲ κτεατίζεται αὐτός.
如此一位英雄坐镇在那辽阔的平原上,那便是金发的托勒密,深谙挥舞长枪之道,他的全副心思皆在于守护父祖留下的产业,如同贤君一般;而他也亲身开辟出更多的财富与疆土。
§17.106οὐ μὰν ἀχρεῖός γε δόμῳ ἐνὶ πίονι χρυσὸς §17.107μυρμάκων ἅτε πλοῦτος ἀεὶ κέχυται μογεόντων· §17.108ἀλλὰ πολὺν μὲν ἔχοντι θεῶν ἐρικυδέες οἶκοι, §17.109αἰὲν ἀπαρχομένοιο σὺν ἄλλοισιν γεράεσσι, §17.110πολλὸν δʼ ἰφθίμοισι δεδώρηται βασιλεῦσι, §17.111πολλὸν δὲ πτολίεσσι, πολὺν δʼ ἀγαθοῖσιν ἑταίροις.
确实,在那丰庶的宫殿中,黄金绝非无用地如同终日劳作的蚂蚁积聚财富那般,总是堆积如山;相反,神明极为辉煌的殿堂占有了其中的巨大部分,因为他始终将初熟之物连同其他贡礼一同献祭;亦有许多金银赠予了权能的君王们,许多赠予了城邦,许多赠予了高尚的同伴。
§17.112οὐδὲ Διωνύσου τις ἀνὴρ ἱεροὺς κατʼ ἀγῶνας §17.113ἵκετʼ ἐπιστάμενος λιγυρὰν ἀναμέλψαι ἀοιδάν, §17.114ᾧ οὐ δωτίναν ἀντάξιον ὤπασε τέχνας.
亦无一人来到狄奥尼索斯的圣歌竞赛中,只要懂得如何吟唱清脆的歌谣,而不曾得到他赐予配得上其技艺之厚礼的。
τί δὲ κάλλιον ἀνδρί κεν εἴη §17.117ὀλβίῳ ἢ κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἀρέσθαι;
而对于一个富有之人,还有什么能比在凡人中赢取美名更为高尚?
§17.118τοῦτο καὶ Ἀτρείδαισι μένει· τὰ δὲ μυρία τῆνα, §17.119ὅσσα μέγαν Πριάμοιο δόμον κτεάτισσαν ἑλόντες, §17.120ἀέρι πᾳ κέκρυπται, ὅθεν πάλιν οὐκέτι νόστος· §17.121μοῦνος δὲ προτέρων τε καὶ ὧν ἔτι θερμὰ κονία §17.122στειβομένα καθύπερθε ποδῶν ἐκμάσσεται ἴχνη, §17.123ματρὶ φίλᾳ καὶ πατρὶ θυώδεας εἵσατο ναούς· §17.124ἐν δʼ αὐτοὺς χρυσῷ περικαλλέας ἠδʼ ἐλέφαντι §17.125ἵδρυται πάντεσσιν ἐπιχθονίοισιν ἀρωγούς.
此物亦留存于阿特柔斯之子身旁;然而那千万财宝,即他们攻克普里阿摩斯的宏伟宫殿所掠得的一切,皆已消逝在虚无的雾气中,不复得还;唯有他,无论是前代先人,还是那在双脚下被踩踏的温热尘土仍保留着足迹的当世之人中,为其挚爱的母亲和父亲,建起香烟缭绕的神殿;在其殿内,他立起他们由黄金与象牙精雕细琢的极美塑像,作为地上所有凡人的庇护者与相助者。
§17.126πολλὰ δὲ πιανθέντα βοῶν ὅγε μηρία καίει §17.127μησὶ περιπλομένοισιν ἐρευθομένων ἐπὶ βωμῶν, §17.128αὐτός τʼ ἰφθίμα τʼ ἄλοχος, τᾶς οὔτις ἀρείων §17.129νυμφίον ἐν μεγάροισι γυνὰ περιβάλλετʼ ἀγοστῷ, §17.130ἐκ θυμοῦ στέργοισα κασίγνητόν τε πόσιν τε.
他亦焚烧许多肥美的公牛髀肉,在岁月流转中,于赤红的祭坛之上,他与他高贵的妻子皆然,不曾有哪位更贤良的女子,会在宫闺中以双臂搂抱她的新郎,衷心地爱着他,他既是其胞兄,又是其夫君。
§17.131ὧδε καὶ ἀθανάτων ἱερὸς γάμος ἐξετελέσθη, §17.132οὓς τέκετο κρείουσα Ῥέα βασιλῆας Ὀλύμπου· §17.133ἓν δὲ λέχος στόρνυσιν ἰαύειν Ζηνὶ καὶ Ἥρῃ §17.134χεῖρας φοιβήσασα μύροις ἔτι παρθένος Ἶρις.
如此这般,不死神明的圣婚亦告圆满,那些由主宰之母瑞亚所生、作奥林匹斯之王的神明;唯有一处寝榻由处女伊里斯为宙斯与赫拉铺设,供其同眠,她的双手先用香膏洗净,她仍是处女之身。
§17.135χαῖρε ἄναξ Πτολεμαῖε· σέθεν δʼ ἐγὼ ἶσα καὶ ἄλλων §17.136μνάσομαι ἡμιθέων, δοκέω δʼ ἔπος οὐκ ἀπόβλητον §17.137φθέγξομαι ἐσσομένοις·
祝你安康,托勒密君王;而对你,我将等同于对其他半神那样予以颂扬,且我认为,我将向后世之人吐露那决不会被废弃的箴言。
ἀρετήν γε μὲν ἐκ Διὸς αἰτεῦ.
然而,那德行唯当向宙斯祈求。