Humanitext Reader

忒奥克里托斯 · 牧歌 §17.1-17.70

托勒密二世的家系与诞生赞歌

第 24 段,共 44 段 · 希腊语

内容简介

诗人首先颂扬宙斯,继而赞美埃及国王托勒密二世。歌中叙述了其已神化的父母(托勒密一世与贝勒尼基)的美德与恩爱,以及国王本人在科斯岛的诞生。

§17.1Ἐκ Διὸς ἀρχώμεσθα καὶ ἐς Δία λήγετε Μοῖσαι, §17.2ἀθανάτων τὸν ἄριστον ἐπὴν αὐδῶμεν ἀοιδαῖς·
我们从宙斯开始,亦在宙斯结束,缪斯啊,当我们用歌谣颂扬不死神明中最杰出者时。
§17.3ἀνδρῶν δʼ αὖ Πτολεμαῖος ἐνὶ πρώτοισι λεγέσθω §17.4καὶ πύματος καὶ μέσσος· ὁ γὰρ προφερέστατος ἄλλων.
而在凡人之中,且让托勒密首先被提起,也在最后,并在中间;因为他是众人中最杰出者。
§17.5ἥρωες, τοὶ πρόσθεν ἀφʼ ἡμιθέων ἐγένοντο, §17.6ῥέξαντες καλὰ ἔργα σοφῶν ἐκύρησαν ἀοιδῶν· §17.7αὐτὰρ ἐγὼ Πτολεμαῖον ἐπιστάμενος καλὰ εἰπεῖν §17.8ὑμνήσαιμʼ· ὕμνοι δὲ καὶ ἀθανάτων γέρας αὐτῶν.
往昔由半神所生的英雄们,在立下丰功伟业后,遇到了贤明的歌者;然而我,懂得如何用优美的言辞诉说,愿歌颂托勒密;而颂歌也是不死神明自身的荣光。
§17.9Ἴδαν ἐς πολύδενδρον ἀνὴρ ὑλατόμος ἐλθὼν §17.10παπταίνει, παρεόντος ἄδην, πόθεν ἄρξεται ἔργου.
樵夫来到树木茂密的伊达山,环顾四周,眼前林木繁多,不知该从何处着手工作。
§17.11τί πρῶτον καταλέξω;
我当首先诉说何事?
ἐπεὶ πάρα μυρία εἰπεῖν, §17.12οἷσι θεοὶ τὸν ἄριστον ἐτίμησαν βασιλήων.
因为有千万言语可说,神明以此荣耀了诸王中最杰出的一位。
§17.13>Ἐκ πατέρων οἷος μὲν ἔην τελέσαι μέγα ἔργον §17.14Λαγείδας Πτολεμαῖος, ὅτε φρεσὶν ἐγκατάθοιτο §17.15βουλάν, ἃν οὐκ ἄλλος ἀνὴρ οἷός τε νοῆσαι.
承自父祖,他是何等能成就伟业之人,拉戈斯之子托勒密,每当他在心中立下那绝无他人能构想出的计谋之时。
§17.16τῆνον καὶ μακάρεσσι πατὴρ ὁμότιμον ἔθηκεν §17.17ἀθανάτοις, καί οἱ χρύσεος δόμος ἐν Διὸς οἴκῳ §17.18δέδμηται· παρὰ δʼ αὐτὸν Ἀλέξανδρος φίλα εἰδὼς §17.19ἑδριάει, Πέρσαισι βαρὺς θεὸς αἰολομίτρας.
他也是被天父提升到与福乐的不死神明同享尊荣,并在宙斯的府邸中为他建造了黄金宫殿;在他身旁,怀着友好心意的亚历山大并肩而坐,他是戴着华丽头巾的波斯人眼中敬畏的神明。
§17.20ἀντία δʼ Ἡρακλῆος ἕδρα κενταυροφόνοιο §17.21ἵδρυται στερεοῖο τετυγμένα ἐξ ἀδάμαντος· §17.22ἔνθα σὐν ἄλλοισιν θαλίας ἔχει οὐρανίδαισι, §17.23χαίρων υἱωνῶν περιώσιον υἱωνοῖσιν, §17.24ὅττί σφεων Κρονίδης μελέων ἐξείλετο γῆρας, §17.25ἀθάνατοι δὲ καλεῦνται ἑοὶ νέποδες γεγαῶτες.
而在对面,那斩杀肯陶洛斯兽的赫拉克勒斯的宝座已然建立,由坚硬的金刚石造成;他在那里同其他的乾坤之神共享盛宴,为子孙的子孙感到无比欢欣,因为克罗诺斯之子已从他们的肢体上除去了衰老,而他们虽是他的后代,却被称为不死者。
§17.26ἄμφω γὰρ πρόγονός σφιν ὁ καρτερὸς Ἡρακλείδας, §17.27ἀμφότεροι δʼ ἀριθμεῦνται ἐς ἔσχατον Ἡρακλῆα.
因为强壮的赫拉克勒斯后裔是他们共同的祖先,且两人最终都可归宿于赫拉克勒斯的血脉。
§17.28τῷ καὶ ἐπεὶ δαίτηθεν ἴοι κεκορημένος ἤδη §17.29νέκταρος εὐόδμοιο φίλας ἐς δῶμʼ ἀλόχοιο, §17.30τῷ μὲν τόξον ἔδωκεν ὑπωλένιόν τε φαρέτραν, §17.31τῷ δὲ σιδάρειον σκύταλον κεχαραγμένον ὄζοις.
因此,当他(赫拉克勒斯)从盛宴中已然饱足,从宴席离开而前往他挚爱妻子的闺房时,他将弓与腋下的箭袋交予一人,而将满是节瘤的铁棒交予另一人。
§17.32οἱ δʼ εἰς ἀμβρόσιον θάλαμον λευκοσφύρου Ἥβης §17.33ὅπλα καὶ αὐτὸν ἄγουσι γενειήταν Διὸς υἱόν.
他们将这些兵器以及这长着胡须的宙斯之子本人,护送到白皙脚踝的赫柏的香闺中。
§17.34οἵα δʼ ἐν πινυταῖσι περικλειτὰ Βερενίκα §17.35ἔπρεπε θηλυτέραις, ὄφελος μέγα γειναμένοισι.
而在聪慧的女子中,那声名显赫的贝勒尼基是何等出众,她是生养她的父母之大幸!
§17.36τᾷ μὲν Κύπρον ἔχοισα Διώνας πότνια κούρα §17.37κόλπον ἐς εὐώδη ῥαδινὰς ἐσεμάξατο χεῖρας.
对她,那占有塞浦路斯、狄俄涅的高贵女儿,将自己纤细的双手抚上她芬芳的胸膛。
§17.38τῷ οὔπω τινὰ φαντὶ ἁδεῖν τόσον ἀνδρὶ γυναικῶν, §17.39ὅσσόν περ Πτολεμαῖος ἑὴν ἐφίλησεν ἄκοιτιν.
是以人言,妇人之中从未有谁能如此取悦丈夫,正如托勒密爱着他自己的妻子一般。
§17.40ἦ μὰν ἀντεφιλεῖτο πολὺ πλέον· ὧδέ κε παισὶ §17.41θαρσήσας σφετέροισιν ἐπιτρέποι οἶκον ἅπαντα, §17.42ὁππότε κεν φιλέων βαίνῃ λέχος ἐς φιλεούσης.
确实,她得到了远为深厚的回爱;唯其如此,男子方能信赖自己的子嗣,将整个家门托付给他们,当他怀着爱意步入那爱妻的睡榻时。
§17.43ἀστόργου δὲ γυναικὸς ἐπʼ ἀλλοτρίῳ νόος αἰεί, §17.44ῥηίδιοι δὲ γοναί, τέκνα δʼ οὐ ποτεοικότα πατρί.
然而不贞女子的心思总在异人身上,受孕虽易,子嗣却不似父亲。
§17.45κάλλει ἀριστεύουσα θεάων πότνʼ Ἀφροδίτα, §17.46σοὶ τήνα μεμέλητο· σέθεν δʼ ἕνεκεν Βερενίκα §17.47εὐειδὴς Ἀχέροντα πολύστονον οὐκ ἐπέρασεν, §17.48ἀλλά μιν ἁρπάξασα, πάροιθʼ ἐπὶ νῆα κατελθεῖν §17.49κυανέαν καὶ στυγνὸν ἀεὶ πορθμῆα καμόντων, §17.50ἐς ναὸν κατέθηκας, ἑᾶς δʼ ἀπεδάσσαο τιμᾶς.
在女神中因美貌而拔萃的尊贵阿芙洛狄忒啊,她曾是你的关怀;正因着你,那美貌的贝勒尼基才免于渡过那充满哀叹的阿刻戎河,而是你夺去了她,在她走下那黝黑的小船以及那死者们总是憎恶的引渡者之前,便将她安置于你的神殿中,并与她分享你自己的尊荣。
§17.51πᾶσιν δʼ ἤπιος ἥδε βροτοῖς μαλακοὺς μὲν ἔρωτας §17.52προσπνείει, κούφας δὲ διδοῖ ποθέοντι μερίμνας. —
而她对凡人皆温和,吹拂着柔和的爱意,并为渴望之人带去轻松的思虑。
§17.53Ἀργεία κυάνοφρυ, σὺ λαοφόνον Διομήδεα §17.54μισγομένα Τυδῆι τέκες, Καλυδώνιον ἄνδρα, §17.55ἀλλὰ Θέτις βαθύκολπος ἀκοντιστὰν Ἀχιλῆα §17.56Αἰακίδᾳ Πηλῆι, σὲ δʼ αἰχμητὰ Πτολεμαῖε §17.57αἰχμητᾷ Πτολεμαίῳ ἀρίζηλος Βερενίκα.
黑眉的阿耳戈斯妇人啊,你生下了那杀人无数的迪奥墨德斯,与卡吕冬的勇士台丢斯结合;然而那胸怀宽广的忒提斯,为埃阿科斯之子佩琉斯生下了擅长投枪的阿喀琉斯;而你,执矛的托勒密啊,是那光辉显赫的贝勒尼基,为执矛的托勒密所生。
§17.58καί σε Κόως ἀτίταλλε βρέφος νεογιλλὸν ἐόντα, §17.59δεξαμένα παρὰ ματρός, ὅτε πρώταν ἴδες ἀῶ.
当你是初生的婴儿时,科斯岛便抚育了你,从你母亲手中将你接过去,那时你初见黎明的光芒。
§17.60ἔνθα γὰρ Εἰλείθυιαν ἐβώσατο λυσίζωνον §17.61Ἀντιγόνας θυγάτηρ βεβαρημένα ὠδίνεσσιν· §17.62ἡ δέ οἱ εὐμενέοισα παρίστατο, κὰδ δʼ ἄρα πάντων §17.63νωδυνίαν κατέχευε μελῶν· ὁ δὲ πατρὶ ἐοικὼς §17.64παῖς ἀγαπητὸς ἔγεντο.
因为在那里,安提戈涅的女儿被分娩的剧痛所苦,大声呼唤着解开束带的助产女神艾勒提亚;而她心怀善意地守护在她身旁,并在她所有的肢体上倾注了止痛之剂;那孩子生了下来,成了像父亲般可爱的儿子。
Κόως δʼ ὀλόλυξεν ἰδοῖσα, §17.65φᾶ δὲ καθαπτομένα βρέφεος χείρεσσι φίλῃσιν· §17.66Ὄλβιε κοῦρε γένοιο, τίοις δέ με τόσσον, ὅσον περ §17.67Δᾶλον ἐτίμησεν κυανάμπυκα Φοῖβος Ἀπόλλων· §17.68ἐν δὲ μιᾷ τιμᾷ Τρίοπον καταθεῖο κολώναν, §17.69ἶσον Δωριέεεσσι νέμων γέρας ἐγγὺς ἐοῦσιν.
科斯岛见状欢呼起来,用她亲切的手抚摸着婴儿,说道: “愿你成为幸福的孩子,且愿你荣耀我,就如那佩戴深色额带的德洛斯岛曾被福玻斯·阿波罗所荣耀那般;愿你将特里奥皮翁山置于同等的荣耀中,分赐给近邻的多利亚人以同等的特权。
§17.70ἶσον καὶ Ῥήναιαν ἄναξ ἐφίλησεν Ἀπόλλων.
君王阿波罗也曾以同等的爱恋眷顾着雷奈亚。 ”

词汇与语法注释

  1. §17.2ἐπὴν αὐδῶμεν — 连词 ἐπήν(ἐπεί + ἄν)与现在时虚拟语气 αὐδῶμεν 结合,表示一般性条件或反复发生的动作(“每当我们诉说时”)。
  2. §17.13οἷος μὲν ἔην τελέσαι — 关系代词 οἷος(何等之人)在此与不定式 τελέσαι(能成就)连用,引导表示能力或品质的间接疑问句。
  3. §17.23υἱωνῶν περιώσιον υἱωνοῖσιν — 名词 υἱωνός(孙、后代)的不同格(属格 υἱωνῶν 与与格 υἱωνοῖσιν)并置,强调了赫拉克勒斯对其跨越世代的子孙后代的极大欣喜。
  4. §17.40ὧδέ κε... ἐπιτρέποι — 希求语气 ἐπιτρέποι 与语气词 κε(即 ἄν)连用,表示潜在性或可能性(“唯其如此,他方能信赖并托付”),以此描绘基于相互信任的理想家庭关系。

引用这一段

忒奥克里托斯, 牧歌 §17.1-17.70. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0005.tlg001.humanitext-grc2:17.1-17.70

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。