Humanitext Reader

忒奥克里托斯 · 牧歌 §16.1-16.52

感叹世人怠慢诗人与诗歌赋予的不朽名声

第 22 段,共 44 段 · 希腊语

内容简介

诗人感叹诗歌本是用来歌颂神明与英雄的,然而当世之人却因贪婪而轻视歌者。随后,他以色萨利贵族以及史诗英雄为例,阐明他们若非得到西摩尼得斯与荷马等诗人的歌颂便会湮没无闻,以此论证诗歌具有赋予人永恒名声的力量。

§16.1αἰεὶ τοῦτο Διὸς κούραις μέλει, αἰὲν ἀοιδοῖς, §16.2ὑμνεῖν ἀθανάτους, ὑμνεῖν ἀγαθῶν κλέα ἀνδρῶν.
这始终是宙斯诸女儿的关怀,也始终是歌手们的关怀:歌颂神明,歌颂善人的光荣。
§16.3Μοῦσαι μὲν θεαὶ ἐντί, θεοὺς θεαὶ ἀείδοντι· §16.4ἄμμες δὲ βροτοὶ οἵδε, βροτοὺς βροτοὶ ἀείδωμεν.
缪斯们确是女神,身为女神她们歌颂神明;而我们是凡人,身为凡人,就让我们凡人来歌颂凡人。
§16.5τίς γὰρ τῶν ὁπόσοι γλαυκὰν ναίουσιν ὑπʼ ἀῶ §16.6ἡμετέρας Χάριτας πετάσας ὑποδέξεται οἴκῳ §16.7ἀσπασίως, οὐδʼ αὖθις ἀδωρήτους ἀποπέμψει;
因为在灰色黎明之下居住的众人之中,有谁会敞开家门,欣然迎接我们的美惠三女神,而不让她们两手空空地离去?
§16.8αἱ δὲ σκυζόμεναι γυμνοῖς ποσὶν οἴκαδʼ ἴασι, §16.9πολλά με τωθάζοισαι, ὅ τʼ ἀλιθίαν ὁδὸν ἦνθον, §16.10ὀκνηραὶ δὲ πάλιν κενεᾶς ἐν πυθμένι χηλοῦ §16.11ψυχροῖς ἐν γονάτεσσι κάρη μίμνοντι βαλοῖσαι, §16.12ἔνθʼ αἰεί σφισιν ἕδρα, ἐπὴν ἄπρηκτοι ἵκωνται.
而她们则面带愠色,赤着脚走回家去,一路上不停地嘲笑我,笑我走了一趟徒劳的路程,当她们一无所获地归来时,便又缩回到空无一物的箱底,把头埋在冰冷的膝盖上,那里向来是她们落寞的居所。
§16.13τίς τῶν νῦν τοιόσδε;
如今的人中,谁是这样的人?
τίς εὖ εἰπόντα φιλήσει;
谁会喜爱赞美他的人?
§16.14οὐκ οἶδʼ·
我不知道。
οὐ γὰρ ἔτʼ ἄνδρες ἐπʼ ἔργμασιν ὡς πάρος ἐσθλοῖς §16.15αἰνεῖσθαι σπεύδοντι, νενίκηνται δʼ ὑπὸ κερδέων.
因为人们不再像从前那样,渴望因高尚的事迹而获得赞美,而是已被贪欲征服。
§16.16πᾶς δʼ ὑπὸ κόλπῳ χεῖρας ἔχων πόθεν οἴσεται ἀθρεῖ §16.17ἄργυρον, οὐδέ κεν ἰὸν ἀποτρίψας τινὶ δοίη, §16.18ἀλλʼ εὐθὺς μυθεῖται· ἀπωτέρω ἢ γόνυ κνάμα· §16.19αὐτῷ μοί τι γένοιτο· θεοὶ τιμῶσιν ἀοιδούς.
每个人都把手揣在怀里,盯着从哪里可以捞取银两,甚至连擦掉锈迹分给别人一点都不肯,反而立刻说道: ‘小腿比膝盖远;让我自己先得利吧;神明自会尊崇歌手。
§16.20τίς δέ κεν ἄλλου ἀκούσαι;
谁还会去听别人的歌?
ἅλις πάντεσσιν Ὁμηρος.
对所有人来说荷马就已经足够了。
§16.21οὗτος ἀοιδῶν λῷστος, ὃς ἐξ ἐμεῦ οἴσεται οὐδέν.
那个不从我这里拿走任何东西的人,才是最优秀的歌手。
§16.22δαιμόνιοι, τί δὲ κέρδος ὁ μυρίος ἔνδοθι χρυσὸς §16.23κείμενος;
’ 执迷不悟的人啊,藏在屋里的无尽黄金有什么用处?
οὐχ ἅδε πλούτου φρονέουσιν ὄνασις, §16.24ἀλλὰ τὸ μὲν ψυχᾷ, τὸ δὲ καί τινι δοῦναι ἀοιδῶν· §16.25πολλοὺς δʼ εὖ ἔρξαι παῶν, πολλοὺς δὲ καὶ ἄλλων §16.26ἀνθρώπων, αἰεὶ δὲ θεοῖς ἐπιβώμια ῥέζειν, §16.27μηδὲ ξεινοδόκον κακὸν ἔμμεναι, ἀλλὰ τραπέζῃ §16.28μειλίξαντʼ ἀποπέμψαι, ἐπὴν ἐθέλωντι νέεσθαι, §16.29Μουσάων δὲ μάλιστα τίειν ἱεροὺς ὑποφήτας, §16.30ὄφρα καὶ εἰν Ἀίδαο κεκρυμμένος ἐσθλὸς ἀκούσῃς, §16.31μηδʼ ἀκλεὴς μύρηαι ἐπὶ ψυχροῦ Ἀχέροντος, §16.32ὡσεί τις μακέλᾳ τετυλωμένος ἔνδοθι χεῖρας §16.33ἀχὴν ἐκ πατέρων πενίην ἀκτήμονα κλαίων.
对于有理智的人来说,那绝非财富的真正享受;相反,一部分应该用来娱乐自己的灵魂,另一部分应该分给歌者中的某人;去善待许多亲族,也善待许多外人,并且始终在神明的祭坛上献祭,不要做苛待客人的主人,而是在餐桌上款待他们,当他们想要离去时便送他们上路,尤其是要尊崇缪斯神圣的传言者,这样,即使你被埋葬在哈德斯的阴间,也能听到自己被称为高尚之人,而不至于在冰冷的阿刻戎河畔无名无誉地哭泣,就像某个双手因铁锹而磨出老茧的人,哀叹着从祖先那里继承来的、一无所有的贫困。
§16.34πολλοὶ ἐν Ἀντιόχοιο δόμοις καὶ ἄνακτος Ἀλεύα §16.35ἁρμαλιὴν ἔμμηνον ἐμετρήσαντο πενέσται· §16.36πολλοὶ δὲ Σκοπάδῃσιν ἐλαυνόμενοι ποτὶ σακοὺς §16.37μόσχοι σὺν κεραῇσιν ἐμυκήσαντο βόεσσι, §16.38μυρία δʼ ἀμπεδίον Κραννώνιον ἐνδιάασκον §16.39ποιμένες ἔκκριτα μῆλα φιλοξείνοισι Κρεώνδαις· §16.40ἀλλʼ οὔ σφιν τῶν ἦδος, ἐπεὶ γλυκὺν ἐξεκένωσαν §16.41θυμὸν ἐς εὐρεῖαν σχεδίαν στυγνοῦ Ἀχέροντος, §16.42ἄμναστοι δὲ τὰ πολλὰ καὶ ὄλβια τῆνα λιπόντες §16.43δειλοῖς ἐν νεκύεσσι μακροὺς αἰῶνας ἔκειντο, §16.44εἰ μὴ κεῖνος ἀοιδὸς ὁ Κήιος αἰόλα φωνέων §16.45βάρβιτον ἐς πολύχορδον ἐν ἀνδράσι θῆκʼ ὀνομαστοὺς §16.46ὁπλοτέροις, τιμᾶς δὲ καὶ ὠκέες ἔλλαχον ἵπποι, §16.47οἵ σφισιν ἐξ ἱερῶν στεφανηφόροι ἦλθον ἀγώνων.
在安条克和阿勒瓦斯国王的宫殿里,曾有许多农奴领取着他们每月的口粮;在司科帕斯家族那里,许多牛犊伴着长角的母牛,被赶往牛栏时发出哞哞的叫声;牧人们也为款待客人的克瑞翁家族,在克兰农平原上放牧着无数精选的羊群;然而,一旦他们把甜蜜的生命倾注到阴冷阿刻戎河宽阔的渡船上,这些东西对他们就毫无益处,他们会遗忘一切,留下那无尽的财富,在悲惨的死者中躺过漫长的岁月,若不是那位凯奥斯岛的歌手用他多弦的里拉琴奏出变幻的曲调,使他们在后世子孙中名声显赫;甚至连那些在神圣竞技中为他们赢回花冠的骏马,也分得了荣耀。
§16.48τίς δʼ ἂν ἀριστῆας Λυκίων ποτέ, τίς κομόωντας §16.49Πριαμίδας ἢ θῆλυν ἀπὸ χροιᾶς Κύκνον ἔγνω,
若不是歌手们歌唱前人的战役,谁曾知晓吕基亚的勇士们,谁曾知晓长发的普里阿摩斯诸子,或是肤白如女子的库克诺斯?
§16.50εἰ μὴ φυλόπιδας προτέρων ὕμνησαν ἀοιδοί;
若不是歌手们歌唱前人的战役?
§16.51οὐδʼ Ὀδυσεὺς ἑκατόν τε καὶ εἴκοσι μῆνας ἀλαθεὶς §16.52πάντας ἐπʼ ἀνθρώπους, Ἀίδαν τʼ εἰς ἔσχατον ἐλθὼν
还有奥德修斯,他在众生中漂泊了一百二十个月,并去往了最深处的阴间,

词汇与语法注释

  1. 16.6ἡμετέρας Χάριτας — 被人格化的“美惠女神”(Charites)在此象征诗人创作的诗篇。
  2. 16.18ἀπωτέρω ἢ γόνυ κνάμα — 希腊谚语,意为“小腿比膝盖远”,相当于“凡事以自己为先”或“人不为己天诛地灭”,在此用于讽刺当时人们极度的自私与贪婪。
  3. 16.34πολλοὶ ἐν Ἀντιόχοιο δόμοις — 第34-39行提及的名字(安条克、阿勒瓦斯、司科帕斯、克瑞翁等)均为色萨利显赫的贵族家族,他们曾赞助诗人西摩尼得斯,在此作为因诗歌而获得永恒名声的范例被引入。
  4. 16.44ὁ Κήιος — “凯奥斯人”指凯奥斯岛的抒情诗人西摩尼得斯(公元前6-5世纪),他曾为色萨利的贵族创作胜利颂诗和哀歌,确保了他们的历史记忆。
  5. 16.51οὐδʼ Ὀδυσεὺς — 第51行的否定词 οὐδέ 延续了第48行由 τίς 引入的虚拟/非事实条件推论(“谁曾知晓……”),暗示若非史诗的传唱,奥德修斯同样将湮没无闻。

引用这一段

忒奥克里托斯, 牧歌 §16.1-16.52. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0005.tlg001.humanitext-grc2:16.1-16.52

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。