Humanitext Reader

忒奥克里托斯 · 牧歌 §15.72-15.149

宫内观赏织锦与聆听阿多尼斯赞歌

第 21 段,共 44 段 · 希腊语

内容简介

普拉克西诺娅和戈尔戈挤进王宫,赞叹精美的刺绣与阿多尼斯的塑像。随后,她们聆听了女歌手赞美阿多尼斯的动人歌谣,并为了安抚家中的丈夫而匆匆赶路回家。

§15.72οὐκ ἐπʼ ἐμὶν μέν, ὅμως δὲ φυλαξεῦμαι·
“我不是故意的,但尽管如此,我会小心的。
§15.72bὄχλος ἄθρως.
” “好拥挤的人群。
§15.73ὠθεῦνθʼ ὥσπερ ὕες.
” “他们像猪一样挤来挤去。
§15.73bθάρσει γύναι· ἐν καλῷ εἰμές.
” “别怕,夫人;我们安全了。
§15.74κεἰς ὥρας κἤπειτα φίλʼ ἀνδρῶν ἐν καλῷ εἴης §15.75ἄμμε περιστέλλων.
” “愿明年以及此后,亲切的好心人,您都能事事如意,因为您保护了我们。
χρηστῶ κᾠκτίρμονος ἀνδρός.
真是个善良又慈悲的人啊!
§15.76φλίβεται Εὐνόα ἇμιν· ἄγʼ ὦ δειλὰ τὺ βιάζευ.
” “优诺娅被挤扁了;快点,你这胆小鬼,挤进去!
§15.77κάλλιστʼ· ἔνδοι πᾶσαι, ὁ τὰν νυὸν εἶπʼ ἀποκλᾴξας.
” “妙极了,全都进来了,正如那个锁上新娘房门的人所说的那样。
§15.78Πραξινόα, πόταγʼ ὧδε.
” “普拉克西诺娅,到这儿来。
τὰ ποικίλα πρᾶτον ἄθρησον, §15.79λεπτὰ καὶ ὡς χαρίεντα· θεῶν περονάματα φασεῖς.
先瞧瞧这些五彩斑斓的刺绣,多么纤细、多么迷人;你简直会说这是神明的衣裳。
§15.80πότνιʼ Ἀθαναία, ποῖαί σφʼ ἐπόνασαν ἔριθοι, §15.81ποῖοι ζῳογράφοι τἀκριβέα γράμματʼ ἔγραψαν.
” “主宰阿西娜女神啊,是怎样的织女织出了它们,又是怎样的画家画出了这般逼真的图案。
§15.82ὡς ἔτυμʼ ἑστάκαντι, καὶ ὡς ἔτυμʼ ἐνδινεῦντι, §15.83ἔμψυχʼ, οὐκ ἐνυφαντά.
它们站着是多么真实,转动起来又是多么逼真,栩栩如生,不像是织出来的!
σοφόν τοι χρῆμʼ ὥνθρωπος.
人真是有智慧的生灵啊。
§15.84αὐτὸς δʼ ὡς θαητὸς ἐπʼ ἀργυρέας κατάκειται §15.85κλισμῶ, πρᾶτον ἴουλον ἀπὸ κροτάφων καταβάλλων, §15.86ὁ τριφίλητος Ἄδωνις, ὃ κἠν Ἀχέροντι φιλεῖται.
” “而他本人,多么令人赞叹,正躺在银色的榻上,鬓角刚刚长出第一缕柔细的胡须,那深受钟爱的阿多尼斯,纵在阿刻戎阴间也饱受怜爱。
§15.87παύσασθʼ ὦ δύστανοι, ἀνάνυτα κωτίλλοισαι §15.88τρυγόνες.
” “快闭嘴吧,你们这些可怜的女人,没完没了地唠叨,像斑鸠一样。
ἐκκναισεῦντι πλατειάσδοισαι ἅπαντα.
用那一口宽阔的方言把大家都烦透了。
§15.89μᾶ, πόθεν ὥνθρωπος;
” “哎呀,这个人是从哪儿冒出来的?
τί δὲ τίν, εἰ κωτίλαι εἰμές;
我们爱唠叨,关你什么事?
§15.90πασάμενος ἐπίτασσε.
等你买了我们再来发号施令吧。
Συρακοσίαις ἐπιτάσσεις;
你竟敢命令叙拉古的女人?
§15.91ὡς δʼ εἰδῇς καὶ τοῦτο· Κορίνθιαι εἰμὲς ἄνωθεν, §15.92ὡς καὶ ὁ Βελλεροφῶν·
也让你知道这一点:我们祖上是科林斯人,就像贝勒罗丰一样。
Πελοποννασιστὶ λαλεῦμες· §15.93δωρίσδεν δʼ ἔξεστι δοκῶ τοῖς Δωριέεσσι.
我们说的是伯罗奔尼撒方言;我想,多利亚人说多利亚方言是理所当然的。
§15.94μὴ φύη Μελιτῶδες ὃς ἁμῶν καρτερὸς εἴη, §15.95πλὰν ἑνός.
但愿除了那一位之外,再没有谁能主宰我们。
οὐκ ἀλέγω.
除了他,我谁也不在乎。
μή μοι κενεὰν ἀπομάξῃς.
别白费口舌来训斥我。
§15.96σιγᾷ Πραξινόα·
” “安分点,普拉克西诺娅。
μέλλει τὸν Ἄδωνιν ἀείδειν §15.97ἁ τᾶς Ἀργείας θυγάτηρ πολύιδρις ἀοιδός, §15.98ἅτις καὶ πέρυσιν τὸν ἰάλεμον ἀρίστευσε.
她要开始唱阿多尼斯之歌了,就是那个阿尔戈斯女人的女儿,那个极有才华的女歌手,她去年也因其哀歌而获得大奖。
§15.99φθεγξεῖταί τι σάφʼ οἶδα καλόν· διαθρύπτεται ἤδη.
她一定会唱出美妙的歌声,我敢肯定;瞧她已经在摆姿势了。
§15.100δέσποινʼ, ἃ Γολγώς τε καὶἸδάλιον ἐφίλασας §15.101αἰπεινάν τʼ Ἐρύκαν, χρυσῷ παίζοισʼ Ἀφροδίτα· §15.102οἷόν τοι τὸν Ἄδωνιν ἀπʼ ἀενάω Ἀχέροντος §15.103μηνὶ δυωδεκάτῳ μαλακαὶ πόδας ἄγαγον Ὧραι.
” “女主人啊,您钟爱高尔戈伊和伊达里翁以及险峻的埃律克斯,戏弄黄金的阿佛洛狄忒;在第十二个月,温柔步态的时序女神们,从源源不断的阿刻戎将阿多尼斯带回。
§15.104βάρδισται μακάρων Ὧραι φίλαι, ἀλλὰ ποθειναὶ §15.105ἔρχονται πάντεσσι βροτοῖς αἰεί τι φορεῦσαι.
神明中唯有时序女神最是步履迟缓,但她们又是多么令人期盼,她们总会给凡人带来某些赏赐。
§15.106Κύπρι Διωναία, τὺ μὲν ἀθανάταν ἀπὸ θνατᾶς, §15.107ἀνθρώπων ὡς μῦθος, ἐποίησας Βερενίκαν, §15.108ἀμβροσίαν ἐς στῆθος ἀποστάξασα γυναικός· §15.109τὶν δὲ χαριζομένα, πολυώνυμε καὶ πολύναε, §15.110ἁ Βερενικεία θυγάτηρ Ἑλένᾳ εἰκυῖα §15.111Ἀρσινόα πάντεσσι καλοῖς ἀτιτάλλει Ἄδωνιν.
狄奥内特的女嗣库普里斯啊,正如世间传说的那样,您将凡人贝雷尼科提升为不死的神明,将神圣的甘露滴入了她的胸膛;为了取悦您,这拥有无数名号与神殿的女神,贝雷尼科那美如海伦的女儿阿尔西诺伊,正用一切美好的事物供奉着阿多尼斯。
§15.112πὰρ μέν οἱ ὥρια κεῖται, ὅσα δρυὸς ἄκρα φέρονται, §15.113πὰρ δʼ ἁπαλοὶ κᾶποι πεφυλαγμένοι ἐν ταλαρίσκοις §15.114ἀργυρέοις, Συρίω δὲ μύρω χρύσειʼ ἀλάβαστρα.
在他身旁放着应季的水果,凡是树梢上生长的,还有放在银色小篮子里悉心呵护的柔嫩花草,以及盛放叙利亚香膏的黄金香瓶。
§15.115εἴδατα δʼ ὅσσα γυναῖκες ἐπὶ πλαθάνω πονέονται, §15.116ἄνθεα μίσγοισαι λευκῷ παντοῖα μαλεύρῳ, §15.117ὅσσά τʼ ἀπὸ γλυκερῶ μέλιτος τά τʼ ἐν ὑγρῷ ἐλαίῳ, §15.118πάντʼ αὐτῷ πετεηνὰ καὶ ἑρπετὰ τεῖδε πάρεστι.
还有妇女们在案板上辛苦制作的面食,将各式花朵掺入白面粉中,以及用甜美的蜂蜜和流动的油脂做成的糕点,各种飞禽走兽的形状都在这里呈现。
§15.119χλωραὶ δὲ σκιάδες μαλακῷ βρίθοντι ἀνήθῳ §15.120δέδμανθʼ· οἱ δέ τε κῶροι ὑπερπωτῶνται Ἔρωτες, §15.121οἷοι ἀηδονιδῆες ἀεξομενᾶν ἐπὶ δένδρων §15.122πωτῶνται πτερύγων πειρώμενοι ὄζον ἀπʼ ὄζω.
翠绿的凉棚里垂挂着柔嫩、繁茂的小茴香,层层搭起;而在上空飞舞着年幼的爱神,如同树枝上新生的小夜莺,在枝桠间飞来飞去,试练它们的翅膀。
§15.123ὢ ἔβενος, ὢ χρυσός, ὢ ἐκ λευκῶ ἐλέφαντος §15.124αἰετοὶ οἰνοχόον Κρονίδᾳ Διὶ παῖδα φέροντες.
啊,乌木! 啊,黄金! 啊,用洁白象牙雕刻的雄鹰将斟酒的少年送往克洛诺斯之子宙斯身旁的雕像!
§15.125πορφύρεοι δὲ τάπητες ἄνω μαλακώτεροι ὕπνω, §15.126ἁ Μίλατος ἐρεῖ χὡ τὰν Σαμίαν κάτα βόσκων· §15.127ἔστρωται κλίνα τῷ Ἀδώνιδι τῷ καλῷ ἄλλα.
上方铺着比睡眠还要柔软的紫色织毯,密里都人和在萨摩斯放牧的人都会这么说: “已为美丽的阿多尼斯铺好了另一张软榻。
§15.128τὰν μὲν Κύπρις ἔχει, τὰν δʼ ὁ ῥοδόπαχυς Ἄδωνις §15.129ὀκτωκαιδεκέτης ἢ ἐννεακαίδεχʼ ὁ γαμβρός.
” 一侧由库普里斯占着,另一侧则是蔷薇般臂膀的阿多尼斯,这十八九岁的年轻新郎。
§15.130οὐ κεντεῖ τὸ φίλαμʼ, ἔτι οἱ περὶ χείλεα πυρρά.
他的吻并不刺人,他的唇边还带着红润的柔毛。
§15.131νῦν μὰν Κύπρις ἔχοισα τὸν αὐτᾶς χαιρέτω ἄνδρα· §15.132ἀῶθεν δʼ ἁμές νιν ἅμα δρόσῳ ἀθρόαι ἔξω §15.133οἰσεῦμες ποτὶ κύματʼ ἐπʼ ἀιόνι πτύοντα, §15.134λύσασαι δὲ κόμαν καὶ ἐπὶ σφυρὰ κόλπον ἀνεῖσαι §15.135στήθεσι φαινομένοις λιγυρᾶς ἀρξώμεθʼ ἀοιδᾶς· §15.136Ἕρπεις ὦ φίλʼ Ἄδωνι καὶ ἐνθάδε κεἰς Ἀχέροντα §15.137ἡμιθέων, ὡς φαντί, μονώτατος.
现在,库普里斯怀抱着她的丈夫,尽情欢愉吧;明朝破晓时,我们将伴着露水,一同走到室外,将他抬到拍打着海岸的波涛前,解开我们的发髻,让衣襟垂垂落至足踝,袒露出胸口,开始唱起清脆的歌谣: “你来临了,亲爱的阿多尼斯,无论在此处还是在阿刻戎,在众半神中,正如人们所说,唯有你是如此。
οὔτʼ Ἀγαμέμνων §15.138τοῦτʼ ἔπαθʼ, οὔτʼ Αἴας ὁ μέγας βαρυμάνιος ἥρως, §15.139οὔθʼ Ἕκτωρ Ἑκάβας ὁ γεραίτερος εἴκατι παίδων, §15.140οὐ Πατροκλῆς, οὐ Πύρρος ἀπὸ Τροίας ἐπανελθών, §15.141οὔθʼ οἱ ἔτι πρότερον Λαπίθαι καὶ Δευκαλίωνες, §15.142οὐ Πελοπηιάδαι τε καὶ Ἄργεος ἄκρα Πελασγοί·
即便是阿伽门农未曾享有这般待遇,伟大的、怒火冲天的大英雄埃阿斯也没有,赫卡柏二十个儿子中的长子赫克托尔也没有,还有帕特罗克洛斯,以及从特洛伊归来的皮鲁斯也没有,更不用说更早时期的拉皮泰人,和德乌卡利翁们,还有佩洛普斯的后裔,以及阿尔戈斯的高贵佩拉斯吉人。
§15.143ἵλαθι νῦν φίλʼ Ἄδωνι, καὶ ἐς νέωτʼ εὐθυμήσαις.
施恩吧,亲爱的阿多尼斯,并在明年让我们欢欣。
§15.144καὶ νῦν ἦνθες Ἄδωνι, καὶ ὅκκʼ ἀφίκῃ, φίλος ἡξεῖς.
如今你已来临,阿多尼斯,待你下次再来,依然是受人爱戴的旅人。
§15.145Πραξινόα, τὸ χρῆμα σοφώτερον ἁ θήλεια.
” 普拉克西诺娅,女人真是聪明伶俐的生灵啊。
§15.146ὀλβία ὅσσα ἴσατι, πανολβία ὡς γλυκὺ φωνεῖ.
她懂得这么多,真是幸福;能唱得如此甜美,更是无比幸福。
§15.147ὥρα ὅμως κεἰς οἶκον.
不过,该回家了。
ἀνάριστος Διοκλείδας.
迪奥克莱达斯还没吃午饭呢。
§15.148χὡνὴρ ὄξος ἅπαν, πεινᾶντι δὲ μηδὲ ποτένθῃς.
那男人简直像一坛醋;他挨饿的时候,你连碰都不要碰他。
§15.149χαῖρε Ἄδων ἀγαπητέ· καὶ ἐς χαίροντας ἀφίκευ.
再见,亲爱的阿多尼斯;愿你下次来临,我们依然欢欣。 ”

词汇与语法注释

  1. §15.74εἴης ... περιστέλλων — εἴης 是表示愿望的现在时祈愿语气第二人称单数。现在分词 περιστέλλων(“保护”)作伴随分词,表示原因或手段(“因为保护了我们”)。
  2. §15.77ὁ τὰν νυὸν εἶπʼ ἀποκλᾴξας — 定冠词 ὁ 连同不定过去时分词 ἀποκλᾴξας(“锁在外面”)构成名词性主语(“锁上门的人”),此指关于愚蠢新郎的希腊谚语。
  3. §15.82ἑστάκαντι — 多利亚方言的现在完成时第三人称复数,相当于雅典方言的 ἑστᾶσι,表示现在的状态(“站立着”)。伴随中性复数宾格的副词性用法 ἔτυμʼ(“真实地”)。
  4. §15.94μὴ φύη ... ὃς ἁμῶν καρτερὸς εἴη — μὴ φύη 是表示愿望的不定过去时祈愿语气第三人称单数(“愿不出现”)。关系从句中的 εἴη 亦使用祈愿语气,属于受主句祈愿语气同化(optative attraction)的现象。

引用这一段

忒奥克里托斯, 牧歌 §15.72-15.149. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0005.tlg001.humanitext-grc2:15.72-15.149

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。