§15.1ἔνδοι Πραξινόα;
普拉克西诺娅在吗?
§15.1bΓοργοῖ φίλα, ὡς χρόνῳ.
亲爱的戈尔戈,真是久违了。
ἔνδοι.
在家的。
§15.2θαῦμʼ ὅτι καὶ νῦν ἦνθες.
真是奇迹,你现在竟然来了。
ὅρη δίφρον Εὐνόα αὐτῇ.
优诺娅,给她搬把椅子。
§15.3ἔμβαλε καὶ ποτίκρανον.
再放个靠垫。
§15.3bἔχει κάλλιστα.
这样好极了。
§15.3cκαθίζευ.
坐吧。
§15.4ὢ τᾶς ἀλεμάτω ψυχᾶς·
哎呀,我这没用的魂魄呀!
μόλις ὔμμιν ἐσώθην §15.5Πραξινόα πολλῶ μὲν ὄχλω, πολλῶν δὲ τεθρίππων.
我好不容易才保住性命到你这里来,普拉克西诺娅,穿过那么多的人群,那么多的四驾战车。
§15.6παντᾷ κρηπῖδες, παντᾷ χλαμυδηφόροι ἄνδρες· §15.7ἁ δʼ ὁδὸς ἄτρυτος· τὺ δʼ ἑκαστάτω ὅσσον ἀποικεῖς.
到处是军靴,到处是披着斗篷的汉子;道路也无穷无尽;而你住得竟是如此之远。
§15.8ταῦθʼ ὁ πάραρος τῆνος ἐπʼ ἔσχατα γᾶς ἔλαβʼ ἐνθὼν §15.9ἰλεόν, οὐκ οἴκησιν, ὅπως μὴ γείτονες ὦμες §15.10ἀλλάλαις, ποτʼ ἔριν, φθονερὸν κακόν, αἰὲν ὁμοῖος.
我那疯疯癫癫的男人,跑到地角天涯找了这么一个洞穴,根本不是住处,就为了不让我们做邻居,故意作对,这嫉妒的坏东西,永远是那个样子。
不要这样说你的丈夫迪孔,亲爱的,小家伙就在跟前呢。
ὅρη γύναι, ὡς ποθορῇ τυ.
瞧,女人,他是怎么盯着你的。
§15.13θάρσει Ζωπυρίων, γλυκερὸν τέκος· οὐ λέγει ἀπφῦν.
别怕,佐皮里翁,甜心,妈妈不是在说爸爸。
§15.14αἰσθάνεται τὸ βρέφος, ναὶ τὰν πότνιαν.
孩子听懂了呢,凭着女主人起誓!
§15.14bκαλὸς ἀπφῦς.
好爸爸。
§15.15ἀπφῦς μὰν τῆνος τὰ πρόαν (λέγομες δὲ πρόαν θην §15.16πάντα) νίτρον καὶ φῦκος ἀπὸ σκανᾶς ἀγοράσδων §15.17ἦνθε φέρων ἅλας ἄμμιν, ἀνὴρ τρισκαιδεκάπηχυς.
那天那个爸爸(我们反正管什么都叫“那天”)从货摊上买碳酸钠和胭脂红,却给我们带回了盐,这个十三肘高的大蠢汉!
§15.18χὡμὸς ταὐτᾷ ἔχει, φθόρος ἀργυρίω, Διοκλείδας· §15.19ἑπταδράχμως κυνάδας, γραιᾶν ἀποτίλματα πηρᾶν, §15.20πέντε πόκως ἔλαβʼ ἐχθές, ἅπαν ῥύπον, ἔργον ἐπʼ ἔργῳ.
我家那个也是同样德行,一个败家子,迪奥克莱达斯;昨天他花了七德拉克马买了五团羊毛,简直就是狗毛,老太婆破布袋上揪下来的碎屑,全是脏土,纯粹是添乱。
§15.21ἀλλʼ ἴθι τὠμπέχονον καὶ τὰν περονατρίδα λάζευ.
好了,拿上你的斗篷,穿上你的别针长裙。
§15.22βᾶμες τῶ βασιλῆος ἐς ἀφνειῶ Πτολεμαίω §15.23θασόμεναι τὸν Ἄδωνιν· ἀκούω χρῆμα καλόν τι §15.24κοσμεῖν τὰν βασίλισσαν.
我们去富有的普托勒迈奥斯王宫,去观看阿多尼斯;我听说王后正布置一件极为美丽的东西。
§15.24bἐν ὀλβίω ὄλβια πάντα.
富贵人家样样富贵。
§15.25ὧν ἴδες, ὧν εἶπες καὶ ἰδοῖσα τὺ τῷ μὴ ἰδόντι.
你见过了,便可以向那些没见过的人述说你所见到的。
§15.26ἕρπειν ὥρα κʼ εἴη.
确实该动身了。
§15.26bἀεργοῖς αἰὲν ἑορτά.
懒汉总嫌节日多。
αἱ γαλέαι μαλακῶς χρῄζοντι καθεύδειν·
猫儿们倒想舒舒服服地睡觉呢。
§15.29κινεῦ δή, φέρε θᾶσσον ὕδωρ.
快动动,快把水拿来!
ὕδατος πρότερον δεῖ.
我先需要水。
§15.30ἁ δὲ σμᾶμα φέρει.
她倒拿了肥皂来。
δὸς ὅμως.
拿来吧。
μὴ δὴ πολὺ ἄπληστε.
别放那么多,你这个贪婪的丫头!
§15.31ἔγχει ὕδωρ.
倒水吧。
δύστανε, τί μευ τὸ χιτώνιον ἄρδεις;
你这个倒霉孩子,怎么把我的内衣都泼湿了?
§15.32παῦε.
停下。
ὁκοῖα θεοῖς ἐδόκει, τοιαῦτα νένιμμαι.
神明保佑,我总算洗好了。
§15.33ἁ κλᾲξ τᾶς μεγάλας πᾷ λάρνακος;
大箱子的钥匙在哪儿?
ὧδε φέρʼ αὐτάν.
拿到这儿来。
§15.34Πραξινόα, μάλα τοι τὸ καταπτυχὲς ἐμπερόναμα §15.35τοῦτο πρέπει· λέγε μοι, πόσσω κατέβα τοι ἀφʼ ἱστῶ;
普拉克西诺娅,这件带褶子的搭扣长裙真的很配你;告诉我,从织机上下来,花了你多少钱?
§15.36μὴ μνάσῃς Γοργοῖ·
别提了,戈尔戈!
πλέον ἀργυρίω καθαρῶ μνᾶν §15.37ἢ δύο· τοῖς δʼ ἔργοις καὶ τὰν ψυχὰν ποτέθηκα.
花了不止一两明纳以上;而为了这些活计,我连魂魄都搭进去了。
§15.38ἀλλὰ κατὰ γνώμαν ἀπέβα τοι.
但这衣服确实合你的心意。
§15.38bτοῦτο κάλʼ εἶπες.
你这话倒说得好。
οὐκ ἀξῶ τυ τέκνον.
我不带你去,孩子。
μορμώ, δάκνει ἵππος.
有怪物! 马会咬人。
§15.41δάκρυʼ, ὅσσα θέλεις, χωλὸν δʼ οὐ δεῖ τυ γενέσθαι.
哭吧,爱怎么哭就怎么哭,我可不能让你变成瘸子。
§15.42ἕρπωμες.
我们走吧。
Φρυγία, τὸν μικκὸν παῖσδε λαβοῖσα, §15.43τὰν κύνʼ ἔσω κάλεσον, τὰν αὐλείαν ἀπόκλᾳξον. —
弗里吉亚,把小家伙抱去哄他玩;把狗唤进来,把大门锁上。
§15.44ὦ θεοί, ὅσσος ὄχλος.
哎呀神明啊,这么拥挤的人群!
πῶς καὶ πόκα τοῦτο περᾶσαι §15.45χρὴ τὸ κακόν;
我们要怎么、什么时候才能穿过这恐怖的灾难?
μύρμακες ἀνάριθμοι καὶ ἄμετροι.
简直像蚂蚁一样,数不胜数,无边无际。
普托勒迈奥斯啊,你确实做成了许多伟业,自从你的父亲位列仙班以来。
οὐδεὶς κακοεργὸς §15.48δαλεῖται τὸν ἰόντα παρέρπων Αἰγυπτιστί, §15.49οἷα πρὶν ἐξ ἀπάτας κεκροτημένοι ἄνδρες ἔπαισδον, §15.50ἀλλάλοις ὁμαλοί, κακὰ παίγνια, πάντες ἐρειοί.
没有恶棍会像埃及人那样偷偷溜过来,去伤害过路的人,以前那些由骗局拼凑出来的家伙常玩的把戏,个个臭味相投,搞恶毒的恶作剧,全是一帮恶棍。
§15.51ἁδίστα Γοργοῖ, τί γενοίμεθα;
最亲爱的戈尔戈,我们可怎么办?
τοὶ πολεμισταὶ §15.52ἵπποι τῶ βασιλῆος.
王家的战马来了!
ἄνερ φίλε, μή με πατήσῃς.
好心的大哥,别踩着我!
§15.53ὀρθὸς ἀνέστα ὁ πυρρός· ἴδʼ ὡς ἄγριος.
那匹栗色马立起来了;瞧它多么凶野。
κυνοθαρσὴς §15.54Εὐνόα, οὐ φευξῇ;
你这个胆大妄为的优诺娅,你还不快逃?
διαχρησεῖται τὸν ἄγοντα.
它会把牵马的人踩死的。
§15.55ὠνάθην μεγάλως, ὅτι μοι τὸ βρέφος μένει ἔνδον.
我真是谢天谢地,幸好我的宝贝留在家里。
别怕,普拉克西诺娅;我们已经落到它们后面了,它们已经归队了。
§15.57bκαὐτὰ συναγείρομαι ἤδη.
我自己也终于缓过神来了。
σπεύδωμες· ὄχλος πολὺς ἄμμιν ἐπιρρεῖ.
快走吧;大批人群正朝我们涌来。
§15.60ἐξ αὐλᾶς ὦ μᾶτερ;
老妈妈,您是从宫里出来的吗?
§15.60bἐγὼν ὦ τέκνα.
是我,孩子们。
靠着尝试,阿开亚人去到了特洛伊,最美丽的姑娘们;通过尝试,一切事情都能成功。
§15.63χρησμὼς ἁ πρεσβῦτις ἀπῴχετο θεσπίξασα.
老太婆发布完神谕,就径自走开了!
§15.64πάντα γυναῖκες ἴσαντι, καὶ ὡς Ζεὺς ἠγάγεθʼ Ἡρην.
女人无所不知,甚至连宙斯怎么娶赫拉都晓得。
§15.65θᾶσαι Πραξινόα, περὶ τὰς θύρας ὅσσος ὅμιλος.
瞧啊,普拉克西诺娅,大门周围好大的一群人。
§15.66θεσπέσιος.
太惊人了。
Γοργοῖ, δὸς τὰν χέρα μοι· λάβε καὶ τὺ §15.67Εὐνόα Εὐτυχίδος· πότεχʼ αὐτᾷ, μή τι πλαναθῇς.
戈尔戈,把手给我;你,优诺娅,抓住艾乌提基斯;紧跟着她,免得走散了。
§15.68πᾶσαι ἅμʼ εἰσένθωμες· ἀπρὶξ ἔχευ Εὐνόα ἁμῶν.
让我们大家一起挤进去;紧紧攥住我们,优诺娅。
§15.69οἴμοι δειλαία, δίχα μευ τὸ θερίστριον ἤδη
哎呀,我真倒霉!
§15.70ἔσχισται Γοργοῖ.
我的薄夏斗篷已经被扯成两半了,戈尔戈。
πὸτ τῶ Διός, εἴτι γένοιο §15.71εὐδαίμων ὤνθρωπε, φυλάσσεο τὠμπέχονόν μευ.
看在宙斯的份上,好心的大哥,祝您吉祥如意,请护好我的斗篷。