Humanitext Reader

忒奥克里托斯 · 牧歌 §14.1-14.70

艾斯奇奈斯的失恋与投奔普托勒迈奥斯

第 19 段,共 44 段 · 希腊语

内容简介

艾斯奇奈斯因情人库尼丝卡的变心而伤心欲绝,向朋友修奥尼科斯倾诉。修奥尼科斯建议他前往埃及投奔普托勒迈奥斯国王入伍当兵。

§14.1χαίρειν πολλὰ τὸν ἄνδρα Θυώνιχον.
向修奥尼科斯阁下致以真挚的问候。
§14.1bἀλλὰ τὺ ταὐτά, §14.2Αἰσχίνα.
你也一样,艾斯奇奈斯。
§14.2bὡς χρόνιος.
真是久违了。
§14.2cχρόνιος;
久违?
τί δέ τοι τὸ μέλημα;
但你这满面愁容是怎么回事?
§14.3πράσσομες οὐχ ὡς λῷστα Θυώνιχε.
我们的日子过得并不舒心,修奥尼科斯。
§14.3bταῦτʼ ἄρα λεπτός, §14.4χὡ μύσταξ πολὺς οὗτος, ἀυσταλέοι δὲ κίκιννοι.
怪不得你如此消瘦,胡须也长了这么多,发卷也显得干枯蓬乱。
§14.5τοιοῦτος πρώαν τις ἀφίκετο Πυθαγορικτάς, §14.6ὠχρὸς κἀνυπόδητος· Ἀθηναῖος δʼ ἔφατʼ ἦμεν.
前几天也有个类似的毕达哥拉斯信徒走来,脸色苍白且光着脚,自称是个雅典人。
§14.7ἤρατο μὰν καὶ τῆνος, ἐμὶν δοκεῖ, ὀπτῶ ἀλεύρω.
依我看,那家伙也是坠入了爱河——爱上了烤面粉!
§14.8παίσδεις ὦγάθʼ ἔχων·
你又拿我取笑了,我的朋友。
ἐμὲ δʼ ἁ χαρίεσσα Κυνίσκα §14.9ὑβρίσδει· λασῶ δὲ μανείς ποκα, θρὶξ ἀνὰ μέσσον.
但我这边,美丽的库尼丝卡侮辱了我;我总有一天要疯掉,现在就只差一根头发的距离了。
§14.10τοιοῦτος μὲν ἀεὶ τὺ φίλʼ Αἰσχίνα, ἁσυχᾷ ὀξύς, §14.11πάντʼ ἐθέλων κατὰ καιρόν·
你总是这样,亲爱的艾斯奇奈斯,骨子里透着急躁,凡事都想如自己心意。
ὅμως δʼ εἶπον, τί τὸ καινόν.
不过,还是告诉我发生了什么新鲜事吧。
§14.12ὡργεῖος κἠγὼ καὶ ὁ Θεσσαλὸς ἱπποδιώκτας §14.13Ἆπις καὶ Κλεύνικος ἐπίνομες ὁ στρατιώτας §14.14ἐν χώρῳ παρʼ ἐμίν.
那个阿耳戈斯人、我、还有那个帖撒利亚的训马人阿皮斯,以及士兵克莱乌尼科斯,一起在我乡下的地方喝酒。
δύο μὲν κατέκοψα νεοσσὼς §14.15θηλάζοντά τε χοῖρον, ἀνῷξα δὲ βίβλινον αὐτοῖς §14.16εὐώδη, τετόρων ἐτέων, σχεδὸν ὡς ἀπὸ λανῶ.
我宰了两只雏鸡和一只乳猪,为他们打开了香气四溢的四年陈的毕布罗斯酒,那新鲜得就像刚从压榨桶里榨出来一样。
§14.17βολβὸς κτεὶς κοχλίας ἐξῃρέθη.
球茎、扇贝和蜗牛也摆了上来。
ἦς πότος ἁδύς.
这真是一场痛快的畅饮。
§14.18ἤδη δὲ προϊόντος, ἔδοξʼ ἐπιχεῖσθαι ἄκρατον §14.19ὧτινος ἤθελʼ ἕκαστος· ἔδει μόνον ὧτινος εἰπεῖν.
随着酒兴渐浓,大家决定将纯酒倒给每个人所渴望的那个人的杯中;只需说出那人的名字即可。
§14.20ἄμμες μὲν φωνεῦντες ἐπίνομες, ὡς ἐδέδοκτο· §14.21ἁ δʼ οὐδὲν παρεόντος ἐμεῦ.
我们便喊着名字喝起酒来,正如事先约定的那样;但她在我面前却一言不发。
τίνʼ ἔχειν με δοκεῖς νοῦν;
你觉得我当时是什么心情?
§14.22οὐ φθεγξῇ;
“你怎么不说话?
λύκον εἶδες·
你看见狼了吗?
ἔπαιξέ τις.
”有人开玩笑说。
ὡς σοφός εἶπε,
“真聪明!
§14.23κἠφᾶπτʼ· εὐμαρέως κεν ἀπʼ αὐτᾶς καὶ λύχνον ἇψας.
”她说道,并且红了脸;你简直可以轻易地用她的双颊点亮一盏灯。
§14.24ἔστι Λύκος, Λύκος ἐστί, Λάβα τῶ γείτονος υἱός, §14.25εὐμάκης ἁπαλός, πολλοῖς δοκέων καλὸς ἦμεν.
有一个叫吕科斯(狼)的人,确实是吕科斯,我们邻居拉巴斯的儿子,身材修长、清秀,许多人都认为他是个美男子。
§14.26τούτω τὸν κλύμενον κατετάκετο τῆνον ἔρωτα.
为了这个男人,她在那传闻中的热恋中日渐憔悴。
§14.27χἁμῖν τοῦτο διʼ ὠτὸς ἔγεντό ποθʼ ἁσυχᾷ οὑτῶς· §14.28οὐ μὰν ἐξήταξα μάταν εἰς ἄνδρα γενειῶν.
这件事曾经悄悄地传到过我的耳中;但我未曾去深究,白白地像个男子汉一样蓄着胡须。
§14.29ἤδη δʼ ὦν πόσιος τοὶ τέσσαρες ἐν βάθει ἦμες, §14.30χὡ Λαρισαῖος τὸν ἐμὸν Λύκον ᾆδεν ἀπʼ ἀρχᾶς, §14.31Θεσσαλικόν τι μέλισμα, κακαὶ φρένες·
当时我们四个人已经喝得烂醉,那个拉里萨人便从头唱起了《我的吕科斯》,一首帖撒利亚的曲子——真是个居心不良的家伙!
ἁ δὲ Κυνίσκα §14.32ἔκλαιʼ ἐξαπίνας θαλερώτερον ἢ παρὰ ματρὶ §14.33παρθένος ἑξαέτης κόλπω ἐπιθυμήσασα.
而库尼丝卡突然号啕大哭起来,哭得比一个极想扑进母亲怀抱的六岁小女孩还要伤心。
§14.34τᾶμος ἐγώ, τὸν ἴσαις τὺ Θυώνιχε, πὺξ ἐπὶ κόρρας §14.35ἤλασα, κἄλλαν αὖθις.
就在那时,修奥尼科斯,我变成了你所熟知的那个我,一拳打在她的太阳穴上,接着又是一拳。
ἀνειρύσσασα δὲ πέπλως §14.36ἔξω ἀπῴχετο θᾶσσον.
她拎起衣袍,飞快地跑到外面去了。
ἐμὸν κακόν, οὔ τοι ἀρέσκω;
“你这折磨人的冤家,难道我配不上你?
§14.37ἄλλός τοι γλυκίων ὑποκόλπιος;
是不是有别的男人抱在怀里更甜美?
ἄλλον ἰοῖσα §14.38θάλπε φίλον.
去吧,去温暖你的另一个情人去吧。
τήνῳ τὰ σὰ δάκρυα μᾶλα ῥέοντι.
你的眼泪正为那个人像苹果般流淌。
§14.39μάστακα δοῖσα τέκνοισιν ὑπωροφίοισι χελιδὼν §14.40ἄψορρον ταχινὰ πέτεται βίον ἄλλον ἀγείρειν· §14.41ὠκυτέρα μαλακᾶς ἀπὸ δίφρακος ἔδραμε τήνα §14.42ἰθὺ διʼ ἀμφιθύρω καὶ δικλίδος, ᾇ πόδες ἆγον.
” 正如一只燕子喂饱了屋檐下的雏鸟,便立刻飞走去寻找另一份食粮一样,她也更加迅速地从那柔软的座椅上跑开,径直穿过前廊和双开门,任凭双脚带领着离去。
§14.43αἶνός θην λέγεταί τις· ἔβα τάχα ταῦρος ἀνʼ ὕλαν.
正如俗话所说:“公牛已经跑进了森林。
§14.44εἴκατι· ταὶ δʼ ὀκτώ, ταὶ δʼ ἐννέα, ταὶ δὲ δέκʼ ἄλλαι, §14.45σάμερον ἑνδεκάτα, ποτίθει δύο, καὶ δύο μῆνες, §14.46ἐξ ὧ ἀπʼ ἀλλάλων.
” 二十天;然后又是八天、九天、还有另外十天,今天已经是第十一天,再加两天,就是两个月了,自我们分手以来。
οὐδʼ εἰ Θρᾳκιστὶ κέκαρμαι, §14.47οἶδε.
她甚至不知道我是否理了色雷斯式的短发。
Λύκος νῦν πάντα, Λύκῳ καὶ νυκτὸς ἀνῷκται.
现在吕科斯就是一切,为了吕科斯,即使在夜里,门也是敞开的。
§14.48ἄμμες δʼ οὔτε λόγω τινὸς ἄξιοι οὔτʼ ἀριθμητοί, §14.49δύστηνοι Μεγαρῆες ἀτιμοτάτῃ ἐνὶ μοίρῃ.
而我们却无足轻重,连数都数不上,就像处在最卑微境地的悲惨的麦加拉人。
§14.50κεἰ μὲν ἀποστέρξαιμι, τὰ πάντά κεν εἰς δέον ἕρποι.
如果我能停止去爱,一切都会向好的方向发展。
§14.51νῦν δὲ πόθεν;
但现在又怎么可能呢?
μῦς, φαντὶ Θυώνιχε, γεύμεθα πίσσας.
修奥尼科斯,正如人们所说,我们是“尝了沥青的老鼠”。
§14.52χὥτι τὸ φάρμακόν ἐστιν ἀμηχανέοντος ἔρωτος, §14.53οὐκ οἶδα.
至于治愈这无可奈何的爱情的良药是什么,我不知道。
πλὰν Σῖμος ὁ τᾶς Ἐπιχάλκω ἐρασθεὶς §14.54ἐκπλεύσας ὑγιὴς ἐπανῆλθʼ, ἐμὸς ἁλικιώτας.
只知道爱上埃皮哈尔科斯女儿的西摩斯,乘船出海后康复归来——他是与我同龄的伙伴。
§14.55πλευσοῦμαι κἠγὼ διαπόντιος, οὔτε κάκιστος §14.56οὔτε πρᾶτος ἴσως, ὁμαλὸς δέ τις ὁ στρατιώτας.
我也要乘船横渡大海,当一个既非最差、或许也非最优、而是一个普普通通的士兵。
§14.57ὤφελε μὰν χωρεῖν κατὰ νοῦν τεόν, ὧν ἐπεθύμεις §14.58Αἰσχίνα.
我真心希望事情本能如你所愿、按你的心意发展,艾斯奇奈斯。
εἰ δʼ οὑτῶς ἄρα τοι δοκεῖ ὥστʼ ἀποδαμεῖν, §14.59μισθοδότας Πτολεμαῖος ἐλευθέρῳ οἷος ἄριστος,
但如果你真的下定决心要出走他乡,普托勒迈奥斯对自由人来说是最好的雇主。
§14.60τἄλλα δʼ ἀνὴρ ποῖός τις ἐλευθέρῳ οἷος ἄριστος;
“在其他方面,对自由人来说,他是怎样一个人呢?
§14.61εὐγνώμων, φιλόμουσος, ἐρωτικός, εἰς ἄκρον ἁδύς, §14.62εἰδὼς τὸν φιλέοντα, τὸν οὐ φιλέοντʼ ἔτι μᾶλλον, §14.63πολλοῖς πολλὰ διδούς, αἰτεύμενος οὐκ ἀνανεύων §14.64οἷα χρὴ βασιλῆʼ·
” “他通情达理、爱好艺术、多情、和蔼可亲到了极点;懂得谁是朋友,更懂得谁是敌人;对众人多有赏赐,求之则不予拒绝,正如一位君王所应有的那样。
αἰτεῖν δὲ δεῖ οὐκ ἐπὶ παντὶ §14.65Αἰσχίνα.
但我们不能凡事都去祈求,艾斯奇奈斯。
ὥστʼ εἴ τοι κατὰ δεξιὸν ὦμον ἀρέσκει §14.66λῶπος ἄκρον περονᾶσθαι, ἐπʼ ἀμφοτέροις δὲ βεβακὼς §14.67τολμασεῖς ἐπιόντα μένειν θρασὺν ἀσπιδιώταν, §14.68ᾇ τάχος εἰς Αἴγυπτον.
因此,如果你的右肩扣上斗篷的边缘,双脚稳健站立,并且有勇气迎击冲锋而来的凶悍盾牌兵,那就赶快去埃及吧。
ἀπὸ κροτάφων πελόμεσθα §14.69πάντες γηραλέοι, καὶ ἐπισχερὼ ἐς γένυν ἕρπει §14.70λευκαίνων ὁ χρόνος· ποιεῖν τι δεῖ, ἇς γόνυ χλωρόν.
我们的双鬓都在渐渐变老,白发的时间正顺着脸颊蔓延,将之染白;我们必须在双膝尚且年轻时,做点什么。 ”

词汇与语法注释

  1. §14.1χαίρειν — 独立用于表示问候的不定式(表示问候的不定式),并以宾格 `τὸν ἄνδρα Θυώνιχον` 为其意义上的主语。
  2. §14.7ὀπτῶ ἀλεύρω — 属格形式,作动词 `ἤρατο`(`ἔραμαι`“喜爱、极度渴望”的过去不定时)的宾语。这是一个幽默的比喻,暗示那位苦行的毕达哥拉斯信徒“爱上”了烤面粉。
  3. §14.19ὧτινος — 关系代名词 `ὅστις` 的属格。反映了古代酒宴的习俗,即为每个人所钟爱的“某人”(用属格表示)倒入纯酒。后半句的 `ὧτινος εἰπεῖν` 同样表示“说出那个人的名字”。
  4. §14.22λύκον εἶδες — 这是一个基于古代迷信的俗语(“看见了狼就会失声”)。在这里具有双重含义(双关语),既指这句俗语,又暗指库尼丝卡的心上人“吕科斯”(在希腊语中意为“狼”)。
  5. §14.51γεύμεθα πίσσας — 俗语 `μῦς γεύεται πίσσης`(老鼠尝沥青)的一部分。用来形容自己陷入痛苦的绝境或无法自拔的麻烦之中的境地。

引用这一段

忒奥克里托斯, 牧歌 §14.1-14.70. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0005.tlg001.humanitext-grc2:14.1-14.70

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。