§12.1Ἤλυθες ὦ φίλε κοῦρε τρίτῃ σὺν νυκτὶ καὶ ἀοῖ;
你来了吗,亲爱的少年,伴随着第三个夜晚与黎明?
§12.2ἤλυθες· οἱ δὲ ποθεῦντες ἐν ἤματι γηράσκουσιν.
你果真来了;而渴望爱人的人,在一天之内就会衰老。
§12.3ὅσσον ἔαρ χειμῶνος, ὅσον μᾶλον βραβίλοιο §12.4ἅδιον, ὅσσον ὄις σφετέρας λασιωτέρα ἀρνός, §12.5ὅσσον παρθενικὴ προφέρει τριγάμοιο γυναικός, §12.6ὅσσον ἐλαφροτέρη μόσχου νεβρός, ὅσσον ἀηδὼν §12.7συμπάντων λιγύφωνος ἀοιδοτάτη πετεηνῶν, §12.8τόσσον ἔμʼ εὔφρανας τὺ φανείς, σκιερὰν δʼ ὑπὸ φαγὸν §12.9ἀελίου φρύγοντος ὁδοιπόρος ἔδραμον ὥς τις.
正如春天比冬天更甜美,正如苹果比野李更甘甜,正如绵羊比她的小羊更毛茸茸,正如处女优于结过三次婚的妇人,正如小鹿比小母牛更轻捷,正如夜莺是所有声音清脆的飞禽中最擅长歌唱的,你一出现便如此地令我欢欣,而我奔向阴凉的橡树下,犹如在烈日灼人时奔跑的行者。
§12.10εἴθʼ ὁμαλοὶ πνεύσειαν ἐπʼ ἀμφοτέροισιν Ἔρωτες §12.11νῶιν, ἐπεσσομένοις δὲ γενοίμεθα πᾶσιν ἀοιδά.
愿平等的爱神们在我们两人身上吹拂,愿我们能成为后世所有人传唱的歌谣。
§12.12θείω δή τινε τώδε μετὰ προτέροισι γενέσθην §12.13φῶθʼ, ὁ μὲν εἴσπνηλος, φαίη χʼ ὡμυκλαϊάσδων, §12.14τὸν δʼ ἕτερον πάλιν ὥς κεν ὁ Θεσσαλὸς εἴποι ἀίταν.
在先辈之中,确实曾有这样两位神圣的男子:其一是“吸气者”,阿米克莱人会这样称呼他;而另一个,色萨利人则会称之为“爱人”。
§12.15ἀλλήλους δʼ ἐφίλησαν ἴσῳ ζυγῷ.
他们用平等的轭相互爱慕。
ἦ ῥα τότʼ ἦσαν §12.16χρύσειοι πάλιν ἄνδρες, ὃ κἀντεφίλησʼ ὁ φιληθείς.
确实,在那个时候,又是黄金人类的时代了,因为被爱的人也予以了回报。
§12.17εἰ γὰρ τοῦτο πάτερ Κρονίδα πέλοι, εἰ γὰρ ἀγήρῳ §12.18ἀθάνατοι, γενεαῖς δὲ διηκοσίαισιν ἔπειτα §12.19ἀγγείλειεν ἐμοί τις ἀνέξοδον εἰς Ἀχέροντα· §12.20ἡ σὴ νῦν φιλότης καὶ τοῦ χαρίεντος ἀίτεω §12.21πᾶσι διὰ στόματος, μετὰ δʼ ἠιθέοισι μάλιστα.
愿这能实现,克洛诺斯之子啊,愿在不老的不朽神仙中,在两百代人之后,能有人向身处无法复返之阿刻戎河的我传达消息: “你如今的爱情,以及那迷人爱人的深情,已在所有人的口中传颂,特别是在青年之中。
” 然而,对于这些事情,天上的众神自会如其所愿地裁决。
ἐγὼ δέ σε τὸν καλὸν αἰνέων §12.24ψεύδεα ῥινὸς ὕπερθεν ἀραιᾶς οὐκ ἀναφύσω.
而我在赞美美丽的你时,绝不会在我这窄细的鼻子上,隆起谎言的丘疹。
§12.25ἢν γὰρ καί τι δάκῃς, τὸ μὲν ἀβλαβὲς εὐθὺς ἔθηκας, §12.26διπλάσιον δʼ ὤνασας, ἔχων δʼ ἐπίμετρον ἀπῆνθον.
因为即使你在某处伤害了我,你也会立刻让它化为无损,并给我双倍的益处,让我带着满溢的分量离去。
§12.27Νισαῖοι Μεγαρῆες ἀριστεύοντες ἐρετμοῖς, §12.28ὄλβιοι οἰκείοιτε, τὸν Ἀττικὸν ὡς περίαλλα §12.29ξεῖνον ἐτιμήσασθε Διοκλέα τὸν φιλόπαιδα.
擅长划桨的尼萨的麦加拉人啊,愿你们幸福地安居,因你们比旁人更加尊崇那位喜爱少年的阿提卡客人迪奥克勒斯。
每年初春,少年们总会聚集在他的墓旁,争相赢得最甜美接吻的殊荣。
§12.32ὃς δέ κε προσμάξῃ γλυκερώτερα χείλεσι χείλη, §12.33βριθόμενος στεφάνοισιν ἑὰν ἐς μητέρʼ ἀπῆνθεν.
谁若能将最甜美的双唇贴上那双唇,就会载着满满的花环回到母亲身边。
§12.34ὄλβιος, ὅστις παισὶ φιλήματα κεῖνα διαιτᾷ.
评判少年们那些吻的人真是幸福。