§11.1οὐδὲν πὸτ τὸν ἔρωτα πεφύκει φάρμακον ἄλλο §11.2Νικία οὔτʼ ἔγχριστον, ἐμὶν δοκεῖ, οὔτʼ ἐπίπαστον, §11.3ἢ ταὶ Πιερίδες·
面对爱情,没有滋生出任何其他药剂,尼基阿斯啊,在我看来,既不是外敷的,也不是撒抹的,除了皮埃里亚的缪斯。
κοῦφον δέ τι τοῦτο καὶ ἁδὺ §11.4γίνετʼ ἐπʼ ἀνθρώποις, εὑρεῖν δʼ οὐ ῥᾴδιόν ἐστι.
而这变成了一种轻盈而甜蜜的东西存在于世人之中,但要寻得它并不容易。
我想你是深知此道的,因为你是一位医生,而且确实深受九位缪斯的钟爱。
§11.7οὕτω γοῦν ῥάιστα διᾶγʼ ὁ Κύκλωψ ὁ παρʼ ἁμῖν, §11.8ὡρχαῖος Πολύφαμος, ὅκʼ ἤρατο τᾶς Γαλατείας, §11.9ἄρτι γενειάσδων περὶ τὸ στόμα τὼς κροτάφως τε.
至少我们那里的库克罗普斯,古老的波吕斐摩斯,在爱上伽拉忒亚时,就是这样极其安稳地度日的,那时他的口角和太阳穴周围才刚刚长出胡须。
§11.10ἤρατο δʼ οὐ μάλοις οὐδὲ ῥόδῳ οὐδὲ κικίννοις, §11.11ἀλλʼ ὀρθαῖς μανίαις, ἁγεῖτο δὲ πάντα πάρεργα.
他恋爱既不用苹果,也不用玫瑰,更不用发卷,而是带着真正的狂热,并把其他一切事情都视为多余。
§11.12πολλάκι ταὶ ὄιες ποτὶ ταὐλίον αὐταὶ ἀπῆνθον §11.13χλωρᾶς ἐκ βοτάνας· ὁ δὲ τὰν Γαλάτειαν ἀείδων §11.14αὐτόθʼ ἐπʼ ἀιόνος κατετάκετο φυκιοέσσας §11.15ἐξ ἀοῦς, ἔχθιστον ἔχων ὑποκάρδιον ἕλκος §11.16Κύπριδος ἐκ μεγάλας, τό οἱ ἥπατι πᾶξε βέλεμνον.
羊群常常自己从绿油油的草地上回到羊圈;而他,一边歌唱着伽拉忒亚,一边自清晨起就在长满海藻的海岸上消瘦下去,怀着来自伟大的塞浦路斯女神的极可憎的创伤,她把那支箭插在了他的肝脏里。
§11.17ἀλλὰ τὸ φάρμακον εὗρε, καθεζόμενος δʼ ἐπὶ πέτρας §11.18ὑψηλᾶς ἐς πόντον ὁρῶν ἄειδε τοιαῦτα. §11.19Ὦ λευκὰ Γαλάτεια, τί τὸν φιλέοντʼ ἀποβάλλῃ;
但他找到了药剂,坐在高高的岩石上,望着大海,唱出了这样的歌: “噢,雪白的伽拉忒亚,你为何拒绝爱你的人?
你看上去比干酪还要白,比羔羊还要温柔,比小母牛还要欢快,比未成熟的葡萄还要水灵。
§11.22φοιτῇς δʼ αὖθʼ οὑτῶς, ὅκκα γλυκὺς ὕπνος ἔχῃ με, §11.23οἴχῃ δʼ εὐθὺς ἰοῖσʼ, ὅκκα γλυκὺς ὕπνος ἀνῇ με, §11.24φεύγεις δʼ ὥσπερ ὄις πολιὸν λύκον ἀθρήσασα.
当甜蜜的睡眠将我俘获时,你便如此来到,而当甜蜜的睡眠将我释放时,你便立刻离去,像看见了灰狼的绵羊一样逃跑。
§11.25ἠράσθην μὲν ἔγωγα τεοῦς κόρα, ἁνίκα πρᾶτον §11.26ἦνθες ἐμᾷ σὺν ματρὶ θέλοισʼ ὑακίνθινα φύλλα §11.27ἐξ ὄρεος δρέψασθαι, ἐγὼ δʼ ὁδὸν ἁγεμόνευον.
姑娘啊,我爱上了你,就在你最初和我的母亲一同前来、想要从山上采摘风信子叶子的时候,而我正是你们路上的向导。
§11.28παύσασθαι δʼ ἐσιδών τυ καὶ ὕστερον οὐδέ τί πᾳ νῦν §11.29ἐκ τήνω δύναμαι· τὶν δʼ οὐ μέλει, οὐ μὰ Δίʼ οὐδέν.
自从看见你,我直到现在和今后都无法停止爱恋;但你却不在意,不,凭宙斯起誓,一点也不在意。
§11.30γινώσκω χαρίεσσα κόρα, τίνος ὥνεκα φεύγεις· §11.31ὥνεκά μοι λασία μὲν ὀφρῦς ἐπὶ παντὶ μετώπῳ §11.32ἐξ ὠτὸς τέταται ποτὶ θὥτερον ὦς μία μακρά, §11.33εἷς δʼ ὀφθαλμὸς ἔπεστι, πλατεῖα δὲ ῥὶς ἐπὶ χείλει.
迷人的姑娘啊,我知道你为何逃跑;因为我那浓密的眉毛横贯整个额头,从一只耳朵延伸到另一只耳朵,连成一条长眉,下面只有一只眼睛,宽扁的鼻子紧挨着嘴唇。
§11.34ἀλλʼ οὗτος τοιοῦτος ἐὼν βοτὰ χίλια βόσκω, §11.35κἠκ τούτων τὸ κράτιστον ἀμελγόμενος γάλα πίνω· §11.36τυρὸς δʼ οὐ λείπει μʼ οὔτʼ ἐν θέρει οὔτʼ ἐν ὀπώρᾳ, §11.37οὐ χειμῶνος ἄκρω· ταρσοὶ δʼ ὑπεραχθέες αἰεί.
然而,尽管我是这样一个人,我却放牧着一千头牲畜,并挤它们的奶,喝着最优质的乳汁;无论在夏天、秋天还是在严冬,干酪从未缺过我,我的干酪架总是沉甸甸的。
§11.38συρίσδεν δʼ ὡς οὔτις ἐπίσταμαι ὧδε Κυκλώπων, §11.39τὶν τὸ φίλον γλυκύμαλον ἁμᾷ κἠμαυτὸν ἀείδων §11.40πολλάκι νυκτὸς ἀωρί.
而且我会吹奏排箫,这里的库克罗普斯谁也比不上我,我常常在深夜里,一同歌唱着你,我那亲爱的甜苹果,以及我自己。
τρέφω δέ τοι ἕνδεκα νεβρὼς §11.41πάσας μηνοφόρως καὶ σκύμνως τέσσαρας ἄρκτων.
我还为你养着十一只小鹿,全都额带月牙,还有四只小熊崽。
§11.42ἀλλʼ ἀφίκευσο ποθʼ ἁμέ, καὶ ἑξεῖς οὐδὲν ἔλασσον, §11.43τὰν γλαυκὰν δὲ θάλασσαν ἔα ποτὶ χέρσον ὀρεχθεῖν.
只要来到我这里吧,你不会缺少任何东西,让那灰蓝的大海去冲刷海岸吧。
§11.44ἅδιον ἐν τὤντρῳ παρʼ ἐμὶν τὰν νύκτα διαξεῖς.
在洞穴中,在我的身旁度过夜晚会更加惬意。
§11.45ἐντὶ δάφναι τηνεῖ, ἐντὶ ῥαδιναὶ κυπάρισσοι, §11.46ἔστι μέλας κισσός, ἔστʼ ἄμπελος ἁ γλυκύκαρπος, §11.47ἔστι ψυχρὸν ὕδωρ, τό μοι ἁ πολυδένδρεος Αἴτνα §11.48λευκᾶς ἐκ χιόνος ποτὸν ἀμβρόσιον προΐητι.
那里有月桂树,有纤细的柏树,有深色的常春藤,有结着甜美果实的葡萄藤,还有清凉的水,那是树木茂盛的埃特纳山从白雪中为我送来的神圣饮料。
§11.49τίς κα τῶνδε θάλασσαν ἔχειν καὶ κύμαθʼ ἕλοιτο;
谁会愿意选择大海和波涛,而不要这些呢?
§11.50αἰ δέ τοι αὐτὸς ἐγὼ δοκέω λασιώτερος ἦμεν, §11.51ἐντὶ δρυὸς ξύλα μοι καὶ ὑπὸ σποδῷ ἀκάματον πῦρ.
如果你觉得我自己太毛茸茸了,我有橡树木柴,灰烬下还有不灭的火。
§11.52καιόμενος δʼ ὑπὸ τεῦς καὶ τὰν ψυχὰν ἀνεχοίμαν §11.53καὶ τὸν ἕνʼ ὀφθαλμόν, τῶ μοι γλυκερώτερον οὐδέν.
只要被你燃烧,我甚至甘愿让我的灵魂被烧毁,还有我这唯一的眼睛,对我来说没有比它更珍贵的东西了。
§11.54ὤμοι, ὅ τʼ οὐκ ἔτεκέν μʼ ἁ μάτηρ βραγχίʼ ἔχοντα, §11.55ὡς κατέδυν ποτὶ τὶν καὶ τὰν χέρα τευς ἐφίλασα, §11.56αἰ μὴ τὸ στόμα λῇς, ἔφερον δέ τοι ἢ κρίνα λευκὰ §11.57ἢ μάκωνʼ ἁπαλὰν ἐρυθρὰ πλαταγώνιʼ ἔχοισαν.
唉,为什么我母亲没有生我一双鳃呢,这样我就可以潜水到你那里,亲吻你的手——如果你不肯给你的嘴唇的话,我还会给你带来白百合,或者是带着红色花瓣的娇嫩罂粟。
§11.58ἀλλὰ τὰ μὲν θέρεος, τὰ δὲ γίνεται ἐν χειμῶνι, §11.59ὥστʼ οὐκ ἄν τοι ταῦτα φέρειν ἅμα πάντʼ ἐδυνάθην.
但前者生于夏天,后者长于冬天,所以我无法同时把这些都带给你。
§11.60νῦν μὰν ὦ κόριον, νῦν αὐτόγα νεῖν κε μάθοιμι, §11.61αἴκά τις σὺν ναῒ πλέων ξένος ὧδʼ ἀφίκηται, §11.62ὡς εἰδῶ, τί ποθʼ ἁδὺ κατοικεῖν τὸν βυθὸν ὔμμιν.
姑娘啊,哪怕是现在,我也一定要学会游泳,如果某个外邦人乘船航行到这里,好让我明白,居住在深海里对你们来说究竟有什么好玩的。
出来吧,伽拉忒亚,出来之后,愿你忘记回家,就像我现在坐在这里忘记了一样。
§11.65ποιμαίνειν δʼ ἐθέλοις σὺν ἐμὶν ἅμα καὶ γάλʼ ἀμέλγειν §11.66καὶ τυρὸν πᾶξαι τάμισον δριμεῖαν ἐνεῖσα.
愿你乐意和我一起放羊、挤奶,并放入辛辣的干酪素来凝固干酪。
§11.67ἁ μάτηρ ἀδικεῖ με μόνα, καὶ μέμφομαι αὐτᾷ· §11.68οὐδὲν πήποχʼ ὅλως ποτὶ τὶν φίλον εἶπεν ὑπέρ μευ, §11.69καὶ ταῦτʼ ἆμαρ ἐπʼ ἆμαρ ὁρεῦσά με λεπτὸν ἐόντα.
唯独我的母亲对不起我,我责怪她;她从未在你面前为我说过句好话,尽管她天天看着我日渐消瘦。
我要说我的头和双脚都在发胀发疼,好让她也难受,因为我也在备受煎熬。
§11.72ὦ Κύκλωψ Κύκλωψ, πᾷ τὰς φρένας ἐκπεπότασαι;
库克罗普斯啊,库克罗普斯,你的理智飞到哪里去了?
§11.73αἴκʼ ἐνθὼν θαλάρως τε πλέκοις καὶ θαλλὸν ἀμάσας §11.74ταῖς ἄρνεσσι φέροις, τάχα κα πολὺ μᾶλλον ἔχοις νῶν.
如果你去编织干酪筐,割些嫩枝带给小羊,你很快就会变得有理智得多。
§11.75τὰν παρεοῖσαν ἄμελγε. τί τὸν φεύγοντα διώκεις;
挤身边这只羊的奶吧;为何要追赶逃跑的那只?
§11.76εὑρησεῖς Γαλάτειαν ἴσως καὶ καλλίονʼ ἄλλαν.
也许你会找到另一个伽拉忒亚,而且是一个更美丽的。