Humanitext Reader

忒奥克里托斯 · 牧歌 §10.1-10.58

巴乌凯欧斯的情歌与米隆的收割歌

第 15 段,共 44 段 · 希腊语

内容简介

巴乌凯欧斯因思念波姆比卡而无法专心收割,在受到米隆的嘲弄后,唱起了一首赞美她的情歌。相反,米隆则展示了一首适合劳动者唱的、切实且充满活力的里提埃尔塞斯收割之歌。

§10.1Ἐργατίνα βουκαῖε, τί νῦν ᾦζυρὲ πεπόνθεις;
劳作的巴乌凯欧斯啊,你这可怜的家伙,现在到底怎么了?
§10.2οὔθʼ ἑὸν ὄγμον ἄγειν ὀρθὸν δύνᾳ, ὡς τὸ πρὶν ἆγες, §10.3οὔθʼ ἅμα λᾳοτομεῖς τῷ πλατίον, ἀλλʼ ἀπολείπῃ §10.4ὥσπερ ὄις ποίμνας, ἇς τὸν πόδα κάκτος ἔτυψε.
你既不能像以前那样把自己的收割线理直,也不能和邻人一同并肩割草,而是落在后面,就像一只被仙人掌刺伤了脚、落在羊群后面的羊一样。
§10.5ποῖός τις δείλαν τυ καὶ ἐκ μέσω ἄματος ἐσσῇ, §10.6ὃς νῦν ἀρχόμενος τᾶς αὔλακος οὐκ ἀποτρώγεις;
到了傍晚和日中过后,你又会变成什么样子,你现在刚开始收割一垄,就无法顺利推进?
§10.7Μίλων ὀψαμάτα, πέτρας ἀπόκομμʼ ἀτεράμνω, §10.8οὐδαμά τοι συνέβα ποθέσαι τινὰ τῶν ἀπεόντων;
迟收割的米隆啊,硬石上砍下来的碎块,难道你从未经历过思念不在身边的人吗?
§10.9οὐδαμά.
绝没有。
τίς δὲ πόθος τῶν ἔκτοθεν ἐργάτᾳ ἀνδρί;
对于一个劳作的男人来说,对外面的人有什么可思念的?
§10.10οὐδαμά νυν συνέβα τοι ἀγρυπνῆσαι διʼ ἔρωτα;
那么你从未因爱而夜不能寐吗?
§10.11μηδέ γε συμβαίη· χαλεπὸν χορίω κύνα γεῦσαι.
愿这事绝不要发生;让狗尝到内脏的甜头可就糟了。
§10.12ἀλλʼ ἐγὼ ὦ Μίλων ἔραμαι σχεδὸν ἑνδεκαταῖος.
可是米隆,我恋爱了,差不多有十一天了。
§10.13ἐκ πίθω ἀντλεῖς δῆλον· ἐγὼ δʼ ἔχω οὐδʼ ἅλις ὄξος.
很明显,你是从大瓮里汲酒喝呢;而我连酸醋都不够。
§10.14τοιγάρτοι πρὸ θυρᾶν μοι ἀπὸ σπόρω ἄσκαλα πάντα.
正因如此,我家门前自播种以来的地全都荒芜着未曾锄过。
§10.15τίς δέ τυ τᾶν παίδων λυμαίνεται;
是哪个姑娘把你折磨成这样?
§10.15bἁ Πολυβώτα, §10.16ἃ πρᾶν ἀμάντεσσι παρʼ ἹΙπποκίωνι ποταύλει.
是波吕波塔斯家的那个,就是前几天在希波基翁那里,为割麦人吹笛子的那个。
§10.17εὗρε θεὸς τὸν ἀλιτρόν· ἔχεις πάλαι ὧν ἐπεθύμεις.
神终于惩罚了罪人;你得到了你早就渴望的东西。
§10.18μάντίς τοι τὰν νύκτα χροϊξεῖθʼ ἁ καλαμαία.
瞧啊,那个像稻草一样的螳螂女整晚都会紧贴着你。
§10.19μωμᾶσθαί μʼ ἄρχῃ τύ· τυφλὸς δʼ οὐκ αὐτὸς ὁ Πλοῦτος, §10.20ἀλλὰ καὶ ὡφρόντιστος Ἔρως.
你开始嘲笑我了;但不仅财富之神普路托斯是瞎的,那轻率的爱神爱罗斯也是。
μὴ δὴ μέγα μυθεῦ.
切莫口出狂言。
§10.21οὐ μέγα μυθεῦμαι· τὺ μόνον κατάβαλλε τὸ λᾷον, §10.22καί τι κόρας φιλικὸν μέλος ἀμβάλευ.
我并没口出狂言;你只管割倒庄稼,起个头唱一首赞美那姑娘的情歌吧。
ἅδιον οὑτῶς §10.23ἐργαξῇ· καὶ μὰν πρότερόν ποκα μουσικὸς ἦσθα.
这样你会更愉快地去劳作;况且,你以前可是个音乐好手。
§10.24Μοῖσαι Πιερίδες, συναείσατε τὰν ῥαδινάν μοι §10.25παῖδʼ· ὧν γάρ χʼ ἅψησθε θεαί, καλὰ πάντα ποεῖτε.
皮埃里亚的缪斯们啊,与我一同歌唱我那纤细的姑娘吧;因为女神们啊,凡是你们所碰触的,都会变得无比美丽。
§10.26Βομβύκα χαρίεσσα, Σύραν καλέοντί τυ πάντες, §10.27ἰσχνὰν ἁλιόκαυστον, ἐγὼ δὲ μόνος μελίχλωρον.
迷人的波姆比卡啊,人人人称你为叙利亚女人,干瘪又被烈日晒黑,唯独我称你为蜜糖色美人。
§10.28καὶ τὸ ἴον μέλαν ἐστὶ καὶ ἁ γραπτὰ ὑάκινθος, §10.29ἀλλʼ ἔμπας ἐν τοῖς στεφάνοις τὰ πρᾶτα λέγονται.
紫罗兰确实是深色的,带有字母的风信子也是,但在编织花环时,它们总是最先被选中的。
§10.30ἁ αἲξ τὰν κύτισον, ὁ λύκος τὰν αἶγα διώκει, §10.31ἁ γέρανος τὤροτρον, ἐγὼ δʼ ἐπὶ τὶν μεμάνημαι.
山羊追求苜蓿,狼追求山羊,鹤紧跟着犁头,而我则为你而疯狂。
§10.32αἴθέ μοι ἦς, ὅσσα Κροῖσόν ποκα φαντὶ πεπᾶσθαι, §10.33χρύσεοι ἀμφότεροί κʼ ἀνεκείμεθα τᾷ Ἀφροδίτᾳ, §10.34τὼς αὐλὼς μὲν ἔχοισα καὶ ἢ ῥόδον ἢ μᾶλον τύ, §10.35σχῆμα δʼ ἐγὼ καὶ καινὰς ἐπʼ ἀμφοτέροισιν ἀμύκλας.
但愿我拥有像传说中克洛伊索斯曾拥有的那么多财富,我们俩人都会变成金像,被奉献给阿芙洛狄忒,你手里拿着长笛,要么是一朵玫瑰,要么是一个苹果,而我穿着华丽的衣装,双脚穿着崭新的阿米克莱鞋。
§10.36Βομβύκα χαρίεσσʼ, οἱ μὲν πόδες ἀστράγαλοί τευς, §10.37ἁ φωνὰ δὲ τρύχνος· τὸν μὰν τρόπον οὐκ ἔχω εἰπεῖν.
迷人的波姆比卡啊,你的脚就像骰子一样,声音如龙葵般;然而你的温柔性情,我却无法用言语表达。
§10.38Ἦ καλὰς ἄμμι ποέων ἐλελήθει βοῦκος ἀοιδάς.
真的,这个牛倌在不声不响中,竟作出了如此美妙的歌谣。
§10.39ὡς εὖ τὰν ἰδέαν τᾶς ἁρμονίας ἐμέτρησεν.
他是多么完美地契合了旋律的形体啊!
§10.40ὤμοι τῶ πώγωνος, ὃν ἀλιθίως ἀνέφυσα.
哀哉,我的这把胡子,真是白白长出来了!
§10.41θᾶσαι δὴ καὶ ταῦτα τὰ τῶ θείω Λιτυέρσα.
且听听这首神圣的里提埃尔塞斯的歌谣吧。
§10.42Δάματερ πολύκαρπε πολύσταχυ, τοῦτο τὸ λᾷον §10.43εὔεργόν τʼ εἴη καὶ κάρπιμον ὅττι μάλιστα.
“多产且多穗的德墨忒尔啊,愿这庄稼易于收割且尽可能丰收。
§10.44Σφίγγετʼ ἀμαλλοδέται τὰ δράγματα, μὴ παριών τις §10.45εἴποι· σύκινοι ἄνδρες, ἀπώλετο χοὗτος ὁ μισθός.
” “扎捆的人啊,把麦捆扎紧,免得路过的人说道:‘这些无用如无花果木的人,工钱又白花了。
§10.46Ἐς βορέην ἄνεμον τᾶς κόρθυος ἁ τομὰ ὔμμιν §10.47ἢ ζέφυρον βλεπέτω· πιαίνεται ὁ στάχυς οὑτῶς.
’” “让你们麦垛的切口朝着北风或者西风;因为这样麦穗才会饱满。
§10.48σῖτον ἀλοιῶντας φεύγειν τὸ μεσαμβρινὸν ὕπνον· §10.49ἐκ καλάμας ἄχυρον τελέθει τημόσδε μάλιστα.
” “打谷的人应当避免在中午睡觉;因为那时麦糠最容易从茎秆上分离出来。
§10.50ἄρχεσθαι δʼ ἀμῶντας ἐγειρομένω κορυδαλλῶ, §10.51καὶ λήγειν εὕδοντος, ἐλινῦσαι δὲ τὸ καῦμα.
” “收割的人应当在云雀醒来时开始,在云雀入睡时结束,并在炎热时休息。
§10.52εὐκτὸς ὁ τῶ βατράχω παῖδες βίος· οὐ μελεδαίνει §10.53τὸν προπιεῖν ἐγχεῦντα· πάρεστι γὰρ ἄφθονον αὐτῷ.
” “青蛙的生活真是令人羡慕啊,小伙子们;它不在意谁来给他倒酒;因为他身边的水取之不尽。
§10.54κάλλιον ὦπιμελητὰ φιλάργυρε τὸν φακὸν ἕψειν· §10.55μή τι τάμῃς τὰν χεῖρα καταπρίων τὸ κύμινον.
” “吝啬的管家啊,最好把小扁豆煮得烂一些;别在切孜然时切到了自己的手。
§10.56ταῦτα χρὴ μοχθεῦντας ἐν ἁλίῳ ἄνδρας ἀείδειν, §10.57τὸν δὲ τεὸν βουκαῖε πρέπει λιμηρὸν ἔρωτα §10.58μυθίσδεν τᾷ ματρὶ κατʼ εὐνὰν ὀρθρευοίσᾳ.
” 这些才是那些在烈日下劳作的汉子们应该唱的歌;至于你那饥饿的爱情,巴乌凯欧斯,适合在清晨,对你那在床榻上刚醒来的母亲诉说。

词汇与语法注释

  1. §10.11χαλεπὸν χορίω κύνα γεῦσαι — 不定式 γεῦσαι(使品尝)带有宾格的 κύνα(狗)作为其逻辑主语,以及属格的 χορίω(内脏)作为其宾语。这是一个谚语性表达:“让狗尝到内脏的甜头是件棘手的事。”
  2. §10.12σχεδὸν ἑνδεκαταῖος — 源自序数的形容词 ἑνδεκαταῖος(第十一天的)作为主语(“我”)的述语性修饰语。在希腊语中,表示时间或持续时间的形容词经常以副词性的方式翻译,意为“(恋爱)差不多十一天了”。
  3. §10.22ἀμβάλευ — 动词 ἀναβάλλω 的第二人称单数不定过去时中动命令式 ἀναβάλου,经历了多里斯方言特有的前缀元音脱落和收缩。这是一个音乐术语,意为“开始唱歌”。
  4. §10.48σῖτον ἀλοιῶντας φεύγειν — 不定式 φεύγειν 独立使用,表示命令(命令性不定式)。宾格分词 ἀλοιῶντας(打谷的人们)作为其逻辑主语。

引用这一段

忒奥克里托斯, 牧歌 §10.1-10.58. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0005.tlg001.humanitext-grc2:10.1-10.58

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。