Humanitext Reader

忒奥克里托斯 · 牧歌 §1.1-1.75

牧羊人与塞尔西斯的对话及雕花木杯

第 1 段,共 44 段 · 希腊语

内容简介

牧羊人与塞尔西斯互相赞美对方的音乐,牧羊人提供一只雕刻精美的木杯作为奖赏,邀请塞尔西斯歌唱达夫尼斯的受难,随后塞尔西斯开始歌唱。

§1.1Ἁδύ τι τὸ ψιθύρισμα καὶ ἁ πίτυς αἰπόλε τήνα, §1.2ἃ ποτὶ ταῖς παγαῖσι μελίσδεται, ἁδὺ δὲ καὶ τὺ §1.3συρίσδες· μετὰ Πᾶνα τὸ δεύτερον ἆθλον ἀποισῇ.
牧羊人啊,那松树的低语是多么甜美,它在泉水旁鸣响,而你的笛声也同样甜美;在潘神之后,你将赢得第二名的奖赏。
§1.4αἴκα τῆνος ἕλῃ κεραὸν τράγον, αἶγα τὺ λαψῇ. §1.5αἴκα δʼ αἶγα λάβῃ τῆνος γέρας, ἐς τὲ καταρρεῖ §1.6ἁ χίμαρος· χιμάρῳ δὲ καλὸν κρέας, ἕστέ κʼ ἀμέλξῃς.
如果他取走有角的公山羊,你将得到母山羊;如果他取走母山羊作为奖品,那小山羊就会归你;在它产奶之前,小山羊的肉是美味的。
§1.7Ἅδιον ὦ ποιμὴν τὸ τεὸν μέλος ἢ τὸ καταχὲς §1.8τῆνʼ ἀπὸ τᾶς πέτρας καταλείβεται ὑψόθεν ὕδωρ.
牧人啊,你的歌声比那从高高的岩石上奔流而下的潺潺泉水还要甜美。
§1.9αἴκα ταὶ Μοῖσαι τὰν οἰίδα δῶρον ἄγωνται, §1.10ἄρνα τὺ σακίταν λαψῇ γέρας· αἰ δέ κʼ ἀρέσκῃ §1.11τήναις ἄρνα λαβεῖν, τὺ δὲ τὰν ὄιν ὕστερον ἀξῇ.
如果缪斯女神们带走绵羊作为礼物,你将获得圈养的羔羊作为奖赏;如果她们乐意拿走羔羊,你随后就会牵走绵羊。
§1.12λῇς ποτὶ τᾶν Νυμφᾶν, λῇς αἰπόλε τεῖδε καθίξας, §1.13ὡς τὸ κάταντες τοῦτο γεώλοφον αἵ τε μυρῖκαι, §1.14συρίσδεν;
牧羊人啊,凭着仙女们起誓,你是否愿意坐在这里,在这倾斜的小山丘和柽柳旁,吹奏你的笛子?
τὰς δʼ αἶγας ἐγὼν ἐν τῷδε νομευσῶ.
而你的山羊,在此期间由我来放牧。
§1.15οὐ θέμις ὦ ποιμὴν τὸ μεσαμβρινόν, οὐ θέμις ἄμμιν §1.16συρίσδεν.
牧人啊,在正午吹笛是不允许的,对我们来说是不允许的。
τὸν Πᾶνα δεδοίκαμες· ἦ γὰρ ἀπʼ ἄγρας §1.17τανίκα κεκμακὼς ἀμπαύεται· ἔστι δὲ πικρός, §1.18καί οἱ ἀεὶ δριμεῖα χολὰ ποτὶ ῥινὶ κάθηται.
我们害怕潘神;因为那时他正从打猎中疲倦地休息;他的脾气暴躁,辛辣的怒气总是停留在他的鼻尖上。
§1.19ἀλλὰ τὺ γὰρ δὴ Θύρσι τὰ Δάφνιδος ἄλγεʼ ἀείδες §1.20καὶ τᾶς βουκολικᾶς ἐπὶ τὸ πλέον ἵκεο μοίσας, §1.21δεῦρʼ ὑπὸ τὰν πτελέαν ἑσδώμεθα, τῶ τε Πριήπω §1.22καὶ τᾶν Κραναιᾶν κατεναντίον, ᾇπερ ὁ θῶκος §1.23τῆνος ὁ ποιμενικὸς καὶ ταὶ δρύες.
但是,塞尔西斯啊,因为你歌唱达夫尼斯的痛苦,并且精通牧歌的艺术,来吧,让我们坐在那棵榆树下,正对着普里阿普斯和泉水仙女们,就在那牧人的座位和橡树林立的地方。
αἰ δέ κʼ ἀείσῃς §1.24ὡς ὅκα τὸν Λιβύαθε ποτὶ Χρόμιν ᾆσας ἐρίσδων, §1.25αἶγα δέ τοι δωσῶ διδυματόκον ἐς τρὶς ἀμέλξαι, §1.26ἃ δύʼ ἔχοισʼ ἐρίφως ποταμέλγεται ἐς δύο πέλλας, §1.27καὶ βαθὺ κισσύβιον κεκλυσμένον ἁδέι κηρῷ, §1.28ἀμφῶες, νεοτευχές, ἔτι γλυφάνοιο ποτόσδον.
如果你歌唱,就像你曾经与利比亚的克罗米斯竞争时那样歌唱,我将送你一只生了双胞胎、可以挤三次奶的母山羊,它虽然带着两只小山羊,却能把奶挤满两个木桶,还有一只用甜蜜蜡涂抹过的深常春藤木杯,双耳的,新制成的,还散发着雕刻刀的香气。
§1.29τῶ περὶ μὲν χείλη μαρύεται ὑψόθι κισσός, §1.30κισσὸς ἑλιχρύσῳ κεκονιμένος· ἁ δὲ κατʼ αὐτὸν §1.31καρπῷ ἕλιξ εἱλεῖται ἀγαλλομένα κροκόεντι.
常春藤在杯口上端缠绕着,常春藤上点缀着蜡菊;沿着它卷须卷曲着,为它那黄色的果实而自豪。
§1.32ἔντοσθεν δὲ γυνά, τί θεῶν δαίδαλμα τέτυκται, §1.33ἀσκητὰ πέπλῳ τε καὶ ἄμπυκι.
杯内雕刻着一个女人,真是神明造物的杰作,饰有长袍和发带。
πὰρ δέ οἱ ἄνδρες §1.34καλὸν ἐθειράζοντες ἀμοιβαδὶς ἄλλοθεν ἄλλος §1.35νεικείουσʼ ἐπέεσσι.
在她身旁,留着美发的男子们,轮流从一侧到另一侧,用言语争吵着。
τὰ δʼ οὐ φρενὸς ἅπτεται αὐτᾶς· §1.36ἀλλʼ ὁκὰ μὲν τῆνον ποτιδέρκεται ἄνδρα γελᾶσα, §1.37ἄλλοκα δʼ αὖ ποτὶ τὸν ῥιπτεῖ νόον.
但这些都触动不了她的心;她一会儿微笑着注视着这个男子,一会儿又把心思投向另一个。
οἱ δʼ ὑπʼ ἔρωτος §1.38δηθὰ κυλοιδιόωντες ἐτώσια μοχθίζοντι.
而他们因爱情长期眼眶深陷,徒劳地劳碌着。
§1.39τοῖς δὲ μετὰ γριπεύς τε γέρων πέτρα τε τέτυκται §1.40λεπράς, ἐφʼ ᾇ σπεύδων μέγα δίκτυον ἐς βόλον ἕλκει §1.41ὁ πρέσβυς, κάμνοντι τὸ καρτερὸν ἀνδρὶ ἐοικώς.
在他们旁边,雕刻着一个老渔夫和一块崎岖的岩石,在岩石上,老人正急切地拉着一张大网准备捕鱼,像一个竭尽全力劳作的人。
§1.42φαίης κεν γυίων νιν ὅσον σθένος ἐλλοπιεύειν· §1.43ὧδέ οἱ ᾠδήκαντι κατʼ αὐχένα πάντοθεν ἶνες §1.44καὶ πολιῷ περ ἐόντι, τὸ δὲ σθένος ἄξιον ἅβας.
你会说他是用尽全身力量在捕鱼;他的脖子周围的筋腱已经这样鼓了起来,尽管他头发斑白,但他的力量却配得上青春。
§1.45τυτθὸν δʼ ὅσσον ἄπωθεν ἁλιτρύτοιο γέροντος §1.46πυρναίαις σταφυλαῖσι καλὸν βέβριθεν ἀλωά, §1.47τὰν ὀλίγος τις κῶρος ἐφʼ αἱμασιαῖσι φυλάσσει §1.48ἥμενος· ἀμφὶ δέ νιν δύʼ ἀλώπεκες ἁ μὲν ἀνʼ ὄρχως §1.49φοιτῇ σινομένα τὰν τρώξιμον, ἁ δʼ ἐπὶ πήρᾳ §1.50πάντα δόλον κεύθοισα τὸ παιδίον οὐ πρὶν ἀνησεῖν §1.51φατὶ πρὶν ἢ ἀκράτιστον ἐπὶ ξηροῖσι καθίξῃ.
在离那备受海水折磨的老人不远处,有一片果园,沉甸甸地挂满了红透的葡萄,一个小男孩坐在石墙上守护着它;在他周围有两只狐狸——一只在葡萄行间穿梭,糟蹋着可食的葡萄,另一只则盯着他的行囊,藏着各种诡计,声称它绝不放过这孩子,直到让他饿着肚子坐在干地上。
§1.52αὐτὰρ ὅγʼ ἀνθερίκοισι καλὰν πλέκει ἀκριδοθήραν §1.53σχοίνῳ ἐφαρμόσδων· μέλεται δέ οἱ οὔτέ τι πήρας §1.54οὔτε φυτῶν τοσσῆνον, ὅσον περὶ πλέγματι γαθεῖ.
但他正用日光兰的茎编织一个漂亮的蝗虫笼,将它与芦苇相配;他一点也不在乎行囊,也不那么在乎葡萄藤,而只为他的编织而高兴。
§1.55παντᾷ δʼ ἀμφὶ δέπας περιπέπταται ὑγρὸς ἄκανθος· §1.56αἰολικόν τι θέαμα, τέρας κέ τυ θυμὸν ἀτύξαι.
杯子周围到处蔓延着柔顺的茛苕叶,这是一个奇妙的景象,一个会让你心生惊异的奇迹。
§1.57τῶ μὲν ἐγὼ πορθμεῖ Καλυδωνίῳ αἶγά τʼ ἔδωκα §1.58ὦνον καὶ τυρόεντα μέγαν λευκοῖο γάλακτος· §1.59οὐδέ τί πω ποτὶ χεῖλος ἐμὸν θίγεν, ἀλλʼ ἔτι κεῖται §1.60ἄχραντον.
为了这个杯子,我给了一个卡吕冬的船夫一只山羊和一大块白牛奶做成的奶酪作为代价;它还从未碰到过我的嘴唇,依然毫无污损地放着。
τῷ καί τυ μάλα πρόφρων ἀρεσαίμαν, §1.61αἴκά μοι τὺ φίλος τὸν ἐφίμερον ὕμνον ἀείσῃς.
为此,我非常乐意以此取悦你,只要你,我的朋友,为我唱起那首迷人的赞歌。
§1.62κοὔτί τυ κερτομέω.
我绝不是在嘲弄你。
πόταγʼ ὦγαθέ· τὰν γὰρ ἀοιδὰν §1.63οὔτί πᾳ εἰς Ἀίδαν γε τὸν ἐκλελάθοντα φυλαξεῖς.
来吧,好朋友;因为你的歌声绝不能带到那让人忘却一切的冥府去保留。
§1.64Ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.
开始吧,亲爱的缪斯,开始牧歌吧。
§1.65Θύρσις ὅδʼ ὡξ Αἴτνας, καὶ Θύρσιδος ἁδέα φωνά.
这是埃特纳的塞尔西斯,塞尔西斯甜美的声音。
§1.66πᾷ ποκʼ ἄρʼ ἦσθʼ, ὅκα Δάφνις ἐτάκετο, πᾷ ποκα Νύμφαι;
达夫尼斯消逝的时候,仙女们啊,你们当时在哪里?
§1.67ἢ κατὰ Πηνειῶ καλὰ τέμπεα;
是在佩内乌斯美丽的幽谷?
ἢ κατὰ Πίνδω;
还是在品都斯山上?
§1.68οὐ γὰρ δὴ ποταμοῖο μέγαν ῥόον εἴχετʼ Ἀνάπω, §1.69οὐδʼ Αἴτνας σκοπιάν, οὐδʼ Ἄκιδος ἱερὸν ὕδωρ.
因为你们确实没有守在阿纳普斯河的巨流旁,也没有在埃特纳的观景台,或阿基斯的圣水旁。
§1.70ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.
开始吧,亲爱的缪斯,开始牧歌吧。
§1.71τῆνον μὰν θῶες, τῆνον λύκοι ὠρύσαντο, §1.72τῆνον χὡκ δρυμοῖο λέων ἔκλαυσε θανόντα.
豺狼为他嚎叫,野狼为他嚎叫,连森林里的狮子也因他的死而哭泣。
§1.73ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.
开始吧,亲爱的缪斯,开始牧歌吧。
§1.74πολλαί οἱ πὰρ ποσσὶ βόες, πολλοὶ δέ τε ταῦροι, §1.75πολλαὶ δʼ αὖ δαμάλαι καὶ πόρτιες ὠδύραντο.
许多母牛在身旁,许多公牛,还有许多小母牛和牛犊都为他哀悼。

词汇与语法注释

  1. §1.3μετὰ Πᾶνα — 前置词 μετὰ 接宾格(Πᾶνα)表示“在……之后”,在此指在顺位或等级上“仅次于潘神(位列第二)”。
  2. §1.12λῇς — 多里斯方言动词 λῶ(意为“想要、希望”)的第二人称单数现在直说式(相当于雅典方言的 θέλεις)。在此并非表示条件,而是带有委婉请求或劝诱的语气(“你是否愿意……”)。
  3. §1.19ἀλλὰ τὺ γὰρ δὴ — 语气词组合 ἀλλὰ... γάρ。其中 γάρ 引入了一个前置的原因(“因为你歌唱达夫尼斯的痛苦……”),用以证明随后在 §1.21 中提出的主要劝诱(“让我们坐下吧……”)的合理性。
  4. §1.32τί θεῶν δαίδαλμα τέτυκται — 带有代词 τί 的插入式叹号句,意为“这是何等神明精雕细琢的杰作啊!”,表达了对木杯上雕刻女子之美的赞叹。
  5. §1.50οὐ πρὶν ἀνησεῖν — 依赖于动词 φατί (§1.51) 的不定式短语(宾格加不定式结构)。否定词 οὐ 与第一个 πρὶν 相关联,并与 §1.51 中带虚拟式(καθίξῃ)的 πρὶν ἤ(在……之前绝不……)相呼应,通过双重 πρὶν 结构强调了狐狸的坚决意图。
  6. §1.63τὰν γὰρ ἀοιδὰν οὔτί πᾳ εἰς Ἀίδαν γε τὸν ἐκλελάθοντα φυλαξεῖς — 意为“因为你决不能把歌声带到那使人遗忘的冥府里保存”。基于古代人认为死者既无法歌唱也无法保持记忆的阴间观,以此来催促塞尔西斯在活着的时候尽情歌唱。

引用这一段

忒奥克里托斯, 牧歌 §1.1-1.75. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0005.tlg001.humanitext-grc2:1.1-1.75

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。