Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §8.98.1-8.98.4

寡头派的逃亡与阿里斯塔库斯献出奥伊诺埃

第 906 段,共 917 段 · 希腊语

内容简介

随着雅典政变和寡头派的逃亡,阿里斯塔库斯利用将军身份欺骗国境要塞奥伊诺埃的守军,使其向波奥蒂亚人投降,从而宣告了雅典内讧的结束。

§8.98.1ἐν δὲ τῇ μεταβολῇ ταύτῃ εὐθὺς οἱ μὲν περὶ τὸν Πείσανδρον καὶ Ἀλεξικλέα καὶ ὅσοι ἦσαν τῆς ὀλιγαρχίας μάλιστα ὑπεξέρχονται ἐς τὴν Δεκέλειαν· Ἀρίσταρχος δὲ αὐτῶν μόνος (ἔτυχε γὰρ καὶ στρατηγῶν) λαβὼν κατὰ τάχος τοξότας τινὰς τοὺς βαρβαρωτάτους ἐχώρει πρὸς τὴν Οἰνόην.
在这次政变中,佩桑德、阿莱克西克莱斯及其同党,以及寡头派中最狂热的分子,立刻秘密逃往德凯莱阿;而他们之中唯有阿里斯塔库斯一人(因为他恰好也担任将军),急忙带领一些最野蛮的弓箭手,前往奥伊诺埃。
§8.98.2ἦν δὲ Ἀθηναίων ἐν μεθορίοις τῆς Βοιωτίας τεῖχος, ἐπολιόρκουν δ’ αὐτὸ διὰ ξυμφορὰν σφίσιν ἐκ τῆς Οἰνόης γενομένην ἀνδρῶν ἐκ Δεκελείας ἀναχωρούντων διαφθορᾶς οἱ Κορίνθιοι ἐθελοντηδόν, προσπαρακαλέσαντες τοὺς Βοιωτούς.
这是雅典人在波奥蒂亚边境的一座堡垒,科林斯人由于在奥伊诺埃遭受了损失(即从德凯莱阿撤退的士兵遭到歼灭),便自愿邀请波奥蒂亚人协助,一同包围了这座堡垒。
§8.98.3κοινολογησάμενος οὖν αὐτοῖς ὁ Ἀρίσταρχος ἀπατᾷ τοὺς ἐν τῇ Οἰνόῃ, λέγων ὡς καὶ οἱ ἐν τῇ πόλει τἆλλα ξυμβεβήκασι Λακεδαιμονίοις, κἀκείνους δεῖ Βοιωτοῖς τὸ χωρίον παραδοῦναι· ἐπὶ τούτοις γὰρ ξυμβεβάσθαι.
于是,阿里斯塔库斯与他们协商后,欺骗了奥伊诺埃的守军,声称城里的人也已经在其他所有方面与拉刻代蒙人达成了和解,因此他们必须将该地移交给波奥蒂亚人,因为和解正是基于这些条件达成的。
οἱ δὲ πιστεύσαντες ὡς ἀνδρὶ στρατηγῷ καὶ οὐκ εἰδότες οὐδὲν διὰ τὸ πολιορκεῖσθαι ὑπόσπονδοι ἐξέρχονται.
守军因他是将军而信以为真,又因处于被包围中而对外界一无所知,于是通过协定撤离了该地。
§8.98.4τούτῳ μὲν τῷ τρόπῳ Οἰνόην τε ληφθεῖσαν Βοιωτοὶ κατέλαβον καὶ ἡ ἐν ταῖς Ἀθήναις ὀλιγαρχία καὶ στάσις ἐπαύσατο.
就这样,波奥蒂亚人占领了被夺取的奥伊诺埃,而雅典的寡头统治和内讧也就此结束。

词汇与语法注释

  1. 8.98.1ἔτυχε γὰρ καὶ στρατηγῶν — 动词 `τυγχάνω` 与补充分词(`στρατηγῶν`)连用,意为“恰好是……”。副词性的 `καὶ` 起到“正是”或“实际”的强调作用,说明阿里斯塔库斯当时担任将军这一公职,是他随后欺骗行为(§8.98.3)得以成功的关键背景。
  2. 8.98.2ἀνδρῶν ἐκ Δεκελείας ἀναχωρούντων διαφθορᾶς — 名词 `διαφθορᾶς`(杀害、毁灭)是与前文的 `ξυμφορὰν`(灾难、损失)同位的属格,用于具体说明该灾难的内容。而 `ἀνδρῶν` 是依附于 `διαφθορᾶς` 的宾格性属格(指被杀害的对象),现在分词 `ἀναχωρούντων` 修饰 `ἀνδρῶν`。
  3. 8.98.3ξυμβεβάσθαι — 此完美时态不定式处于由 `λέγων`(声称)引导的间接引语中。在由 `ὡς` 引导的从句(`ὡς... δεῖ`)之后,句式转换为不带 `ὡς` 的单纯不定式间接引语结构(主语被省略),用以继续陈述阿里斯塔库斯的虚假托辞。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §8.98.1-8.98.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.98.1-8.98.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。