Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §8.96.1-8.96.5

雅典的空前恐慌与斯巴达人的迟缓

第 904 段,共 917 段 · 希腊语

内容简介

尤卑亚失守的消息传到雅典,引发了空前的恐慌,人们担心比雷埃夫斯会遭到直接袭击。修昔底德指出,斯巴达人迟缓和胆怯的性格拯救了雅典,并将其与性格相似的叙拉古人进行对比。

§8.96.1τοῖς δὲ Ἀθηναίοις ὡς ἦλθε τὰ περὶ τὴν Εὔβοιαν γεγενημένα, ἔκπληξις μεγίστη δὴ τῶν πρὶν παρέστη.
当尤卑亚发生变故的消息传到雅典时,雅典人陷入了前所未有的极大恐慌。
οὔτε γὰρ ἡ ἐν τῇ Σικελίᾳ ξυμφορά, καίπερ μεγάλη τότε δόξασα εἶναι, οὔτε ἄλλο οὐδέν πω οὕτως ἐφόβησεν.
因为无论是当时看似惨烈的西西里惨败,还是以往的任何其他事件,都从未让他们如此惧怕。
§8.96.2ὅπου γὰρ στρατοπέδου τε τοῦ ἐν Σάμῳ ἀφεστηκότος ἄλλων τε νεῶν οὐκ οὐσῶν οὐδὲ τῶν ἐσβησομένων αὐτῶν τε στασιαζόντων καὶ ἄδηλον ὂν ὁπότε σφίσιν αὐτοῖς ξυρράξουσι, τοσαύτη ἡ ξυμφορὰ ἐπεγεγένητο, ἐν ᾗ ναῦς τε καὶ τὸ μέγιστον Εὔβοιαν ἀπωλωλέκεσαν, ἐξ ἧς πλείω ἢ τῆς Ἀττικῆς ὠφελοῦντο, πῶς οὐκ εἰκότως ἠθύμουν;
因为在萨摩斯的军队已经叛变,既无其他船只,也无兵员可以登船,而他们自身又处于内讧之中,且不知何时会自相残杀的境地之下,又降临了如此巨大的灾难,使他们不仅失去了船只,而且失去了最关键的尤卑亚(他们从尤卑亚获得的收益甚至超过了阿提卡),他们又怎能不理所当然地感到沮丧呢?
§8.96.3μάλιστα δ’ αὐτοὺς καὶ δι’ ἐγγυτάτου ἐθορύβει, εἰ οἱ πολέμιοι τολμήσουσι νενικηκότες εὐθὺ σφῶν ἐπὶ τὸν Πειραιᾶ ἐρῆμον ὄντα νεῶν πλεῖν· καὶ ὅσον οὐκ ἤδη ἐνόμιζον αὐτοὺς παρεῖναι.
但最让他们感到迫在眉睫且极为恐慌的是,担心敌人会乘胜追击,竟敢直接向毫无船只防守的比雷埃夫斯港航行;他们甚至认为敌人几乎已经兵临城下了。
§8.96.4ὅπερ ἄν, εἰ τολμηρότεροι ἦσαν, ῥᾳδίως ἂν ἐποίησαν, καὶ ἢ διέστησαν ἂν ἔτι μᾶλλον τὴν πόλιν ἐφορμοῦντες ἤ, εἰ ἐπολιόρκουν μένοντες, καὶ τὰς ἀπ’ Ἰωνίας ναῦς ἠνάγκασαν ἂν καίπερ πολεμίας οὔσας τῇ ὀλιγαρχίᾳ τοῖς σφετέροις οἰκείοις καὶ τῇ ξυμπάσῃ πόλει βοηθῆσαι· καὶ ἐν τούτῳ Ἑλλήσποντός τε ἂν ἦν αὐτοῖς καὶ Ἰωνία καὶ αἱ νῆσοι καὶ τὰ μέχρι Εὐβοίας καὶ ὡς εἰπεῖν ἡ Ἀθηναίων ἀρχὴ πᾶσα.
如果敌人更加大胆,他们本可以轻易做到这一点:要么通过在港外封锁使城市更加分裂,要么通过驻留并包围城市,迫使来自爱奥尼亚的船只(尽管它们敌视寡头政体)也不得不回来救援自己的亲人及整个城市;如此一来,赫勒斯滂、爱奥尼亚、各岛屿、直到尤卑亚的所有地区,可以说整个雅典帝国都会落入他们手中。
§8.96.5ἀλλ’ οὐκ ἐν τούτῳ μόνῳ Λακεδαιμόνιοι Ἀθηναίοις πάντων δὴ ξυμφορώτατοι προσπολεμῆσαι ἐγένοντο, ἀλλὰ καὶ ἐν ἄλλοις πολλοῖς·
然而,不仅在这一次,在许多其他情况下,拉刻代蒙人都被证明是雅典人所有对手中最便于对付的。
διάφοροι γὰρ πλεῖστον ὄντες τὸν τρόπον, οἱ μὲν ὀξεῖς, οἱ δὲ βραδεῖς, καὶ οἱ μὲν ἐπιχειρηταί, οἱ δὲ ἄτολμοι, ἄλλως τε καὶ ἐν ἀρχῇ ναυτικῇ πλεῖστα ὠφέλουν.
因为两者的性格截然不同——一方敏捷,另一方迟缓;一方敢作敢为,另一方胆怯无为——特别是在面对一个海上帝国时,这给雅典人带来了极大的便利。
ἔδειξαν δὲ οἱ Συρακόσιοι· μάλιστα γὰρ ὁμοιότροποι γενόμενοι ἄριστα καὶ προσεπολέμησαν.
叙拉古人证明了这一点,因为他们与雅典人的性格最相似,因而也与雅典人打得最成功。

词汇与语法注释

  1. §8.96.1τῶν πρὶν — 限定性属格(比较或部分属格),修饰最高级 μεγίστη,表示“在之前发生过的一切恐慌中最大的一次”。
  2. §8.96.2ὅπου — 由表示地点的关系副词转用为因果连词,意为“在……的情况下”或“既然”。它引出了作为主句修辞疑问句“πῶς οὐκ εἰκότως ἠθύμουν;”之前提背景的复杂从句。
  3. §8.96.2ἄδηλον ὂν — 源自非人称表达 ἄδηλόν ἐστιν(“是不确定的”)的宾格独立格结构(accusative absolute),以随后的间接疑问句从句 ὁπότε... 作为其逻辑主语。
  4. §8.96.3ὅσον οὐκ — 字面意思是“差一点不……”,在此处作为表示“几乎”或“随时”的惯用副词短语,直接修饰 ἤδη(“已经”),以强调时间上的迫在眉睫。
  5. §8.96.4ὅπερ ἄν ... ῥᾳδίως ἂν ἐποίησαν — 关系代词 ὅπερ 指代前文敌人袭击比雷埃夫斯的可能性。语气助词 ἄν 在归结从句中重复出现了两次(即 ὅπερ ἂν 与 ῥᾳδίως ἂν),以此加强与过去事实相反的虚拟语气(条件从句为 εἰ τολμηρότεροι ἦσαν)。
  6. §8.96.5προσπολεμῆσαι — 用在形容词 ξυμφορώτατοι 后面的说明或目的性不定词,意为“在与之交战方面(最有利)”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §8.96.1-8.96.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.96.1-8.96.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。